TLG 0532 001 :: ACHILLES TATIUS :: Leucippe et Clitophon ACHILLES TATIUS Scr. Erot. Leucippe et Clitophon Citation: Book — chapter — section — (line) | ||
1.1.1 | Σιδὼν ἐπὶ θαλάττῃ πόλις· Συρίων ἡ θάλασσα· μήτηρ Φοινίκων ἡ πόλις· Θηβαίων ὁ δῆμος πατήρ. δίδυμος λιμὴν ἐν κόλπῳ πλατύς, ἠρέμα κλείων τὸ πέλαγος· ᾗ γὰρ ὁ κόλπος κατὰ πλευρὰν ἐπὶ δεξιὰ κοιλαίνεται, στόμα δεύτερον ὀρώρυκται, καὶ τὸ ὕδωρ αὖθις εἰσρεῖ, | |
5 | καὶ γίνεται τοῦ λιμένος ἄλλος λιμήν, ὡς χειμάζειν μὲν ταύτῃ τὰς ὁλκάδας ἐν γαλήνῃ, θερίζειν δὲ τοῦ λιμένος εἰς τὸ προκόλπιον. | |
---|---|---|
1.1.2 | ἐν‐ ταῦθα ἥκων ἐκ πολλοῦ χειμῶνος σῶστρα ἔθυον ἐμαυτοῦ τῇ τῶν Φοινίκων θεᾷ· Ἀστάρτην αὐτὴν καλοῦσιν οἱ Σιδώνιοι. περιϊὼν οὖν | |
καὶ τὴν ἄλλην πόλιν καὶ περισκοπῶν τὰ ἀναθήματα ὁρῶ γραφὴν | 1 | |
5 | ἀνακειμένην γῆς ἅμα καὶ θαλάττης. Εὐρώπης ἡ γραφή· Φοινίκων ἡ θάλασσα· Σιδῶνος ἡ γῆ. | |
1.1.3 | ἐν τῇ γῇ λειμὼν καὶ χορὸς παρθένων. ἐν τῇ θαλάττῃ ταῦρος ἐπενήχετο, καὶ τοῖς νώτοις καλὴ παρθένος ἐπεκά‐ θητο, ἐπὶ Κρήτην τῷ ταύρῳ πλέουσα. ἐκόμα πολλοῖς ἄνθεσιν ὁ λειμών· δένδρων αὐτοῖς ἀνεμέμικτο φάλαγξ καὶ φυτῶν. συνεχῆ τὰ | |
5 | δένδρα· συνηρεφῆ τὰ πέταλα· συνῆπτον οἱ πτόρθοι τὰ φύλλα, καὶ ἐγίνετο τοῖς ἄνθεσιν ὄροφος ἡ τῶν φύλλων συμπλοκή. | |
1.1.4 | ἔγραψεν ὁ τεχνίτης ὑπὸ τὰ πέταλα καὶ τὴν σκιάν, καὶ ὁ ἥλιος ἠρέμα τοῦ λειμῶ‐ νος κάτω σποράδην διέρρει, ὅσον τὸ συνηρεφὲς τῆς τῶν φύλλων κόμης ἀνέῳξεν ὁ γραφεύς. | |
1.1.5 | ὅλον ἐτείχιζε τὸν λειμῶνα περιβολή· εἴσω δὲ τοῦ τῶν ὀρόφων στεφανώματος ὁ λειμὼν ἐκάθητο. αἱ δὲ πρασιαὶ τῶν ἀνθέων ὑπὸ τὰ πέταλα τῶν φυτῶν στιχηδὸν ἐπεφύκεσαν, νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι. ὕδωρ κατὰ μέσον ἔρρει τοῦ λειμῶ‐ | |
5 | νος τῆς γραφῆς, τὸ μὲν ἀναβλύζον κάτωθεν ἀπὸ τῆς γῆς, τὸ δὲ τοῖς ἄνθεσι καὶ τοῖς φυτοῖς περιχεόμενον. | |
1.1.6 | ὀχετηγός τις ἐγέγραπτο δίκελλαν κατέχων καὶ περὶ μίαν ἀμάραν κεκυφὼς καὶ ἀνοίγων τὴν ὁδὸν τῷ ῥεύματι. ἐν δὲ τῷ τοῦ λειμῶνος τέλει πρὸς ταῖς ἐπὶ θάλατταν τῆς γῆς ἐκβολαῖς τὰς παρθένους ἔταξεν ὁ τεχνίτης. | |
1.1.7 | τὸ σχῆμα ταῖς παρθένοις καὶ χαρᾶς καὶ φόβου. στέφανοι περὶ τοῖς μετώποις δεδε‐ μένοι· κόμαι κατὰ τῶν ὤμων λελυμέναι· τὸ σκέλος ἅπαν γεγυμνω‐ μέναι, τὸ μὲν ἄνω τοῦ χιτῶνος, τὸ δὲ κάτω τοῦ πεδίλου· τὸ γὰρ | |
5 | ζῶσμα μέχρι γόνατος ἀνεῖλκε τὸν χιτῶνα. τὸ πρόσωπον ὠχραί· σεσηρυῖαι τὰς παρειάς· τοὺς ὀφθαλμοὺς ἀνοίξασαι πρὸς τὴν θάλασσαν· μικρὸν ὑποκεχηνυῖαι τὸ στόμα, ὥσπερ ἀφήσειν ὑπὸ φόβου μέλλουσαι καὶ βοήν· τὰς χεῖρας ὡς ἐπὶ τὸν βοῦν ὤρεγον. | |
1.1.8 | ἐπέβαινον ἄκρας τῆς θαλάσσης, ὅσον ὑπεράνω μικρὸν τῶν ταρσῶν ὑπερέχειν τὸ κῦμα· ἐῴκεσαν δὲ βούλεσθαι μὲν ὡς ἐπὶ τὸν ταῦρον δραμεῖν, φοβεῖσθαι δὲ | |
τῇ θαλάττῃ προσελθεῖν. τῆς δὲ θαλάσσης ἡ χροιὰ διπλῆ· τὸ μὲν | 2 | |
5 | γὰρ πρὸς τὴν γῆν ὑπέρυθρον, κυάνεον δὲ τὸ πρὸς τὸ πέλαγος. | |
1.1.9 | ἀφρὸς ἐπεποίητο καὶ πέτραι καὶ κύματα· αἱ πέτραι τῆς γῆς ὑπερβεβλη‐ μέναι, ὁ ἀφρὸς περιλευκαίνων τὰς πέτρας, τὸ κῦμα κορυφούμενον καὶ περὶ τὰς πέτρας λυόμενον εἰς τοὺς ἀφρούς. ταῦρος ἐν μέσῃ τῇ θαλάσ‐ | |
5 | σῃ ἐγέγραπτο τοῖς κύμασιν ἐποχούμενος, ὡς ὄρους ἀναβαίνοντος τοῦ κύματος, ἔνθα καμπτόμενον τοῦ βοὸς κυρτοῦται τὸ σκέλος. | |
1.1.10 | ἡ παρθένος μέσοις ἐπεκάθητο τοῖς νώτοις τοῦ βοός, οὐ περιβάδην, ἀλλὰ κατὰ πλευράν, ἐπὶ δεξιὰ συμβᾶσα τὼ πόδε, τῇ λαιᾷ τοῦ κέρως ἐχομένη, ὥσπερ ἡνίοχος χαλινοῦ· καὶ γὰρ ὁ βοῦς ἐπέστραπτο ταύτῃ | |
5 | μᾶλλον πρὸς τὸ τῆς χειρὸς ἕλκον ἡνιοχούμενος. χιτὼν ἀμφὶ τὰ στέρνα τῆς παρθένου μέχρις αἰδοῦς· τοὐντεῦθεν ἐπεκάλυπτε χλαῖνα τὰ κάτω τοῦ σώματος. λευκὸς ὁ χιτών· ἡ χλαῖνα πορφυρᾶ· τὸ δὲ σῶμα διὰ τῆς ἐσθῆτος ὑπεφαίνετο. | |
1.1.11 | βαθὺς ὀμφαλός· γαστὴρ τεταμένη· λαπάρα στενή· τὸ στενὸν εἰς ἰξὺν καταβαῖνον ηὐρύνετο. μαζοὶ τῶν στέρνων ἠρέμα προκύπτοντες· ἡ συνάγουσα ζώνη τὸν χιτῶνα καὶ τοὺς μαζοὺς ἔκλειε, καὶ ἐγίνετο τοῦ σώματος κάτοπτρον ὁ χιτών. | |
1.1.12 | αἱ χεῖρες ἄμφω διετέταντο, ἡ μὲν ἐπὶ κέρας, ἡ δὲ ἐπ’ οὐράν· ἤρτητο δὲ ἀμφοῖν ἑκατέρωθεν ὑπὲρ τὴν κεφαλὴν ἡ καλύπτρα κύκλῳ τῶν νώτων ἐμπεπετασμένη· ὁ δὲ κόλπος τοῦ πέπλου πάντοθεν ἐτέ‐ τατο κυρτούμενος· καὶ ἦν οὗτος ἄνεμος τοῦ ζωγράφου. ἡ δὲ δίκην | |
5 | ἐπεκάθητο τῷ ταύρῳ πλεούσης νηός, ὥσπερ ἱστίῳ τῷ πέπλῳ χρω‐ μένη. | |
1.1.13 | περὶ δὲ τὸν βοῦν ὠρχοῦντο δελφῖνες, ἔπαιζον Ἔρωτες· εἶπες ἂν αὐτῶν ἐγγεγράφθαι καὶ τὰ κινήματα. Ἔρως εἷλκε τὸν βοῦν· Ἔρως, μικρὸν παιδίον, ἡπλώκει τὸ πτερόν, ἤρτητο φαρέτραν, ἐκράτει τὸ πῦρ· μετέστραπτο δὲ ὡς ἐπὶ τὸν Δία καὶ ὑπεμειδία, | |
5 | ὥσπερ αὐτοῦ καταγελῶν, ὅτι δι’ αὐτὸν γέγονε βοῦς. | |
1.2.1 | Ἐγὼ δὲ καὶ τὰ ἄλλα μὲν ἐπῄνουν τῆς γραφῆς, ἅτε δὲ ὢν | |
ἐρωτικὸς περιεργότερον ἔβλεπον τὸν ἄγοντα τὸν βοῦν Ἔρωτα· καί, “Οἷον,” εἶπον, “ἄρχει βρέφος οὐρανοῦ καὶ γῆς καὶ θαλάσσης.” ταῦτά μου λέγοντος νεανίσκος καὶ αὐτὸς παρεστώς, “Ἐγὼ ταῦτα | 3 | |
5 | ἂν εἰδείην,” ἔφη, “τοσαύτας ὕβρεις ἐξ ἔρωτος παθών.” | |
1.2.2 | “Καὶ τί πέπονθας,” εἶπον, “ὦ ἀγαθέ; καὶ γὰρ ὁρῶ σου τὴν ὄψιν οὐ μακρὰν τῆς τοῦ θεοῦ τελετῆς.” “Σμῆνος ἀνεγείρεις,” εἶπε, “λόγων· τὰ γὰρ ἐμὰ μύθοις ἔοικε.” “Μὴ κατοκνήσῃς, ὦ βέλτιστε,” ἔφην, “πρὸς τοῦ | |
5 | Διὸς καὶ τοῦ Ἔρωτος αὐτοῦ, ταύτῃ μᾶλλον ἥσειν, εἰ καὶ μύθοις ἔοικε.” | |
1.2.3 | καὶ ταῦτα δὴ λέγων δεξιοῦμαί τε αὐτὸν καὶ ἐπί τινος ἄλσους ἄγω γείτονος, ἔνθα πλάτανοι μὲν ἐπεφύκεσαν πολλαὶ καὶ πυκναί, παρέρρει δὲ ὕδωρ ψυχρόν τε καὶ διαυγές, οἷον ἀπὸ χιόνος ἄρτι λυθείσης ἔρχεται. καθίσας οὖν αὐτὸν ἐπί τινος θώκου χαμαιζή‐ | |
5 | λου καὶ αὐτὸς παρακαθισάμενος, “Ὥρα σοι,” ἔφην, “τῆς τῶν λόγων ἀκροάσεως· πάντως δὲ ὁ τοιοῦτος τόπος ἡδὺς καὶ μύθων ἄξιος ἐρω‐ τικῶν.” | |
1.3.1 | Ὁ δὲ ἄρχεται τοῦ λέγειν ὧδε· Ἐμοὶ Φοινίκη γένος, Τύρος ἡ πατρίς, ὄνομα Κλειτοφῶν, πατὴρ Ἱππίας, ἀδελφὸς πατρὸς Σώ‐ στρατος, οὐ πάντα δὲ ἀδελφός, ἀλλ’ ὅσον ἀμφοῖν εἷς πατήρ· αἱ γὰρ μητέρες, τῷ μὲν ἦν Βυζαντία, τῷ δὲ ἐμῷ πατρὶ Τυρία. ὁ μὲν οὖν | |
5 | τὸν πάντα χρόνον εἶχεν ἐν Βυζαντίῳ· πολὺς γὰρ ὁ τῆς μητρὸς κλῆ‐ ρος ἦν αὐτῷ· ὁ δὲ ἐμὸς πατὴρ ἐν Τύρῳ κατῴκει. | |
1.3.2 | τὴν δὲ μητέρα οὐκ οἶδα τὴν ἐμήν· ἐπὶ νηπίῳ γάρ μοι τέθνηκεν. ἐδέησεν οὖν τῷ πατρὶ γυναικὸς ἑτέρας, ἐξ ἧς ἀδελφή μοι Καλλιγόνη γίνεται. καὶ ἐδόκει μὲν τῷ πατρὶ συνάψαι μᾶλλον ἡμᾶς γάμῳ· αἱ δὲ Μοῖραι τῶν | |
5 | ἀνθρώπων κρείττονες ἄλλην ἐτήρουν μοι γυναῖκα. φιλεῖ δὲ τὸ δαι‐ μόνιον πολλάκις ἀνθρώποις τὸ μέλλον νύκτωρ λαλεῖν, οὐχ ἵνα φυλάξωνται μὴ παθεῖν (οὐ γὰρ εἱμαρμένης δύνανται κρατεῖν), ἀλλ’ ἵνα κουφότερον πάσχοντες φέρωσι. | 4 |
1.3.3 | τὸ μὲν γὰρ ἐξαίφνης ἀθρόον καὶ ἀπροσδόκητον ἐκπλήσσει τὴν ψυχὴν ἄφνω προσπεσὸν καὶ κατεβάπτισε, τὸ δὲ πρὸ τοῦ παθεῖν προσδοκώμενον προκατηνάλωσε κατὰ μικρὸν μελετώμενον τοῦ πάθους τὴν ἀκμήν. ἐπεὶ γὰρ εἶχον | |
5 | ἔνατον ἔτος ἐπὶ τοῖς δέκα καὶ παρεσκεύαζεν ὁ πατὴρ εἰς νέωτα ποιήσων τοὺς γάμους, ἤρχετο τοῦ δράματος ἡ Τύχη. | |
1.3.4 | ὄναρ ἐδόκουν συμφῦναι τῇ παρθένῳ τὰ κάτω μέρη μέχρις ὀμφαλοῦ, δύο δὲ ἐντεῦθεν τὰ ἄνω σώματα. ἐφίσταται δή μοι γυνὴ φοβερὰ καὶ μεγάλη, τὸ πρόσωπον ἀγρία· ὀφθαλμὸς ἐν αἵματι, βλοσυραὶ παρειαί, ὄφεις αἱ | |
5 | κόμαι. ἅρπην ἐκράτει τῇ δεξιᾷ, δᾷδα τῇ λαιᾷ. ἐπιπεσοῦσα οὖν μοι θυμῷ καὶ ἀνατείνασα τὴν ἅρπην καταφέρει τῆς ἰξύος, ἔνθα τῶν δύο σωμάτων ἦσαν αἱ συμβολαί, καὶ ἀποκόπτει μου τὴν παρθένον. | |
1.3.5 | πε‐ ριδεὴς οὖν ἀναθορὼν ἐκ τοῦ δείματος φράζω μὲν πρὸς οὐδένα, κατ’ ἐμαυτὸν δὲ πονηρὰ ἐσκεπτόμην. ἐν δὲ τούτῳ συμβαίνει τοιάδε. ἦν ἀδελφός, ὡς ἔφην, τοῦ πατρὸς Σώστρατος. παρὰ τούτου τις ἔρχεται | |
5 | κομίζων ἐπιστολὴν ἀπὸ Βυζαντίου, καὶ ἦν τὰ γεγραμμένα τοιάδε· | |
1.3.6 | “Ἱππίᾳ τῷ ἀδελφῷ χαίρειν Σώστρατος. Ἥκουσι πρὸς σὲ θυγάτηρ ἐμὴ Λευκίππη καὶ Πάνθεια γυνή· πόλεμος γὰρ περιελαύνει Βυζαντίους Θρᾳκικός. σῶζε δέ μοι τὰ φίλτατα τοῦ γένους μέχρι τῆς τοῦ πολέμου τύχης.” | |
1.4.1 | Ταῦτα ὁ πατὴρ ἀναγνοὺς ἀναπηδᾷ καὶ ἐπὶ τὴν θάλασσαν ἐκτρέχει καὶ μικρὸν ὕστερον αὖθις ἐπανῆκεν. εἵπετο δὲ αὐτῷ κα‐ τόπιν πολὺ πλῆθος οἰκετῶν καὶ θεραπαινίδων, ἃς συνεκπέμψας ὁ Σώστρατος ἔτυχε ταῖς γυναιξίν. ἐν μέσοις δὲ ἦν γυνὴ μεγάλη καὶ | |
5 | πλουσία τῇ στολῇ. | |
1.4.2 | ὡς δὲ ἐνέτεινα τοὺς ὀφθαλμοὺς κατ’ αὐτήν, | |
ἐν ἀριστερᾷ παρθένος ἐκφαίνεταί μοι καὶ καταστράπτει μου τοὺς ὀφθαλμοὺς τῷ προσώπῳ. | 5 | |
1.4.3 | τοιαύτην εἶδον ἐγώ ποτε ἐπὶ ταύρῳ γεγραμμένην Σελήνην· ὄμμα γοργὸν ἐν ἡδονῇ· κόμη ξανθή, τὸ ξανθὸν οὖλον· ὀφρὺς μέλαινα, τὸ μέλαν ἄκρατον· λευκὴ παρειά, τὸ λευκὸν εἰς μέσον ἐφοινίσσετο καὶ ἐμιμεῖτο πορφύραν, εἰς οἵαν τὸν | |
5 | ἐλέφαντα Λυδία βάπτει γυνή· τὸ στόμα ῥόδων ἄνθος ἦν, ὅταν ἄρχη‐ ται τὸ ῥόδον ἀνοίγειν τῶν φύλλων τὰ χείλη. | |
1.4.4 | ὡς δὲ εἶδον, εὐθὺς ἀπωλώλειν· κάλλος γὰρ ὀξύτερον τιτρώσκει βέλους καὶ διὰ τῶν ὀφθαλμῶν εἰς τὴν ψυχὴν καταρρεῖ· ὀφθαλμὸς γὰρ ὁδὸς ἐρωτικῷ τραύματι. | |
1.4.5 | πάντα δέ με εἶχεν ὁμοῦ, ἔπαινος, ἔκπληξις, τρόμος, αἰδώς, ἀναίδεια. ἐπῄνουν τὸ μέγεθος, ἐκπεπλήγμην τὸ κάλλος, ἔτρεμον τὴν καρδίαν, ἔβλεπον ἀναιδῶς, ᾐδούμην ἁλῶναι. τοὺς δὲ ὀφθαλμοὺς ἀφέλκειν μὲν ἀπὸ τῆς κόρης ἐβιαζόμην· οἱ δὲ οὐκ ἤθελον, | |
5 | ἀλλ’ ἀνθεῖλκον ἑαυτοὺς ἐκεῖ τῷ τοῦ κάλλους ἑλκόμενοι πείσματι, καὶ τέλος ἐνίκησαν. | |
1.5.1 | Αἱ μὲν δὴ κατήγοντο πρὸς ἡμᾶς, καὶ αὐταῖς ὁ πατὴρ μέρος τι τῆς οἰκίας ἀποτεμόμενος εὐτρεπίζει δεῖπνον. καὶ ἐπεὶ καιρὸς ἦν, συνεπίνομεν κατὰ δύο τὰς κλίνας διαλαχόντες (οὕτω γὰρ ἔταξεν ὁ πατήρ), αὐτὸς κἀγὼ τὴν μέσην, αἱ μητέρες αἱ δύο τὴν ἐν ἀριστερᾷ· | |
5 | τὴν δεξιὰν εἶχον αἱ παρθένοι. | |
1.5.2 | ἐγὼ δὲ ὡς ταύτην ἤκουσα τὴν εὐταξίαν, μικροῦ προσελθὼν τὸν πατέρα κατεφίλησα, ὅτι μου κατ’ ὀφθαλμοὺς ἀνέκλινε τὴν παρθένον. | |
1.5.3 | τί μὲν οὖν ἔφαγον, μὰ τοὺς θεούς, ἔγωγε οὐκ ᾔδειν· ἐῴκειν γὰρ τοῖς ἐν ὀνείροις ἐσθίουσιν. ἐρείσας δὲ κατὰ τῆς στρωμνῆς τὸν ἀγκῶνα καὶ ἐγκλίνας ἐμαυτὸν ὅλοις ἔβλεπον τὴν κόρην τοῖς προσώποις, κλέπτων ἅμα τὴν θέαν· | |
5 | τοῦτο γάρ μου ἦν τὸ δεῖπνον. | |
1.5.4 | ὡς δὲ ἦμεν ἀπὸ τοῦ δείπνου, παῖς ἔρχεται κιθάραν ἁρμοσάμενος, τοῦ πατρὸς οἰκέτης, καὶ ψιλαῖς τὸ πρῶτον διατινάξας ταῖς χερσὶ τὰς χορδὰς ἔκρουε· καί τι κρουμάτιον ὑπολιγήνας ὑποψιθυρίζουσι τοῖς δακτύλοις, μετὰ τοῦτο ἤδη τῷ πλήκ‐ | 6 |
5 | τρῳ τὰς χορδὰς ἔκρουε καὶ ὀλίγον ὅσον κιθαρίσας συνῇδε τοῖς κρού‐ μασι. | |
1.5.5 | τὸ δὲ ᾆσμα ἦν Ἀπόλλων μεμφόμενος τὴν Δάφνην φεύγου‐ σαν καὶ διώκων ἅμα καὶ μέλλων καταλαμβάνειν, καὶ γινομένη φυτὸν ἡ κόρη, καὶ Ἀπόλλων τὸ φυτὸν στεφανούμενος. τοῦτό μοι μᾶλλον ᾀσθὲν τὴν ψυχὴν ἐξέκαυσεν· | |
1.5.6 | ὑπέκκαυμα γὰρ ἐπιθυμίας λόγος ἐρωτικός. κἂν εἰς σωφροσύνην τις ἑαυτὸν νουθετῇ, τῷ παραδείγματι πρὸς τὴν μίμησιν ἐρεθίζεται, μάλιστα ὅταν ἐκ τοῦ κρείττονος ᾖ τὸ παράδειγμα· ἡ γὰρ ὧν ἁμαρτάνει τις αἰδὼς τῷ τοῦ βελτίονος ἀξιώ‐ | |
5 | ματι παρρησία γίνεται. | |
1.5.7 | καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον· “Ἰδοὺ καὶ Ἀπόλλων ἐρᾷ, κἀκεῖνος παρθένου, καὶ ἐρῶν οὐκ αἰσχύνεται, ἀλλὰ διώκει τὴν παρθένον· σὺ δὲ ὀκνεῖς καὶ αἰδῇ καὶ ἀκαίρως σω‐ φρονεῖς· μὴ κρείττων εἶ τοῦ θεοῦ;” | |
1.6.1 | Ὡς δὲ ἦν ἑσπέρα, πρότεραι μὲν πρὸς ὕπνον ἐτράπησαν αἱ γυναῖκες, μικρὸν δὲ ὕστερον καὶ ἡμεῖς· οἱ μὲν δὴ ἄλλοι τῇ γαστρὶ μετρήσαντες τὴν ἡδονήν, ἐγὼ δὲ τὴν εὐωχίαν ἐν τοῖς ὀφθαλμοῖς φέρων τῶν τε τῆς κόρης προσώπων γεμισθεὶς καὶ ἀκράτῳ θεάματι | |
5 | καὶ μέχρι κόρου προελθὼν ἀπῆλθον μεθύων ἔρωτι. | |
1.6.2 | ὡς δὲ εἰς τὸ δωμάτιον παρῆλθον, ἔνθα μοι καθεύδειν ἔθος ἦν, οὐδὲ ὕπνου τυχεῖν ἠδυνάμην. ἔστι μὲν γὰρ φύσει καὶ τὰ ἄλλα νοσήματα καὶ τὰ τοῦ σώματος τραύματα 〈ἐν〉 νυκτὶ χαλεπώτερα καὶ ἐπανίσταται μᾶλλον | |
5 | ἡμῖν ἡσυχάζουσι καὶ ἐρεθίζει τὰς ἀλγηδόνας· | |
1.6.3 | ὅταν γὰρ ἀναπαύη‐ ται τὸ σῶμα, τότε σχολάζει τὸ ἕλκος νοσεῖν· τὰ δὲ τῆς ψυχῆς τραύ‐ | |
ματα, μὴ κινουμένου τοῦ σώματος, πολὺ μᾶλλον ὀδυνᾷ. ἐν ἡμέρᾳ μὲν γὰρ ὀφθαλμοὶ καὶ ὦτα πολλῆς γεμιζόμενα περιεργίας ἐπικου‐ | 7 | |
5 | φίζει τῆς νόσου τὴν ἀκμήν, ἀντιπεριάγοντα τὴν ψυχὴν τῆς εἰς τὸ πονεῖν σχολῆς· ἂν δὲ ἡσυχίᾳ τὸ σῶμα πεδηθῇ, καθ’ ἑαυτὴν ἡ ψυχὴ γενομένη τῷ κακῷ κυμαίνεται. | |
1.6.4 | πάντα γὰρ ἐξεγείρεται τότε τὰ τέως κοιμώμενα· τοῖς πενθοῦσιν αἱ λῦπαι, τοῖς μεριμνῶσιν αἱ φρον‐ τίδες, τοῖς κινδυνεύουσιν οἱ φόβοι, τοῖς ἐρῶσι τὸ πῦρ. περὶ δὲ τὴν ἕω μόλις ἐλεήσας μέ τις ὕπνος ἀνέπαυσεν ὀλίγον. | |
1.6.5 | ἀλλ’ οὐδὲ τότε μου τῆς ψυχῆς ἀπελθεῖν ἤθελεν ἡ κόρη· πάντα γὰρ ἦν μοι Λευκίππη τὰ ἐνύπνια· διελεγόμην αὐτῇ, συνέπαιζον, συνεδείπνουν, ἡπτόμην, πλείονα εἶχον ἀγαθὰ τῆς ἡμέρας· καὶ γὰρ κατεφίλησα, καὶ ἦν τὸ | |
5 | φίλημα ἀληθινόν· ὥστε ἐπειδή με ἤγειρεν ὁ οἰκέτης, ἐλοιδορούμην αὐτῷ τῆς ἀκαιρίας, ἀπολέσας ὄνειρον οὕτω γλυκύν. | |
1.6.6 | ἀναστὰς οὖν ἐβάδιζον ἐξεπίτηδες εἴσω τῆς οἰκίας κατὰ πρόσωπον τῆς κόρης, βιβλίον ἅμα κρατῶν, καὶ ἐγκεκυφὼς ἀνεγίνωσκον· τὸν δὲ ὀφθαλμόν, εἰ κατὰ τὰς θύρας γενοίμην, ὑπείλιττον κάτωθεν, καί τινας ἐμπεριπα‐ | |
5 | τήσας διαύλους καὶ ἐποχετευσάμενος ἐκ τῆς θέας ἔρωτα σαφῶς ἀπῄειν ἔχων τὴν ψυχὴν κακῶς. καὶ ταῦτά μοι τριῶν ἡμερῶν ἐπυρ‐ σεύετο. | |
1.7.1 | Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβη‐ κὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος· μειρακίου δὲ ὁ ἔρως ἦν. οὕτω δὲ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριά‐ μενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο | |
5 | φέρων αὐτῷ τὸν ἵππον. | |
1.7.2 | ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς. ὁ δέ μοι μειδιῶν καὶ τὴν κεφαλὴν ἐπισείων ἔλεγεν· “Ἔσῃ καὶ σύ μοι ποτὲ δοῦλος.” | |
1.7.3 | ταχὺ πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρα‐ καθισάμενος, “Ἔδωκα,” ἔφην, “Κλεινία, σοι δίκην τῶν σκωμ‐ | |
μάτων. δοῦλος γέγονα κἀγώ.” ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέ‐ λασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν | 8 | |
5 | ἀγρυπνίαν· καί, “Ἐρᾷς,” εἶπεν, “ἐρᾷς ἀληθῶς· οἱ ὀφθαλμοί σου λέγουσιν.” ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχει (τοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίῳ) τεθορυβημένος, “Οἴχομαί σοι,” λέγων, “Κλεινία.” | |
1.7.4 | καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος· καὶ τῇ φωνῇ τρέμων, “Ἀποκτενεῖς,” εἶπε, “σιωπῶν· τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;” καὶ ὁ Χαρικλῆς, “Γάμον,” εἶπεν, “ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ | |
5 | συνοικῶ τῷ κακῷ. πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ· ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν. | |
1.7.5 | ἀλλὰ πρὸς τὸν πλοῦτον ὁ πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος. ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν, ἵνα γήμω πωλούμενος.” | |
1.8.1 | Ὡς οὖν ταῦτα ἤκουσεν ὁ Κλεινίας, ὠχρίασεν. ἐπιπαρώξυνεν οὖν τὸ μειράκιον ἀποθέσθαι τὸν γάμον, τὸ τῶν γυναικῶν γένος λοιδορῶν. “Γάμον,” εἶπεν, “ἤδη σοι δίδωσιν ὁ πατήρ; τί γὰρ ἠδίκη‐ σας, ἵνα καὶ πεδηθῇς; | |
1.8.2 | οὐκ ἀκούεις τοῦ Διὸς λέγοντος ‘Τοῖς δ’ ἐγὼ ἀντὶ πυρὸς δώσω κακόν, ᾧ κεν ἅπαντες τέρπωνται κατὰ θυμόν, ἑὸν κακὸν ἀμφαγαπῶντεσ‘; αὕτη γυναικῶν ἡδονή, καὶ ἔοικε τῇ τῶν Σειρήνων φύσει· κἀκεῖναι | |
5 | γὰρ ἡδονῇ φονεύουσιν ᾠδῆς. | |
1.8.3 | ἔστι δέ σοι συνιέναι τὸ μέγεθος τοῦ κακοῦ καὶ ἀπ’ αὐτῆς τῆς τοῦ γάμου παρασκευῆς· βόμβος αὐλῶν, δικλίδων κτύπος, πυρσῶν δᾳδουχία. ἐρεῖ τις ἰδὼν τοσοῦτον κυδοιμόν· ‘Ἀτυχὴς ὁ μέλλων γαμεῖν· ἐπὶ πόλεμον, δοκῶ μοι, πέμπεται.‘ | |
1.8.4 | ἀλλ’ εἰ μὲν ἰδιώτης ἦσθα μουσικῆς, ἠγνόεις ἂν τὰ τῶν γυναικῶν δράματα· νῦν δὲ κἂν ἄλλοις λέγοις, ὅσων ἐνέπλησαν μύθων γυναῖκες | |
τὴν σκηνήν· 〈ὁ〉 ὅρμος Ἐριφύλης, Φιλομήλας ἡ τράπεζα, Σθενεβοίας ἡ διαβολή, Ἀερόπης ἡ κλοπή, Πρόκνης ἡ σφαγή. | 9 | |
1.8.5 | ἂν τὸ Χρυσηΐδος κάλλος Ἀγαμέμνων ποθῇ, λοιμὸν τοῖς Ἕλλησι ποιεῖ· ἂν τὸ Βρισηΐ‐ δος κάλλος Ἀχιλλεὺς ποθῇ, πένθος αὑτῷ προξενεῖ· ἐὰν ἔχῃ γυναῖκα Κανδαύλης καλήν, φονεύει Κανδαύλην ἡ γυνή. | |
1.8.6 | τὸ μὲν γὰρ Ἑλένης τῶν γάμων πῦρ ἀνῆψε κατὰ τῆς Τροίας ἄλλο πῦρ· ὁ δὲ Πηνελόπης γάμος τῆς σώφρονος πόσους νυμφίους ἀπώλεσεν; ἀπέκτεινεν Ἱππό‐ λυτον φιλοῦσα Φαίδρα, Κλυταιμήστρα δὲ Ἀγαμέμνονα μὴ φιλοῦσα. | |
1.8.7 | ὦ πάντα τολμῶσαι γυναῖκες· κἂν φιλῶσι, φονεύουσι· κἂν μὴ φιλῶσι, φονεύουσιν. Ἀγαμέμνονα ἔδει φονευθῆναι τὸν καλόν, οὗ κάλλος οὐράνιον ἦν, ὄμματα καὶ κεφαλὴν ἴκελος Διῒ τερπικεραύνῳ· | |
5 | καὶ ταύτην ἀπέκοψεν, ὦ Ζεῦ, τὴν κεφαλὴν γυνή. | |
1.8.8 | καὶ ταῦτα μὲν ἐπὶ τῶν εὐμόρφων τις ἂν εἴποι γυναικῶν, ἔνθα καὶ μέτριον τὸ ἀτύ‐ χημα. τὸ γὰρ κάλλος ἔχει τινὰ παρηγορίαν τῶν κακῶν, καὶ τοῦτό ἐστιν ἐν ἀτυχήμασιν εὐτυχεῖν· εἰ δὲ μηδὲ εὔμορφος, ὡς φῄς, ἡ | |
5 | συμφορὰ διπλῆ. καὶ πῶς ἄν τις ἀνάσχοιτο, καὶ ταῦτα μειράκιον οὕτω καλόν; | |
1.8.9 | μή, πρὸς θεῶν, Χαρίκλεις, μήπω μοι δοῦλος γένῃ, μηδὲ τὸ ἄνθος πρὸ καιροῦ τῆς ἥβης ἀπολέσῃς· πρὸς γὰρ τοῖς ἄλλοις καὶ τοῦτό ἐστι τοῦ γάμου τὸ ἀτύχημα· μαραίνει τὴν ἀκμήν. μή, δέομαι, Χαρίκλεις, μήπω μοι μαρανθῇς· μὴ παραδῷς εὔμορφον τρυγῆσαι | |
5 | ῥόδον ἀμόρφῳ γεωργῷ.” | |
1.8.10 | καὶ ὁ Χαρικλῆς, “Ταῦτα μέν,” ἔφη, “καὶ θεοῖς καὶ ἐμοὶ μελήσει· καὶ γὰρ εἰς τὴν προθεσμίαν τῶν γάμων χρόνος ἐστὶν ἡμερῶν, πολλὰ δ’ ἂν γένοιτο καὶ ἐν νυκτὶ μιᾷ· καὶ κατὰ σχολὴν ζητήσομεν. | |
1.8.11 | τὸ δὲ νῦν ἔχον, ἐφ’ ἱππασίαν ἄπειμι. ἐξ οὗ γάρ μοι τὸν ἵππον ἐχαρίσω τὸν καλόν, οὔπω σου τῶν δώρων | |
ἀπήλαυσα. ἐπικουφιεῖ δέ μοι τὸ γυμνάσιον τῆς ψυχῆς τὸ λυπούμενον.” ὁ μὲν οὖν ἀπῄει τὴν τελευταίαν ὁδὸν, ὕστατα καὶ πρῶτα μελλήσων | 10 | |
5 | ἱππάζεσθαι. | |
1.9.1 | Ἐγὼ δὲ πρὸς τὸν Κλεινίαν καταλέγω μου τὸ δρᾶμα πῶς ἐγένετο, πῶς πάθοιμι, πῶς ἴδοιμι, τὴν καταγωγήν, τὸ δεῖπνον, τὸ κάλλος τῆς κόρης. τελευτῶν δὲ τῷ λόγῳ συνίειν ἀσχημονῶν, “Οὐ φέρω,” λέγων, “Κλεινία, τὴν ἀνίαν· ὅλος γάρ μοι προσέπεσεν ὁ | |
5 | Ἔρως καὶ αὐτόν μου διώκει τὸν ὕπνον τῶν ὀμμάτων· πάντοτε Λευ‐ κίππην φαντάζομαι. | |
1.9.2 | οὐ γέγονεν ἄλλῳ τινὶ τοιοῦτον ἀτύχημα· τὸ γὰρ κακόν μοι καὶ συνοικεῖ.” καὶ ὁ Κλεινίας, “Ληρεῖς,” εἶπεν, “οὕτως εἰς ἔρωτα εὐτυχῶν. οὐ γὰρ ἐπ’ ἀλλοτρίας θύρας ἐλθεῖν σε δεῖ οὐδὲ διάκονον παρακαλεῖν· αὐτήν σοι δέδωκε τὴν ἐρωμένην ἡ | |
5 | τύχη καὶ φέρουσα ἔνδον ἵδρυσεν. | |
1.9.3 | ἄλλῳ μὲν γὰρ ἐραστῇ καὶ βλέμμα μόνον ἤρκεσε τηρουμένης παρθένου, καὶ μέγιστον τοῦτο ἀγαθὸν νενό‐ μικεν ἐραστής, ἐὰν καὶ μέχρι τῶν ὀμμάτων εὐτυχῇ, οἱ δὲ εὐδαιμο‐ νέστεροι τῶν ἐραστῶν, ἂν τύχωσι κἂν ῥήματος μόνου. σὺ δὲ βλέπεις | |
5 | ἀεὶ καὶ ἀκούεις ἀεὶ καὶ συνδειπνεῖς καὶ συμπίνεις· | |
1.9.4 | καὶ ταῦτα εὐτυχῶν ἐγκαλεῖς· ἀχάριστος εἶ πρὸς ἔρωτος δωρεάν. οὐκ οἶδας οἷόν ἐστιν ἐρωμένη βλεπομένη· μείζονα τῶν ἔργων ἔχει τὴν ἡδονήν. ὀφθαλμοὶ γὰρ ἀλλήλοις ἀντανακλώμενοι ἀπομάττουσιν ὡς ἐν κατόπ‐ | |
5 | τρῳ τῶν σωμάτων τὰ εἴδωλα· ἡ δὲ τοῦ κάλλους ἀπορροή, δι’ αὐτῶν εἰς τὴν ψυχὴν καταρρέουσα, ἔχει τινὰ μίξιν ἐν ἀποστάσει· | |
1.9.5 | καὶ ὀλίγον ἐστὶ τῆς τῶν σωμάτων μίξεως· καινὴ γάρ ἐστι σωμάτων συμπλοκή. ἐγὼ δέ σοι καὶ τὸ ἔργον ἔσεσθαι ταχὺ μαντεύομαι. | |
μέγιστον γάρ ἐστιν ἐφόδιον εἰς πειθὼ συνεχὴς πρὸς ἐρωμένην ὁμιλία. | 11 | |
5 | ὀφθαλμὸς γὰρ φιλίας πρόξενος καὶ τὸ σύνηθες τῆς κοινωνίας εἰς χάριν ἀνυσιμώτερον. | |
1.9.6 | εἰ γὰρ τὰ ἄγρια τῶν θηρίων συνηθείᾳ τιθα‐ σεύεται, πολὺ μᾶλλον ταύτῃ μαλαχθείη καὶ γυνή. ἔχει δέ τι πρὸς παρθένον ἐπαγωγὸν ἡλικιώτης ἐρῶν· τὸ δὲ ἐν ὥρᾳ τῆς ἀκμῆς ἐπεῖγον εἰς τὴν φύσιν καὶ τὸ συνειδὸς τοῦ φιλεῖσθαι τίκτει πολλάκις ἀντέ‐ | |
5 | ρωτα. θέλει γὰρ ἑκάστη τῶν παρθένων εἶναι καλή, καὶ φιλουμένη χαίρει καὶ ἐπαινεῖ τῆς μαρτυρίας τὸν φιλοῦντα· κἂν μὴ φιλήσῃ τις αὐτήν, οὔπω πεπίστευκεν εἶναι καλή. | |
1.9.7 | ἓν οὖν σοι παραινῶ μόνον· ἐρᾶσθαι πιστευσάτω, καὶ ταχέως σε μιμήσεται.” “Πῶς οὖν ἄν,” εἶπον, “γένοιτο τοῦτο τὸ μάντευμα; δός μοι τὰς ἀφορμάς· σὺ γὰρ ἀρχαιότερος μύστης ἐμοῦ καὶ συνηθέστερος ἤδη τῇ τελετῇ τοῦ θεοῦ. | |
5 | τί λέγω; τί ποιῶ; πῶς ἂν τύχοιμι τῆς ἐρωμένης; οὐκ οἶδα γὰρ ἐγὼ τὰς ὁδούς.” | |
1.10.1 | “Μηδέν,” εἶπεν ὁ Κλεινίας, “πρὸς ταῦτα ζήτει παρ’ ἄλλου μαθεῖν· αὐτοδίδακτος γάρ ἐστιν ὁ θεὸς σοφιστής. ὥσπερ γὰρ τὰ ἀρτίτοκα τῶν βρεφῶν οὐδεὶς διδάσκει τὴν τροφήν, αὐτόματα δὲ ἐκμανθάνει καὶ οἶδεν ἐν τοῖς μαζοῖς οὖσαν αὐτοῖς τὴν τράπεζαν, | |
5 | οὕτω καὶ νεανίσκος ἔρωτος πρωτοκύμων οὐ δεῖται διδασκαλίας πρὸς τὸν τοκετόν. | |
1.10.2 | ἐὰν γὰρ ἡ ὠδὶς παραγένηται καὶ ἐνστῇ τῆς ἀνάγκης ἡ προθεσμία, μηδὲν πλανηθείς, κἂν πρωτοκύμων ᾖς, εὑρήσεις τεκεῖν, ὑπ’ αὐτοῦ μαιωθεὶς τοῦ θεοῦ. ὅσα δέ ἐστι κοινὰ καὶ μὴ τῆς εὐκαίρου τύχης δεόμενα, ταῦτα ἀκούσας μάθε. σὺ μηδὲν μὲν εἴπῃς πρὸς τὴν | |
5 | παρθένον Ἀφροδίσιον, τὸ δὲ ἔργον ζήτει πῶς γένηται σιωπῇ. | |
1.10.3 | παῖς γὰρ καὶ παρθένος ὅμοιοι μέν εἰσιν εἰς αἰδῶ· πρὸς δὲ τὴν τῆς Ἀφρο‐ δίτης χάριν κἂν γνώμης ἔχωσιν, ἃ πάσχουσιν ἀκούειν οὐ θέλουσι· τὴν γὰρ αἰσχύνην κεῖσθαι νομίζουσιν ἐν τοῖς ῥήμασι. | |
1.10.4 | γυναῖκας μὲν γὰρ εὐφραίνει καὶ τὰ ῥήματα· παρθένος δὲ τοὺς μὲν ἔξωθεν ἀκροβολισμοὺς τῶν ἐραστῶν εἰς πεῖραν φέρει καὶ ἄφνω συντίθεται τοῖς νεύμασιν· ἐὰν δὲ αἰτήσῃς τὸ ἔργον προσελθών, ἐκπλήξεις αὐτῆς | 12 |
5 | τὰ ὦτα τῇ φωνῇ, καὶ ἐρυθριᾷ καὶ μισεῖ τὸ ῥῆμα καὶ λοιδορεῖσθαι δοκεῖ· κἂν ὑποσχέσθαι θέλῃ τὴν χάριν, αἰσχύνεται. τότε γὰρ πάσχειν νομίζει τὸ ἔργον, ὅτε μᾶλλον τὴν πεῖραν ἐκ τῆς τῶν λόγων ἡδονῆς ἀκούει. | |
1.10.5 | ἐὰν δέ, τὴν πεῖραν προσάγων τὴν ἄλλην καὶ εὐάγωγον αὐτὴν κατασκευάσας, ἡδέως ἤδη προσέρχῃ, σιώπα μὲν οὖν τὰ πολλὰ ὡς ἐν μυστηρίοις, φίλησον δὲ προσελθὼν ἠρέμα· τὸ γὰρ ἐραστοῦ φίλημα πρὸς ἐρωμένην θέλουσαν μὲν παρέχειν αἴτησίς ἐστι σιωπῇ, | |
5 | πρὸς ἀπειθοῦσαν δέ, ἱκετηρία. | |
1.10.6 | κἂν μὲν προσῇ τις συνθήκη τῆς πράξεως, πολλάκις δὲ καὶ ἑκοῦσαι πρὸς τὸ ἔργον ἐρχόμεναι θέλουσι βιάζεσθαι δοκεῖν, ἵνα τῇ δόξῃ τῆς ἀνάγκης ἀποτρέπωνται τῆς αἰσχύνης τὸ ἑκούσιον. μὴ τοίνυν ὀκνήσῃς, ἐὰν ἀνθισταμένην αὐτὴν | |
5 | ἴδῃς, ἀλλ’ ἐπιτήρει πῶς ἀνθίσταται· σοφίας γὰρ κἀνταῦθα δεῖ. | |
1.10.7 | κἂν μὲν προσκαρτερῇ, ἐπίσχες τὴν βίαν· οὔπω γὰρ πείθεται· ἐὰν δὲ μαλθακώτερον ἤδη θέλῃ, χορήγησον τὴν ὑπόκρισιν, μὴ ἀπολέσῃς σου τὸ δρᾶμα.” | |
1.11.1 | Κἀγὼ δέ, “Μεγάλα μέν,” ἔφην, “ἐφόδιά μοι δέδωκας καὶ εὔχομαι τυχεῖν, Κλεινία. φοβοῦμαι δ’ ὅμως μὴ κακῶν μοι γένηται τὸ εὐτύχημα μειζόνων ἀρχὴ καὶ ἐπιτρίψῃ με πρὸς ἔρωτα πλείονα. ἂν οὖν αὐξηθῇ μοι τὸ δεινόν, τί δράσω; | |
1.11.2 | γαμεῖν μὲν οὐκ ἂν δυναί‐ μην. ἄλλῃ γὰρ δέδομαι παρθένῳ. ἐπίκειται δέ μοι πρὸς τοῦτον τὸν γάμον ὁ πατήρ, δίκαια αἰτῶν, οὐ ξένην οὐδὲ αἰσχρὰν γῆμαι κόρην, οὐδ’ ὡς Χαρικλέα πλούτῳ με πωλεῖ, ἀλλ’ αὑτοῦ μοι δίδωσι θυγατέρα, | |
5 | καλὴν μέν, ὦ θεοί, πρὶν Λευκίππην ἰδεῖν· νῦν δὲ καὶ πρὸς τὸ κάλλος αὐτῆς τυφλώττω καὶ πρὸς Λευκίππην μόνην τοὺς ὀφθαλμοὺς ἔχω. | |
1.11.3 | ἐν μεθορίῳ κεῖμαι δύο ἐναντίων· Ἔρως ἀνταγωνίζεται καὶ πατήρ. ὁ μὲν ἕστηκεν αἰδοῖ κρατῶν, ὁ δὲ κάθηται πυρπολῶν. πῶς κρίνω τὴν δίκην; ἀνάγκη μάχεται καὶ φύσις. καὶ θέλω μὲν σοὶ δικάσαι, πάτερ, ἀλλ’ ἀντίδικον ἔχω χαλεπώτερον. βασανίζει τὸν δικαστήν, | 13 |
5 | ἕστηκε μετὰ βελῶν, κρίνεται μετὰ πυρός. ἂν ἀπειθήσω, πάτερ, αὐτῷ καίομαι τῷ πυρί.” | |
1.12.1 | Ἡμεῖς μὲν οὖν ταῦτα ἐφιλοσοφοῦμεν περὶ τοῦ θεοῦ· ἐξαίφνης δὲ παῖς εἰστρέχει τῶν τοῦ Χαρικλέους οἰκετῶν, ἔχων ἐπὶ τοῦ προ‐ σώπου τὴν ἀγγελίαν τοῦ κακοῦ, ὡς καὶ τὸν Κλεινίαν εὐθὺς ἀνακραγεῖν θεασάμενον· “Κακόν τι γέγονε Χαρικλεῖ.” ἅμα δὲ αὐτῷ λέγοντι | |
5 | συνεξεφώνησεν ὁ οἰκέτης· “Τέθνηκε Χαρικλῆς.” | |
1.12.2 | τὸν μὲν δὴ Κλεινίαν πρὸς τὴν ἀγγελίαν ἀφῆκεν ἡ φωνὴ καὶ ἔμενεν ἀκίνητος, ὥσπερ τυφῶνι βεβλημένος τῷ λόγῳ. ὁ δὲ οἰκέτης διηγεῖται· “Ἐπὶ τὸν ἵππον τὸν σὸν ἐκάθισεν, ὦ Κλεινία, ὃς τὰ πρῶτα μὲν ἤλαυνεν | |
5 | ἠρέμα, δύο δὲ περιελθὼν ἢ τρεῖς δρόμους τὴν ἱππασίαν ἐπέσχε καὶ τὸν ἵππον ἱδροῦντα κατέψα καθήμενος, τοῦ ῥυτῆρος ἀμελήσας. | |
1.12.3 | ἀπομάττοντος δὲ τῆς ἕδρας τοὺς ἱδρῶτας ψόφος κατόπιν γίνεται, καὶ ὁ ἵππος ἐκταραχθεὶς πηδᾷ ὄρθιος ἀρθεὶς καὶ ἀλογίστως ἐφέρετο. τὸν γὰρ χαλινὸν δακὼν καὶ τὸν αὐχένα σιμώσας φρίξας τε τὴν κόμην, οἰστρηθεὶς τῷ φόβῳ διαέριος ἵπτατο. τῶν δὲ ποδῶν οἱ μὲν | |
5 | ἔμπροσθεν ἥλλοντο, οἱ δὲ ὄπισθεν τοὺς πρόσθεν ἐπειγόμενοι φθάσαι τὸν δρόμον ἐπέσπευδον, διώκοντες τὸν ἵππον. | |
1.12.4 | ὁ δὲ ἵππος τῇ τῶν ποδῶν κυρτούμενος ἁμίλλῃ ἄνω τε καὶ κάτω πηδῶν πρὸς τὴν ἑκατέ‐ ρων σπουδὴν δίκην νεὼς χειμαζομένης τοῖς νώτοις ἐκυμαίνετο. ὁ δὲ κακοδαίμων Χαρικλῆς ὑπὸ τοῦ τῆς ἱππείας ταλαντούμενος κύματος | |
5 | ἐκ τῆς ἕδρας ἐσφαιρίζετο, ποτὲ μὲν ἐπ’ οὐρὰν κατολισθαίνων, ποτὲ | |
δὲ ἐπὶ τράχηλον κυβιστῶν· ὁ δὲ τοῦ κλύδωνος ἐπίεζεν αὐτὸν χειμών. | 14 | |
1.12.5 | τῶν δὲ ῥυτήρων οὐκέτι κρατεῖν δυνάμενος, δοὺς δὲ ἑαυτὸν ὅλως τῷ τοῦ δρόμου πνεύματι, τῆς τύχης ἦν. ὁ δὲ ἵππος ῥύμῃ θέων ἐκτρέπεται τῆς λεωφόρου καὶ ἐς ὕλην ἐπήδησε καὶ εὐθὺς τὸν ἄθλιον Χαρικλέα περιρρήγνυσι δένδρῳ. ὁ δέ, ὡς ἀπὸ μηχανῆς προσαραχθείς, | |
5 | ἐκκρούεται μὲν τῆς ἕδρας, ὑπὸ δὲ τῶν τοῦ δένδρου κλάδων τὸ πρό‐ σωπον αἰσχύνεται καὶ τοσούτοις περιδρύπτεται τραύμασιν, ὅσαι τῶν κλάδων ἦσαν αἱ αἰχμαί. | |
1.12.6 | οἱ δὲ ῥυτῆρες αὐτῷ περιδεθέντες οὐκ ἤθελον ἀφεῖναι τὸ σῶμα, ἀλλ’ ἀνθεῖλκον αὐτόν, περισύροντες θανάτου τρίβον. ὁ δὲ ἵππος ἔτι μᾶλλον ἐκταραχθεὶς τῷ πτώματι καὶ ἐμποδι‐ ζόμενος εἰς τὸν δρόμον τῷ σώματι κατεπάτει τὸν ἄθλιον, ἐκλακτίζων | |
5 | τὸν δεσμὸν τῆς φυγῆς· ὥστε οὐκ ἂν αὐτόν τις ἰδὼν οὐδὲ γνωρίσειεν.” | |
1.13.1 | Ταῦτα μὲν οὖν ἀκούων ὁ Κλεινίας ἐσίγα τινὰ χρόνον ὑπὸ ἐκπλήξεως· μεταξὺ δὲ νήψας ἐκ τοῦ κακοῦ διωλύγιον ἐκώκυσε καὶ ἐκδραμεῖν ἐπὶ τὸ σῶμα μὲν ἠπείγετο· ἐπηκολούθουν δὲ κἀγώ, παρηγορῶν ὡς ἠδυνάμην. | |
1.13.2 | καὶ ἐν τούτῳ φοράδην Χαρικλῆς ἐκομί‐ ζετο, θέαμα οἴκτιστον καὶ ἐλεεινόν· ὅλος γὰρ τραῦμα ἦν, ὥστε μηδένα τῶν παρόντων κατασχεῖν τὰ δάκρυα. ἐξῆρχε δὲ τοῦ θρήνου ὁ πατὴρ πολυτάρακτον βοῶν· “Οἷος ἀπ’ ἐμοῦ προελθών, οἷος | |
5 | ἐπανέρχῃ μοι, τέκνον· ὢ πονηρῶν ἱππασμάτων. οὐδὲ κοινῷ μοι θανάτῳ τέθνηκας· οὐδὲ εὐσχήμων φαίνῃ νεκρός. | |
1.13.3 | τοῖς μὲν γὰρ ἄλλοις τῶν ἀποθανόντων κἂν ἴχνος τῶν γνωρισμάτων διασώζεται· κἂν τὸ ἄνθος τις τῶν προσώπων ἀπολέσῃ, τηρεῖ τὸ εἴδωλον καὶ παρηγορεῖ τὸ λυπούμενον καθεύδοντα μιμούμενος· τὴν μὲν γὰρ ψυχὴν | |
5 | ἐξεῖλεν ὁ θάνατος, ἐν δὲ τῷ σώματι τηρεῖ τὸν ἄνθρωπον. | |
1.13.4 | σοῦ δὲ ὁμοῦ καὶ ταῦτα διέφθειρεν ἡ τύχη, καί μοι τέθνηκας θάνατον διπλοῦν, ψυχῇ καὶ σώματι. οὕτως σου τέθνηκε καὶ τῆς εἰκόνος ἡ σκιά· ἡ μὲν γὰρ ψυχή σου πέφευγεν, οὐχ εὑρίσκω δέ σε οὐδὲ ἐν τῷ σώματι. | |
1.13.5 | πότε μοι, τέκνον, γαμεῖς; πότε σου θύσω τοὺς γάμους, ἱππεῦ καὶ νυμφίε; νυμφίε μὲν ἀτελές, ἱππεῦ δὲ δυστυχές. τάφος μέν σοι, τέκνον, ὁ θάλαμος, γάμος δὲ ὁ θάνατος, θρῆνος δὲ ὁ ὑμέναιος, ὁ δὲ κωκυτὸς οὗτος τῶν γάμων ᾠδαί. | 15 |
1.13.6 | ἄλλο σοι, τέκνον, προσεδόκων πῦρ ἀνάψαι· ἀλλὰ τοῦτο μὲν ἔσβεσεν ἡ φθονερὰ τύχη μετὰ σοῦ· ἀνάπτει δέ σοι δᾷδας κακῶν. ὢ πονηρᾶς ταύτης δᾳδουχίας· ἡ νυμφική σοι δᾳδουχία ταφὴ γίνεται.” | |
1.14.1 | Ταῦτα μὲν οὖν οὕτως ἐκώκυεν ὁ πατήρ, ἑτέρωθεν δὲ καθ’ αὑτὸν ὁ Κλεινίας (καὶ ἦν θρήνων ἅμιλλα, ἐραστοῦ καὶ πατρός)· “Ἐγώ μου τὸν δεσπότην ἀπολώλεκα. τί γὰρ αὐτῷ τοιοῦτον δῶρον ἐχαριζόμην; φιάλη γὰρ οὐκ ἦν χρυσῆ, ἵν’ ἐσπένδετο πίνων καὶ ἐχρῆτό | |
5 | μου τῷ δώρῳ τρυφῶν; | |
1.14.2 | ἐγὼ δὲ ὁ κακοδαίμων ἐχαριζόμην θηρίον μειρακίῳ καλῷ, ἐκαλλώπιζον δὲ καὶ τὸ πονηρὸν θηρίον προστερνι‐ δίοις, προμετωπιδίοις, φαλάροις ἀργυροῖς, χρυσαῖς ἡνίαις. οἴμοι Χαρίκλεις· ἐκόσμησά σου τὸν φονέα χρυσῷ. ἵππε πάντων θηρίων | |
5 | ἀγριώτατε, πονηρὲ καὶ ἀχάριστε καὶ ἀναίσθητε κάλλους· | |
1.14.3 | ὁ μὲν κατέψα σου τοὺς ἱδρῶτας καὶ τροφὰς ἐπηγγέλλετο πλείονας καὶ ἐπῄνει τὸν δρόμον, σὺ δὲ ἀπέκτεινας ἐπαινούμενος. οὐχ ἥδου προσ‐ απτομένου σου τοιούτου σώματος, οὐκ ἦν σοι τοιοῦτος ἱππεὺς τρυφή, | |
5 | ἀλλ’ ἔρριψας, ἄστοργε, τὸ κάλλος χαμαί. οἴμοι δυστυχής· ἐγὼ δέ σου τὸν φονέα, τὸν ἀνδροφόνον ἐωνησάμην.” | |
1.15.1 | Μετὰ δὲ τὴν ταφὴν εὐθὺς ἔσπευδον ἐπὶ τὴν κόρην· ἡ δὲ ἦν ἐν τῷ παραδείσῳ τῆς οἰκίας. ὁ δὲ παράδεισος ἄλσος ἦν, μέγα τι χρῆμα πρὸς ὀφθαλμῶν ἡδονήν· καὶ περὶ τὸ ἄλσος τειχίον ἦν αὔταρκες εἰς ὕψος καὶ ἑκάστη πλευρὰ τειχίου (τέσσαρες δὲ ἦσαν πλευραί) | |
5 | κατάστεγος ὑπὸ χορῷ κιόνων· ὑπὸ δὲ τοῖς κίοσιν ἔνδον ἦν ἡ τῶν δένδρων πανήγυρις. | |
1.15.2 | ἔθαλλον οἱ κλάδοι, συνέπιπτον ἀλλήλοις ἄλλος ἐπ’ ἄλλον· γείτονες αἱ τῶν πετάλων περιπλοκαί, τῶν φύλλων περι‐ | |
βολαί, τῶν καρπῶν συμπλοκαί. τοσαύτη τις ἦν ὁμιλία τῶν φυτῶν. | 16 | |
1.15.3 | ἐνίοις δὲ τῶν δένδρων τῶν ἁδροτέρων κιττὸς καὶ σμῖλαξ παρεπε‐ φύκει· ἡ μὲν ἐξηρτημένη πλατάνου καὶ περιπυκάζουσα ῥαδινῇ τῇ κόμῃ· ὁ δὲ κιττὸς περὶ πεύκην ἑλιχθεὶς ᾠκειοῦτο τὸ δένδρον ταῖς περιπλοκαῖς, καὶ ἐγίνετο τῷ κιττῷ ὄχημα τὸ φυτόν, στέφανος δὲ ὁ | |
5 | κιττὸς τοῦ φυτοῦ. | |
1.15.4 | ἄμπελοι δὲ ἑκατέρωθεν τοῦ δένδρου, καλάμοις ἐποχούμεναι, τοῖς φύλλοις ἔθαλλον, καὶ ὁ καρπὸς ὡραίαν εἶχε τὴν ἄνθην καὶ διὰ τῆς ὀπῆς τῶν καλάμων ἐξεκρέματο καὶ ἦν βόστρυχος τοῦ φυτοῦ· τῶν δὲ φύλλων ἄνωθεν αἰωρουμένων ὑφ’ ἡλίῳ πρὸς | |
5 | ἄνεμον συμμιγεῖ ὠχρὰν ἐμάρμαιρεν ἡ γῆ τὴν σκιάν. | |
1.15.5 | τὰ δὲ ἄνθη ποικίλην ἔχοντα τὴν χροιὰν ἐν μέρει συνεξέφαινε τὸ κάλλος, καὶ ἦν τοῦτο τῆς γῆς πορφύρα, 〈ἴον〉 καὶ νάρκισσος καὶ ῥόδον. μία μὲν τῷ ῥόδῳ καὶ τῷ ναρκίσσῳ ἡ κάλυξ ὅσον εἰς περιγραφήν, καὶ ἦν | |
5 | φιάλη τοῦ φυτοῦ. ἡ χροιὰ δὲ τῶν περὶ τὴν κάλυκα φύλλων ἐσχι‐ σμένων τῷ ῥόδῳ μὲν αἵματος τὸ ἄνω καὶ γάλακτος τὸ κάτω τοῦ φύλλου, καὶ ὁ νάρκισσος ἦν τὸ πᾶν ὅμοιος τῷ κάτω τοῦ ῥόδου. | |
1.15.6 | τῷ 〈δ’〉 ἴῳ κάλυξ μὲν οὐδαμοῦ, χροιὰ δὲ οἵαν ἡ τῆς θαλάσσης ἀστράπτει γαλήνη. ἐν μέσοις δὲ τοῖς ἄνθεσι πηγὴ ἀνέβλυζε καὶ περιεγέγραπτο τετράγωνος χαράδρα χειροποίητος τῷ ῥεύματι. τὸ δὲ ὕδωρ τῶν | |
5 | ἀνθέων ἦν κάτοπτρον, ὡς δοκεῖν τὸ ἄλσος εἶναι διπλοῦν, τὸ μὲν τῆς ἀληθείας, τὸ δὲ τῆς σκιᾶς. | |
1.15.7 | ὄρνιθες δέ, οἱ μὲν χειροήθεις περὶ τὸ ἄλσος ἐνέμοντο, οὓς ἐκολάκευον αἱ τῶν ἀνθρώπων τροφαί, οἱ δὲ ἐλεύθερον ἔχοντες τὸ πτερὸν περὶ τὰς τῶν δένδρων κορυφὰς ἔπαιζον· οἱ μὲν ᾄδοντες τὰ ὀρνίθων ᾄσματα, οἱ δὲ τῇ τῶν πτερῶν ἀγλαϊζό‐ | |
5 | μενοι στολῇ. | |
1.15.8 | οἱ ᾠδοὶ δέ, τέττιγες καὶ χελιδόνες· οἱ μὲν τὴν Ἠοῦς ᾄδοντες εὐνήν, αἱ δὲ τὴν Τηρέως τράπεζαν. οἱ δὲ χειροήθεις, ταὼς καὶ κύκνος καὶ ψιττακός· ὁ κύκνος περὶ τὰς τῶν ὑδάτων | |
πίδακας νεμόμενος, ὁ ψιττακὸς ἐν οἰκίσκῳ περὶ δένδρον κρεμάμενος, | 17 | |
5 | ὁ ταὼς τοῖς ἄνθεσι περισύρων τὸ πτερόν. ἀντέλαμπε δὲ ἡ τῶν ἀνθέων θέα τῇ τῶν ὀρνίθων χροιᾷ, καὶ ἦν ἄνθη πτερῶν. | |
1.16.1 | Βουλόμενος οὖν ἐγὼ εὐάγωγον τὴν κόρην εἰς ἔρωτα παρα‐ σκευάσαι, λόγων πρὸς τὸν Σάτυρον ἠρχόμην, ἀπὸ τοῦ ὄρνιθος λαβὼν τὴν εὐκαιρίαν. διαβαδίζουσα γὰρ ἔτυχεν ἅμα τῇ Κλειοῖ καὶ ἐπιστᾶσα τῷ ταῲ καταντίον. | |
1.16.2 | ἔτυχε γὰρ τύχῃ τινὶ συμβὰν τότε τὸν ὄρνιν ἀναπτερῶσαι τὸ κάλλος καὶ τὸ θέατρον ἐπιδεικνύναι τῶν πτερῶν. “Τοῦτο μέντοι οὐκ ἄνευ τέχνης ὁ ὄρνις,” ἔφην, “ποιεῖ· ἀλλ’ ἔστι γὰρ ἐρωτικός. ὅταν οὖν ἐπαγαγέσθαι θέλῃ τὴν ἐρωμένην, τότε οὕτως | |
5 | καλλωπίζεται. | |
1.16.3 | ὁρᾷς ἐκείνην τὴν τῆς πλατάνου πλησίον;” (δείξας θήλειαν ταῶνα)· “ταύτῃ νῦν οὗτος τὸ κάλλος ἐπιδείκνυται λειμῶνα πτερῶν. ὁ δὲ τοῦ ταὼ λειμὼν εὐανθέστερος· πεφύτευται γὰρ αὐτῷ καὶ χρυσὸς ἐν τοῖς πτεροῖς, κύκλῳ δὲ τὸ ἁλουργὲς τὸν χρυσὸν περι‐ | |
5 | θέει τὸν ἴσον κύκλον, καὶ ἔστιν ὀφθαλμὸς ἐν τῷ πτερῷ.” | |
1.17.1 | Καὶ ὁ Σάτυρος συνεὶς τοῦ λόγου μου τὴν ὑπόθεσιν, ἵνα μοι μᾶλλον εἴη περὶ τούτου λέγειν, “Ἦ γὰρ ὁ Ἔρως,” ἔφη, “τοσαύτην ἔχει τὴν ἰσχύν, ὡς καὶ μέχρις ὀρνίθων πέμπειν τὸ πῦρ;” “Οὐ μέχρις ὀρνίθων,” ἔφην, “τοῦτο γὰρ οὐ θαυμαστόν, ἐπεὶ καὶ αὐτὸς ἔχει πτε‐ | |
5 | ρόν, ἀλλὰ καὶ ἑρπετῶν καὶ φυτῶν, ἐγὼ δὲ δοκῶ μοι, καὶ λίθων. | |
1.17.2 | ἐρᾷ γοῦν ἡ Μαγνησία λίθος τοῦ σιδήρου· κἂν μόνον ἴδῃ καὶ θίγῃ, πρὸς αὑτὴν εἵλκυσεν, ὥσπερ ἐρωτικὸν ἔνδον ἔχουσα πῦρ. καὶ μή τι τοῦτό ἐστιν ἐρώσης λίθου καὶ ἐρωμένου σιδήρου φίλημα; | |
1.17.3 | περὶ δὲ φυτῶν λέγουσι παῖδες σοφῶν· καὶ μῦθον ἔλεγον 〈ἂν〉 τὸν λόγον εἶναι, εἰ μὴ καὶ παῖδες ἔλεγον γεωργῶν. ὁ δὲ λόγος· ἄλλο μὲν ἄλλου φυτὸν | |
ἐρᾶν, τῷ δὲ φοίνικι τὸν ἔρωτα μᾶλλον ἐνοχλεῖν. λέγουσι δὲ τὸν μὲν | 18 | |
5 | ἄρρενα τῶν φοινίκων, τὸν δὲ θῆλυν. | |
1.17.4 | ὁ ἄρρην οὖν τοῦ θήλεος ἐρᾷ· κἂν ὁ θῆλυς ἀπῳκισμένος ᾖ τῇ τῆς φυτείας στάσει, ὁ ἐραστὴς ὁ ἄρρην αὐαίνεται. συνίησιν οὖν ὁ γεωργὸς τὴν λύπην τοῦ φυτοῦ, καὶ εἰς τὴν τοῦ χωρίου περιωπὴν ἀνελθὼν ἐφορᾷ ποῦ νένευκε· κλίνε‐ | |
5 | ται γὰρ εἰς τὸ ἐρώμενον. καὶ μαθὼν θεραπεύει τοῦ φυτοῦ τὴν νόσον· | |
1.17.5 | πτόρθον γὰρ τοῦ θήλεος φοίνικος λαβὼν εἰς τὴν τοῦ ἄρρενος καρδίαν ἐντίθησι. καὶ ἀνέψυξε μὲν ἡ ψυχὴ τοῦ φυτοῦ, τὸ δὲ σῶμα ἀποθνῇσκον πάλιν ἀνεζωπύρησε καὶ ἐξανέστη, χαῖρον ἐπὶ τῇ τῆς ἐρωμένης συμπλοκῇ. καὶ τοῦτό ἐστι γάμος φυτῶν. | |
1.18.1 | Γίνεται δὲ καὶ γάμος ἄλλος ὑδάτων διαπόντιος. καὶ ἔστιν ὁ μὲν ἐραστὴς ποταμὸς Ἠλεῖος, ἡ δὲ ἐρωμένη κρήνη Σικελική. διὰ γὰρ τῆς θαλάσσης ὁ ποταμὸς ὡς διὰ πεδίου τρέχει. | |
1.18.2 | ἡ δὲ οὐκ ἀφανίζει γλυκὺν ἐραστὴν ἁλμυρῷ κύματι, σχίζεται δὲ αὐτῷ ῥέοντι, καὶ τὸ σχίσμα τῆς θαλάσσης χαράδρα τῷ ποταμῷ γίνεται· καὶ ἐπὶ τὴν Ἀρέθουσαν οὕτω τὸν Ἀλφειὸν νυμφοστολεῖ. ὅταν οὖν ᾖ 〈ἡ〉 | |
5 | τῶν Ὀλυμπίων ἑορτή, πολλοὶ μὲν εἰς τὰς δίνας τοῦ ποταμοῦ καθι‐ ᾶσιν ἄλλος ἄλλα δῶρα· ὁ δὲ εὐθὺς πρὸς τὴν ἐρωμένην κομίζει, καὶ ταῦτά ἐστιν ἕδνα ποταμοῦ. | |
1.18.3 | γίνεται δὲ καὶ ἐν τοῖς ἑρπετοῖς ἄλλο ἔρωτος μυστήριον, οὐ τοῖς ὁμογενέσι μόνον πρὸς ἄλληλα, ἀλλὰ καὶ τοῖς ἀλλοφύλοις. ὁ ἔχις ὁ τῆς γῆς ὄφις εἰς τὴν σμύραιναν οἰστρεῖ· ἡ δὲ σμύραινά ἐστιν ἄλλος ὄφις θαλάσσιος, εἰς μὲν τὴν μορφὴν ὄφις, | |
5 | εἰς δὲ τὴν χρῆσιν ἰχθύς. | |
1.18.4 | ὅταν οὖν εἰς τὸν γάμον ἐθέλωσιν ἀλλήλοις συνελθεῖν, ὁ μὲν εἰς τὸν αἰγιαλὸν ἐλθὼν συρίζει πρὸς τὴν θάλασσαν τῇ σμυραίνῃ σύμβολον, ἡ δὲ γνωρίζει τὸ σύνθημα καὶ ἐκ τῶν κυμάτων ἀναδύεται. ἀλλ’ οὐκ εὐθέως πρὸς τὸν νυμφίον ἐξέρχεται (οἶδε | |
5 | γάρ, ὅτι θάνατον ἐν τοῖς ὀδοῦσι φέρει), ἀλλ’ ἄνεισιν εἰς τὴν πέτραν καὶ περιμένει τὸν νυμφίον καθᾶραι τὸ στόμα. | |
1.18.5 | ἑστᾶσιν οὖν ἀμφό‐ τεροι πρὸς ἀλλήλους βλέποντες, ὁ μὲν ἠπειρώτης ἐραστής, ἡ δὲ | |
ἐρωμένη νησιῶτις. ὅταν οὖν ὁ ἐραστὴς ἐξεμέσῃ τῆς νύμφης τὸν φόβον, ἡ δὲ ἐρριμμένον ἴδῃ τὸν θάνατον χαμαί, τότε καταβαίνει τῆς | 19 | |
5 | πέτρας καὶ εἰς τὴν ἤπειρον ἐξέρχεται καὶ τὸν ἐραστὴν περιπτύσσεται καὶ οὐκέτι φοβεῖται τὰ φιλήματα.” | |
1.19.1 | Ταῦτα λέγων ἔβλεπον ἅμα τὴν κόρην, πῶς ἔχει πρὸς τὴν ἀκρόασιν τὴν ἐρωτικήν· ἡ δὲ ὑπεσήμαινεν οὐκ ἀηδῶς ἀκούειν. τὸ δὲ κάλλος ἀστράπτον τοῦ ταὼ ἧττον ἐδόκει μοι τοῦ Λευκίππης εἶναι προσώπου. τὸ γὰρ τοῦ σώματος κάλλος αὐτῆς πρὸς τὰ τοῦ λειμῶνος | |
5 | ἤριζεν ἄνθη. ναρκίσσου μὲν τὸ πρόσωπον ἔστιλβε χροιάν, ῥόδον δὲ ἀνέτελλεν ἐκ τῆς παρειᾶς, ἴον δὲ ἡ τῶν ὀφθαλμῶν ἐμάρμαιρεν αὐγή, αἱ δὲ κόμαι βοστρυχούμεναι μᾶλλον εἱλίττοντο κιττοῦ· | |
1.19.2 | τοιοῦτος ἦν Λευκίππης ἐπὶ τῶν προσώπων ὁ λειμών. ἡ μὲν οὖν μετὰ μικρὸν ἀπιοῦσα ᾤχετο· τῆς γὰρ κιθάρας αὐτὴν ὁ καιρὸς ἐκάλει. ἐμοὶ δὲ ἐδόκει παρεῖναι· ἀπελθοῦσα γὰρ τὴν μορφὴν ἐπαφῆκέ μου τοῖς | |
5 | ὀφθαλμοῖς. | |
1.19.3 | ἑαυτοὺς οὖν ἐπῃνοῦμεν ἐγώ τε καὶ ὁ Σάτυρος, ἐγὼ μὲν ἐμαυτὸν τῆς μυθολογίας, ὁ δὲ ὅτι μοι τὰς ἀφορμὰς παρέσχεν. [καὶ μετὰ μικρὸν τοῦ δείπνου καιρὸς ἦν, καὶ πάλιν ὁμοίως συνε‐ | |
πίνομεν.] | 20 | |
2.1.1 | Ἅμα δὲ ἑαυτοὺς ἐπαινοῦντες ἐπὶ τὸ δωμάτιον ἐβαδίζομεν τῆς κόρης, ἀκροασόμενοι δῆθεν τῶν κιθαρισμάτων· οὐ γὰρ ἐδυνάμην ἐμαυτοῦ κἂν ἐπ’ ὀλίγον κρατεῖν τοῦ μὴ ὁρᾶν τὴν κόρην. ἡ δὲ πρῶτον μὲν ᾖσεν Ὁμήρου τὴν πρὸς τὸν λέοντα τοῦ συὸς μάχην. ἔπειτά τι | |
5 | καὶ τῆς ἁπαλῆς μούσης ἐλίγαινε· ῥόδον γὰρ ἐπῄνει τὸ ᾆσμα. | |
2.1.2 | εἴ τις τὰς καμπὰς τῆς ᾠδῆς περιελὼν ψιλὸν ἔλεγεν ἁρμονίας τὸν λόγον, οὕτως ἂν εἶχεν ὁ λόγος· “Εἰ τοῖς ἄνθεσιν ἤθελεν ὁ Ζεὺς ἐπιθεῖναι βασιλέα, τὸ ῥόδον ἂν τῶν ἀνθέων ἐβασίλευε. γῆς ἐστι κόσμος, φυτῶν | |
5 | ἀγλάϊσμα, ὀφθαλμὸς ἀνθέων, λειμῶνος ἐρύθημα, κάλλος ἀστράπτον· | |
2.1.3 | ἔρωτος πνέει, Ἀφροδίτην προξενεῖ, εὐώδεσι φύλλοις κομᾷ, εὐκινή‐ τοις πετάλοις τρυφᾷ, τὸ πέταλον τῷ Ζεφύρῳ γελᾷ.” ἡ μὲν ταῦτα | |
ᾖδεν· ἐγὼ δὲ ἐδόκουν τὸ ῥόδον ἐπὶ τῶν χειλέων αὐτῆς 〈ὁρᾶν〉, ὡς εἴ τις τῆς κάλυκος τὸ περιφερὲς εἰς τὴν τοῦ στόματος ἔκλεισε μορφήν. | 21 | |
2.2.1 | Καὶ ἄρτι πέπαυτο τῶν κιθαρισμάτων, καὶ πάλιν δείπνου καιρὸς ἦν. ἦν γὰρ ἑορτὴ προτρυγαίου Διονύσου τότε. τὸν γὰρ Διόνυσον Τύριοι νομίζουσιν ἑαυτῶν, ἐπεὶ καὶ τὸν Κάδμου μῦθον ᾄδουσι. | |
2.2.2 | καὶ τῆς ἑορτῆς διηγοῦνται πατέρα μῦθον, οἶνον οὐκ εἶναί ποτε παρ’ ἀνθρώποις ὅπου μήπω παρ’ αὐτοῖς, οὐ τὸν μέλανα τὸν ἀνθοσμίαν, οὐ τὸν τῆς Βιβλίας ἀμπέλου, οὐ τὸν Μάρωνος τὸν Θρᾴκιον, οὐ Χῖον | |
5 | ἐκ Λακαίνης, οὐ τὸν Ἰκάρου τὸν νησιώτην, ἀλλὰ τούτους μὲν ἅπαντας ἀποίκους εἶναι Τυρίων οἴνων, τὴν δὲ πρώτην παρ’ αὐτοῖς φῦναι τῶν οἴνων μητέρα. | |
2.2.3 | εἶναι γὰρ ἐκεῖ τινα φιλόξενον ποιμένα, οἷον Ἀθηναῖοι τὸν Ἰκάριον λέγουσι, καὶ τοῦτον ἐνταῦθα τοῦ μύθου γενέ‐ σθαι πατέρα, ὅσον Ἀττικὸν εἶναι δοκεῖν. ἐπὶ τοῦτον ἧκεν ὁ Διόνυσος τὸν βουκόλον· ὁ δὲ αὐτῷ παρατίθησιν ὅσα γῆ τρέφει καὶ μαζοὶ βοῶν. | |
5 | ποτὸν δὲ ἦν παρ’ αὐτοῖς οἷον καὶ ὁ βοῦς ἔπινεν· οὔπω γὰρ τὸ ἀμπέλινον ἦν. | |
2.2.4 | 〈καὶ〉 ὁ Διόνυσος ἐπαινεῖ τῆς φιλοφροσύνης τὸν ποιμένα καὶ αὐτῷ προτείνει κύλικα φιλοτησίαν. τὸ δὲ ποτὸν οἶνος ἦν. ὁ δὲ πιὼν ὑφ’ ἡδονῆς βακχεύεται καὶ λέγει πρὸς τὸν θεόν· “Πόθεν, ὦ ξένε, σοὶ τὸ ὕδωρ τοῦτο τὸ πορφυροῦν; πόθεν οὕτως | 22 |
5 | εὗρες αἷμα γλυκύ; οὐ γάρ ἐστιν ἐκεῖνο τὸ χαμαὶ ῥέον. | |
2.2.5 | τὸ μὲν γὰρ ἐς τὰ στέρνα καταβαίνει καὶ λεπτὴν ἔχει τὴν ἡδονήν, τοῦτο δὲ καὶ πρὸ τοῦ στόματος τὰς ῥῖνας εὐφραίνει καὶ θιγόντι μὲν ψυχρόν ἐστιν, εἰς τὴν γαστέρα δὲ καταθορὸν ἀναπνεῖ κάτωθεν ἡδονῆς πῦρ.” | |
5 | καὶ ὁ Διόνυσος ἔφη· “Τοῦτό ἐστιν ὀπώρας ὕδωρ, τοῦτό ἐστιν αἷμα βότρυος.” | |
2.2.6 | ἄγει πρὸς τὴν ἄμπελον ὁ θεὸς τὸν βουκόλον, καὶ τῶν βοτρύων λαβὼν ἅμα καὶ θλίβων καὶ δεικνὺς τὴν ἄμπελον, “Τοῦτο μέν ἐστιν,” ἔφη, “τὸ ὕδωρ, τοῦτο δὲ ἡ πηγή.” ὁ μὲν οὖν οἶνος οὕτως ἐς ἀνθρώπους παρῆλθεν, ὡς ὁ Τυρίων λόγος. | |
2.3.1 | Ἑορτὴν δὲ ἄγουσιν ἐκείνην τὴν ἡμέραν ἐκείνῳ τῷ θεῷ. φιλο‐ φρονούμενος οὖν ὁ πατὴρ τά τε ἄλλα παρασκευάσας ἐς τὸ δεῖπνον ἔτυχε πολυτελέστερα καὶ κρατῆρα παρεθήκατο ἱερὸν τοῦ θεοῦ πολυ‐ τελῆ, μετὰ τὸν Γλαύκου τοῦ Χίου δεύτερον. ὑέλου μὲν τὸ πᾶν | |
5 | ἔργον ὀρωρυγμένης· | |
2.3.2 | κύκλῳ δὲ αὐτὸν ἄμπελοι περιέστεφον ἀπ’ αὐτοῦ τοῦ κρατῆρος πεφυτευμέναι. οἱ δὲ βότρυες πάντῃ περικρεμά‐ μενοι· ὄμφαξ μὲν αὐτῶν ἕκαστος 〈ἐφ’〉 ὅσον ἐστὶν κενὸς ὁ κρατήρ· ἐὰν δὲ ἐγχέῃς οἴνου, κατὰ μικρὸν ὁ βότρυς ὑποπερκάζεται καὶ | |
5 | σταφυλὴν τὸν ὄμφακα ποιεῖ. Διόνυσος δὲ ἐντετύπωται τῶν βοτρύων πλησίον, ἵνα τὴν ἄμπελον οἴνῳ γεωργῇ. | 23 |
2.3.3 | τοῦ δὲ πότου προϊόντος ἤδη καὶ ἀναισχύντως ἐς αὐτὴν ἑώρων. Ἔρως δὲ καὶ Διόνυσος, δύο βίαιοι θεοί, ψυχὴν κατασχόντες ἐκμαίνουσιν εἰς ἀναισχυντίαν, ὁ μὲν καίων αὐτὴν τῷ συνήθει πυρί, ὁ δὲ τὸν οἶνον ὑπέκκαυμα φέρων· | |
5 | οἶνος γὰρ ἔρωτος τροφή. ἤδη δὲ καὶ αὐτὴ περιεργότερον εἰς ἐμὲ βλέπειν ἐθρασύνετο. καὶ ταῦτα μὲν ἡμῖν ἡμερῶν ἐπράττετο δέκα· καὶ πλέον τῶν ὀμμάτων ἐκερδαίνομεν ἢ ἐτολμῶμεν οὐδέν. | |
2.4.1 | Κοινοῦμαι δὴ τῷ Σατύρῳ τὸ πᾶν καὶ συμπράττειν ἠξίουν· ὁ δὲ ἔλεγε καὶ αὐτὸς μὲν ἐγνωκέναι πρὶν παρ’ ἐμοῦ μαθεῖν, ὀκνεῖν δὲ ἐλέγχειν βουλόμενον λανθάνειν. ὁ γὰρ μετὰ κλοπῆς ἐρῶν ἂν ἐλεγχθῇ πρός τινος, ὡς ὀνειδίζοντα τὸν ἐλέγξαντα μισεῖ. | |
2.4.2 | “Ἤδη δέ,” ἔφη, “καὶ τὸ αὐτόματον ἡμῶν προὐνόησεν. ἡ γὰρ τὸν θάλαμον αὐτῆς πεπιστευμένη Κλειὼ κεκοινώνηκέ μοι καὶ ἔχει πρός με ὡς ἐραστήν. ταύτην παρασκευάσω κατὰ μικρὸν πρὸς ἡμᾶς οὕτως ἔχειν, ὡς καὶ | |
5 | συναίρεσθαι πρὸς τὸ ἔργον. | |
2.4.3 | δεῖ δέ σε καὶ τὴν κόρην μὴ μέχρι τῶν ὀφθαλμῶν πειρᾶν, ἀλλὰ καὶ ῥῆμα δριμύτερον εἰπεῖν. τότε δὲ πρόσαγε τὴν δευτέραν μηχανήν. | |
2.4.4 | θίγε χειρός, θλῖψον δάκτυλον, θλίβων στέναξον. ἢν δὲ ταῦτά σου ποιοῦντος καρτερῇ καὶ προσίηται, σὸν ἔργον ἤδη δέσποινάν τε καλεῖν καὶ φιλῆσαι τράχηλον.” “Πιθανῶς μέν,” ἔφην, “νὴ τὴν Ἀθηνᾶν, ἐς τὸ ἔργον παιδοτριβεῖς· δέδοικα δὲ | |
5 | μὴ ἄτολμος ὢν καὶ δειλὸς ἔρωτος ἀθλητὴς γένωμαι.” | |
2.4.5 | “Ἔρως, ὦ γενναῖε,” ἔφη, “δειλίας οὐκ ἀνέχεται. ὁρᾷς αὐτοῦ τὸ σχῆμα ὡς ἔστι στρατιωτικόν· τόξα καὶ φαρέτρα καὶ βέλη καὶ πῦρ, ἀνδρεῖα πάντα καὶ τόλμης γέμοντα. τοιοῦτον οὖν ἐν σεαυτῷ θεὸν ἔχων δειλὸς εἶ | |
5 | καὶ φοβῇ; ὅρα μὴ καταψεύδῃ τοῦ θεοῦ. | |
2.4.6 | ἀρχὴν δὲ ἐγώ σοι παρέξω. τὴν Κλειὼ γὰρ ἀπάξω μάλιστα ὅταν ἐπιτήδειον ἴδω καιρὸν τοῦ σε | |
τῇ παρθένῳ δύνασθαι καθ’ αὑτὸν συνεῖναι μόνῃ.” | 24 | |
2.5.1 | Ταῦτα εἰπὼν ἐχώρησεν ἔξω τῶν θυρῶν. ἐγὼ δὲ κατ’ ἐμαυτὸν γενόμενος καὶ ὑπὸ τοῦ Σατύρου παροξυνθεὶς ἤσκουν ἐμαυτὸν εἰς εὐτολμίαν ἐπὶ τὴν παρθένον· “Μέχρι τίνος, ἄνανδρε, σιγᾷς; τί δὲ δειλὸς εἶ στρατιώτης ἀνδρείου θεοῦ; τὴν κόρην προσελθεῖν σοὶ περι‐ | |
5 | μένεις;” | |
2.5.2 | εἶτα προσετίθην· “Τί γάρ, ὦ κακόδαιμον, οὐ σωφρονεῖς; τί δὲ οὐκ ἐρᾷς ὧν σε δεῖ; παρθένον ἔνδον ἔχεις ἄλλην καλήν· ταύτης ἔρα, ταύτην βλέπε, ταύτην ἔξεστί σοι γαμεῖν.” ἐδόκουν πεπεῖσθαι· κάτωθεν δὲ ὥσπερ ἐκ τῆς καρδίας ὁ Ἔρως ἀντεφθέγγετο· “Ναί, | |
5 | τολμηρέ, κατ’ ἐμοῦ στρατεύῃ καὶ ἀντιπαρατάττῃ; ἵπταμαι καὶ τοξεύω καὶ φλέγω· πῶς δυνήσῃ φυγεῖν; ἂν φυλάξῃ μου τὸ τόξον, οὐκ ἔχεις φυλάξασθαι τὸ πῦρ. ἂν δὲ καὶ ταύτην κατασβέσῃς σωφροσύνῃ τὴν φλόγα, αὐτῷ σε καταλήψομαι τῷ πτερῷ.” | |
2.6.1 | Ταῦτα διαλεγόμενος ἔλαθον ἐπιστὰς ἀπροοράτως τῇ κόρῃ καὶ ὠχρίασά τε ἰδὼν ἐξαίφνης, εἶτ’ ἐφοινίχθην. μόνη δ’ ἦν καὶ οὐδὲ ἡ Κλειὼ συμπαρῆν. ὅμως οὖν, ὡς ἂν τεθορυβημένος οὐκ ἔχων τί εἴπω, “Χαῖρε,” ἔφην, “δέσποινα.” | |
2.6.2 | ἡ δὲ μειδιάσασα γλυκὺ καὶ ἐμφα‐ νίσασα διὰ τοῦ γέλωτος, ὅτι συνῆκε πῶς εἶπον τὸ ‘Χαῖρε, δέσποινα,‘ εἶπεν· “Ἐγὼ σή; μὴ τοῦτο εἴπῃς.” “Καὶ μὴν πέπρακέ μέ τίς σοι θεῶν ὥσπερ τὸν Ἡρακλέα τῇ Ὀμφάλῃ.” | |
2.6.3 | “Τὸν Ἑρμῆν λέγεις; τούτῳ τὴν πρᾶσιν ἐκέλευσεν ὁ Ζεύς,” καὶ ἅμα ἐγέλασε. “Ποῖον Ἑρμῆν; τί ληρεῖς,” εἶπον, “εἰδυῖα σαφῶς ὃ λέγω;” ὡς δὲ περιέ‐ πλεκον λόγους ἐκ λόγων, τὸ αὐτόματόν μοι συνήργησεν. | |
2.7.1 | Ἔτυχε τῇ προτεραίᾳ ταύτης ἡμέρᾳ περὶ μεσημβρίαν ἡ παῖς ψάλλουσα κιθάρᾳ, ἐπιπαρῆν δὲ αὐτῇ καὶ ἡ Κλειὼ καὶ παρεκάθητο, διεβάδιζον δὲ ἐγώ· καί τις ἐξαίφνης μέλιττά ποθεν ἱπτᾶσα τῆς Κλειοῦς ἐπάταξε τὴν χεῖρα. | |
2.7.2 | καὶ ἡ μὲν ἀνέκραγεν, ἡ δὲ παῖς | |
ἀναθοροῦσα καὶ καταθεμένη τὴν κιθάραν κατενόει τὴν πληγὴν καὶ ἅμα παρῄνει, λέγουσα μηδὲν ἄχθεσθαι· παύσειν γὰρ αὐτὴν τῆς ἀλγηδόνος δύο ἐπᾴσασαν ῥήματα· διδαχθῆναι γὰρ αὐτὴν ὑπό τινος | 25 | |
5 | Αἰγυπτίας εἰς πληγὰς σφηκῶν καὶ μελιττῶν. | |
2.7.3 | καὶ ἅμα ἐπῇδε· καὶ ἔλεγεν ἡ Κλειὼ μετὰ μικρὸν ῥᾴων γεγονέναι. τότε οὖν κατὰ τύχην μέλιττά τις ἢ σφὴξ περιβομβήσασα κύκλῳ μου τὸ πρόσωπον παρέπτη· κἀγὼ λαμβάνω τὸ ἐνθύμιον καὶ τὴν χεῖρα ἐπιβαλὼν τοῖς προσώποις | |
5 | προσεποιούμην πεπλῆχθαι καὶ ἀλγεῖν. | |
2.7.4 | ἡ δὲ παῖς προσελθοῦσα εἷλκε τὴν χεῖρα καὶ ἐπυνθάνετο ποῖ παταχθείην. κἀγώ, “Κατὰ τοῦ χείλους,” ἔφην. “ἀλλὰ τί οὐκ ἐπᾴδεις, φιλτάτη;” ἡ δὲ προσῆλθέ τε καὶ ἐνέθηκεν ὡς ἐπᾴσουσα τὸ στόμα, καί τι ἐψιθύριζεν, ἐπιπολῆς | |
5 | ψαύουσά μου τῶν χειλέων. | |
2.7.5 | κἀγὼ κατεφίλουν σιωπῇ, κλέπτων τῶν φιλημάτων τὸν ψόφον, ἡ δὲ ἀνοίγουσα καὶ κλείουσα τῶν χειλέων τὴν συμβολὴν τῷ τῆς ἐπῳδῆς ψιθυρίσματι φιλήματα ἐποίει τὴν ἐπῳδήν. κἀγὼ τότε ἤδη περιβαλὼν φανερῶς κατεφίλουν· ἡ δὲ δια‐ | |
5 | σχοῦσα, “Τί ποιεῖς;” ἔφη. “καὶ σὺ κατεπᾴδεις;” “Τὴν ἐπῳδόν,” εἶπον, “φιλῶ, ὅτι μου τὴν ὀδύνην ἰάσω.” | |
2.7.6 | ὡς δὲ συνῆκεν ὃ λέγω καὶ ἐμειδίασε, θαρσήσας εἶπον· “Οἴμοι, φιλτάτη, πάλιν τέτρωμαι χαλεπώτερον· ἐπὶ γὰρ τὴν καρδίαν κατέρρευσε τὸ τραῦμα καὶ ζητεῖ σου τὴν ἐπῳδήν. ἦ που καὶ σὺ μέλιτταν ἐπὶ τοῦ στόματος φέρεις· καὶ | |
5 | γὰρ μέλιτος γέμεις, καὶ τιτρώσκει σου τὰ φιλήματα. | |
2.7.7 | ἀλλὰ δέομαι, κατέπᾳσον αὖθις καὶ μὴ ταχὺ τὴν ἐπῳδὴν παραδράμῃς καὶ πάλιν ἀγριάνῃς τὸ τραῦμα.” καὶ ἅμα λέγων τὴν χεῖρα βιαιότερον περιέ‐ βαλλον καὶ ἐφίλουν ἐλευθερώτερον· ἡ δὲ ἠνείχετο, κωλύουσα δῆθεν. | |
2.8.1 | Ἐν τούτῳ πόρρωθεν ἰδόντες προσιοῦσαν τὴν θεράπαιναν | |
διελύθημεν, ἐγὼ μὲν ἄκων καὶ λυπούμενος, ἡ δὲ οὐκ οἶδ’ ὅπως εἶχεν. ῥᾴων οὖν ἐγεγόνειν καὶ μεστὸς ἐλπίδων· ᾐσθόμην δὲ ἐπικα‐ θημένου μοι τοῦ φιλήματος ὥσπερ σώματος καὶ ἐφύλαττον ἀκριβῶς | 26 | |
5 | ὡς θησαυρὸν τὸ φίλημα τηρῶν ἡδονῆς, ὃ πρῶτόν ἐστι γλυκύ. | |
2.8.2 | καὶ γὰρ ἀπὸ τοῦ καλλίστου τῶν τοῦ σώματος ὀργάνων τίκτεται· στόμα γὰρ φωνῆς ὄργανον· φωνὴ δὲ ψυχῆς σκιά. αἱ γὰρ τῶν στομάτων συμβολαὶ κιρνάμεναι καὶ ἐκπέμπουσαι κάτω τὴν ἡδονὴν ἕλκουσι τὰς | |
5 | ψυχὰς ἄνω πρὸς τὰ φιλήματα. | |
2.8.3 | οὐκ οἶδα δὲ οὕτω πρότερον ἡσθεί‐ σης τῆς καρδίας· καὶ τότε πρῶτον ἔμαθον ὅτι μηδὲν ἐρίζει πρὸς ἡδονὴν φιλήματι ἐρωτικῷ. | |
2.9.1 | Ἐπειδὴ δὲ τοῦ δείπνου καιρὸς ἦν, πάλιν ὁμοίως συνεπίνομεν. ᾠνοχόει δὲ ὁ Σάτυρος ἡμῖν καί τι ποιεῖ πρᾶγμα ἐρωτικόν. ἐναλλάσ‐ σει τὰ ἐκπώματα καὶ τὸ μὲν ἐμὸν τῇ κόρῃ προτίθησι, τὸ δὲ ἐκείνης ἐμοί, καὶ ἐγχέων ἀμφοτέροις καὶ κερασάμενος ὤρεγεν. | |
2.9.2 | ἐγὼ δὲ ἐπιτηρήσας τὸ μέρος τοῦ ἐκπώματος, ἔνθα τὸ χεῖλος ἡ κόρη πίνουσα προσέθηκεν, ἐναρμοσάμενος τὸ ἐμὸν ἔπινον, ἀποστολιμαῖον τοῦτο φίλημα ποιῶν, καὶ ἅμα κατεφίλουν τὸ ἔκπωμα. | |
2.9.3 | ἡ δὲ ὡς εἶδεν, | |
συνῆκεν ὅτι τοῦ χείλους αὐτῆς καταφιλῶ καὶ τὴν σκιάν. ἀλλ’ ὅ γε Σάτυρος συμφορήσας πάλιν τὰ ἐκπώματα ἐνήλλαξεν ἡμῖν. τότε ἤδη καὶ τὴν κόρην εἶδον τὰ ἐμὰ μιμουμένην καὶ τὰ αὐτὰ πίνουσαν, καὶ | 27 | |
5 | ἔχαιρον ἤδη πλέον. καὶ τρίτον ἐγένετο τοῦτο καὶ τέταρτον καὶ τὸ λοιπὸν τῆς ἡμέρας οὕτως ἀλλήλοις προεπίνομεν τὰ φιλήματα. | |
2.10.1 | Μετὰ δὲ τὸ δεῖπνον ὁ Σάτυρός μοι προσελθὼν ἔφη· “Νῦν μὲν ἀνδρίζεσθαι καιρός. ἡ γὰρ μήτηρ τῆς κόρης, ὡς οἶσθα, μαλακί‐ ζεται καὶ καθ’ ἑαυτὴν ἀναπαύεται· μόνη δὲ ἡ παῖς βαδιεῖται κατὰ τὰ εἰθισμένα τῆς Κλειοῦς ἑπομένης, πρὶν ἐπὶ τὸν ὕπνον τραπῆναι. | |
2.10.2 | ἐγὼ δέ σοι καὶ ταύτην ἀπάξω διαλεγόμενος.” ταῦτα εἰπὼν τῇ Κλειοῖ μὲν αὐτός, ἐγὼ δὲ τῇ παιδὶ διαλαχόντες ἐφηδρεύομεν. καὶ οὕτως ἐγένετο. ἀπεσπᾶτο μὲν ἡ Κλειώ, ἡ δὲ παρθένος ἐν τῷ περιπάτῳ κατελέλειπτο. | |
2.10.3 | ἐπιτηρήσας οὖν ὅτε τὸ πολὺ τῆς αὐγῆς ἐμαραίνετο, πρόσειμι θρασύτερος γενόμενος πρὸς αὐτὴν ἐκ τῆς πρώτης προσβολῆς, ὥσπερ στρατιώτης ἤδη νενικηκὼς καὶ τοῦ πολέ‐ μου καταπεφρονηκώς· πολλὰ γὰρ ἦν τὰ τότε ὁπλίζοντά με θαρρεῖν· | |
5 | οἶνος, ἔρως, ἐλπίς, ἐρημία. καὶ οὐδὲν εἰπών, ἀλλ’ ὡς ἐπὶ συγκεί‐ μενον ἔργον ὡς εἶχον περιχυθεὶς τὴν κόρην κατεφίλουν. | |
2.10.4 | ὡς δὲ καὶ ἐπεχείρουν τι προὔργου ποιεῖν, ψόφος τις ἡμῶν κατόπιν γίνεται· καὶ ταραχθέντες ἀνεπηδήσαμεν. καὶ ἡ μὲν ἐπέκεινα τρέπεται τὴν ἐπὶ τὸ δωμάτιον αὑτῆς, ἐγὼ δὲ ἐπὶ θάτερα, σφόδρα ἀνιώμενος, ἔργον | |
5 | οὕτω καλὸν ἀπολέσας, καὶ τὸν ψόφον λοιδορῶν. | |
2.10.5 | ἐν τούτῳ δὲ καὶ ὁ Σάτυρος ὑπαντιάζει με φαιδρῷ τῷ προσώπῳ· καθορᾶν γάρ μοι ἐδόκει ὅσα ἐπράττομεν, ὑπό τινι τῶν δένδρων λοχῶν μή τις ἡμῖν ἐπέλθῃ· καὶ αὐτὸς ἦν ὁ ποιήσας τὸν ψόφον, προσιόντα θεασάμενός | |
5 | τινα. | |
2.11.1 | Ὀλίγων δὲ ἡμερῶν διελθουσῶν ὁ πατήρ μοι τοὺς γάμους συνεκρότει θᾶττον ἢ διεγνώκει. ἐνύπνια γὰρ αὐτὸν διετάραττε πολλά. | |
ἔδοξεν ἄγειν ἡμῶν τοὺς γάμους, ἤδη δὲ ἅψαντος αὐτοῦ τὰς δᾷδας ἀποσβεσθῆναι τὸ πῦρ· ᾗ καὶ μᾶλλον ἠπείγετο συναγαγεῖν ἡμᾶς. | 28 | |
2.11.2 | τοῦτο δὲ εἰς τὴν ὑστεραίαν παρεσκευάζετο. ἐώνητο δὲ τῇ κόρῃ τὰ πρὸς τὸν γάμον· περιδέραιον μὲν λίθων ποικίλων, ἐσθῆτα δὲ τὸ πᾶν μὲν πορφυρᾶν, ἔνθα δὲ ταῖς ἄλλαις ἐσθῆσιν ἡ χώρα τῆς πορφύ‐ ρας, ἐκεῖ χρυσὸς ἦν. ἤριζον δὲ πρὸς ἀλλήλους οἱ λίθοι. | |
2.11.3 | ὑάκινθος μὲν ῥόδον ἦν ἐν λίθῳ, ἀμέθυσος δὲ ἐπορφύρετο τοῦ χρυσοῦ πλησίον. ἐν μέσῳ δὲ τρεῖς ἦσαν λίθοι, τὴν χροιὰν ἐπάλληλοι· συγκείμενοι δὲ ἦσαν οἱ τρεῖς· μέλαινα μὲν ἡ κρηπὶς τοῦ λίθου, τὸ δὲ μέσον σῶμα | |
5 | λευκὸν τῷ μέλανι συνυφαίνετο, ἑξῆς δὲ τῷ λευκῷ τὸ λοιπὸν ἐπυρρία κορυφούμενον· ὁ λίθος δὲ τῷ χρυσῷ στεφανούμενος ὀφθαλμὸν ἐμι‐ μεῖτο χρυσοῦν. | |
2.11.4 | τῆς δὲ ἐσθῆτος οὐ πάρεργον εἶχεν ἡ πορφύρα τὴν βαφήν, ἀλλ’ οἵαν μυθολογοῦσι Τύριοι τοῦ ποιμένος εὑρεῖν τὸν κύνα, ᾗ καὶ μέχρι τούτου βάπτουσιν Ἀφροδίτης τὸν πέπλον. ἦν γὰρ χρόνος ὅτε τῆς πορφύρας ὁ κόσμος ἀνθρώποις ἀπόρρητος ἦν· μικρὸς δὲ | |
5 | αὐτὴν ἐκάλυπτε κόχλος ἐν κοίλῳ μυχῷ. | |
2.11.5 | ἁλιεὺς ἀγρεύει τὴν ἄγραν ταύτην. καὶ ὁ μὲν ἰχθὺν προσεδόκησεν, ὡς δὲ εἶδε τοῦ κόχλου τὴν τραχύτητα, ἐλοιδόρει τὴν ἄγραν καὶ ἔρριψεν ὡς θαλάσσης σκύβαλον. εὑρίσκει δὲ κύων τὸ ἕρμαιον καὶ καταθραύει τοῖς ὀδοῦσι, καὶ τῷ | |
5 | στόματι τοῦ κυνὸς περιρρέει τοῦ ἄνθους τὸ αἷμα, καὶ βάπτει τὸ αἷμα τὴν γένυν καὶ ὑφαίνει τοῖς χείλεσι τὴν πορφύραν. | |
2.11.6 | ὁ ποιμὴν ὁρᾷ τὰ χείλη τοῦ κυνὸς ᾑμαγμένα καὶ τραῦμα νομίσας τὴν βαφὴν προσ‐ ῄει καὶ ἀπέπλυνε τῇ θαλάσσῃ, καὶ τὸ αἷμα λαμπρότερον ἐπορφύρετο· ὡς δὲ καὶ ταῖς χερσὶν ἔθιγε, τὴν πορφύραν εἶχεν ἡ χείρ. | |
2.11.7 | συνῆκεν οὖν τοῦ κόχλου τὴν φύσιν ὁ ποιμήν, ὅτι φάρμακον ἔχει κάλλους πεφυτευμένον· καὶ λαβὼν μαλλὸν ἐρίου καθῆκεν εἰς τὸν χηραμὸν αὐτοῦ τὸ ἔριον, ζητῶν τοῦ κόχλου τὰ μυστήρια· τὸ δὲ κατὰ τὴν | |
5 | γένυν τοῦ κυνὸς ᾑμάσσετο· καὶ τότε τὴν εἰκόνα τῆς πορφύρας ἐδι‐ δάσκετο. | |
2.11.8 | λαβὼν δή τινας λίθους περιθραύει τὸ τεῖχος τοῦ φαρ‐ μάκου καὶ τὸ ἄδυτον ἀνοίγει τῆς πορφύρας καὶ θησαυρὸν εὑρίσκει βαφῆς. | 29 |
2.12.1 | Ἔθυεν οὖν τότε ὁ πατὴρ προτέλεια τῶν γάμων. ὡς δὲ ἤκουσα, ἀπωλώλειν καὶ ἐζήτουν μηχανὴν δι’ ἧς δυναίμην ἀναβαλέσθαι τὸν γάμον. σκοποῦντος δέ μου θόρυβος ἐξαίφνης γίνεται κατὰ τὸν ἀνδρῶνα τῆς οἰκίας. ἐγεγόνει δέ τι τοιοῦτον· | |
2.12.2 | ἐπειδὴ θυσάμενος ὁ πατὴρ ἔτυχε καὶ τὰ θύματα ἐπέκειτο τοῖς βωμοῖς, ἀετὸς ἄνωθεν καταπτὰς ἁρπάζει τὸ ἱερεῖον· σοβούντων δὲ πλέον οὐδὲν ἦν· ὁ γὰρ ὄρνις ᾤχετο φέρων τὴν ἄγραν. ἐδόκει τοίνυν οὐκ ἀγαθὸν εἶναι· καὶ | |
5 | δὴ ἐπέσχον ἐκείνην τὴν ἡμέραν τοὺς γάμους. καλεσάμενος δὲ μάντεις ὁ πατὴρ καὶ τερατοσκόπους τὸν οἰωνὸν διηγεῖται. | |
2.12.3 | οἱ δὲ ἔφασαν δεῖν καλλιερῆσαι Ξενίῳ Διῒ νυκτὸς μεσούσης ἐπὶ θάλατταν ἥκοντας· ὁ γὰρ ὄρνις ἔτυχεν ἱπτάμενος ἐκεῖ. τὸ δὲ ἔργον εὐθὺς ἀπέβη· τὸν γὰρ ἀετὸν ἀναπτάντα ἐπὶ τὴν θάλασσαν συνέβη φανῆναι μηκέτι. ἐγὼ | |
5 | δὲ ταῦτα ὡς ἐγένετο τὸν ἀετὸν ὑπερεπῄνουν καὶ δικαίως ἔλεγον ἁπάντων ὀρνίθων εἶναι βασιλέα. οὐκ εἰς μακρὰν δὲ ἀπέβη τοῦ τέρατος τὸ ἔργον. | |
2.13.1 | Νεανίσκος ἦν Βυζάντιος, ὄνομα Καλλισθένης, ὀρφανὸς καὶ πλούσιος, ἄσωτος δὲ καὶ πολυτελής. οὗτος ἀκούων τὴν Σωστράτου θυγατέρα εἶναι καλήν, ἰδὼν δὲ οὐδέποτε, ἤθελεν αὑτῷ ταύτην γενέ‐ σθαι γυναῖκα. καὶ ἦν ἐξ ἀκοῆς ἐραστής· τοσαύτη γὰρ τοῖς ἀκολάστοις | |
5 | ὕβρις, ὡς καὶ τοῖς ὠσὶν εἰς ἔρωτα τρυφᾶν καὶ ταῦτα πάσχειν ἀπὸ ῥημάτων, ἃ τῇ ψυχῇ τρωθέντες διακονοῦσιν ὀφθαλμοί. | |
2.13.2 | προσελθὼν οὖν τῷ Σωστράτῳ πρὶν ἢ τὸν πόλεμον τοῖς Βυζαντίοις ἐπιπεσεῖν, ᾐτεῖτο τὴν κόρην· ὁ δὲ βδελυττόμενος τοῦ βίου τὴν ἀκολασίαν ἠρνή‐ σατο. θυμὸς ἴσχει τὸν Καλλισθένην καὶ ἠτιμᾶσθαι νομίσαντα ὑπὸ | |
5 | τοῦ Σωστράτου καὶ ἄλλως ἐρῶντα· ἀναπλάττων γὰρ ἑαυτῷ τῆς παιδὸς τὸ κάλλος καὶ φανταζόμενος τὰ ἀόρατα ἔλαθε σφόδρα κακῶς διακείμενος. | 30 |
2.13.3 | ἐπιβουλεύει δ’ οὖν καὶ τὸν Σώστρατον ἀμύνασθαι τῆς ὕβρεως καὶ αὑτῷ τὴν ἐπιθυμίαν τελέσαι. νόμου γὰρ ὄντος Βυζαντίοις, εἴ τις ἁρπάσας παρθένον φθάσας ποιήσειε γυναῖκα, γάμον ἔχειν τὴν ζημίαν, προσεῖχε τούτῳ τῷ νόμῳ. καὶ ὁ μὲν ἐζήτει καιρὸν πρὸς τὸ | |
5 | ἔργον. | |
2.14.1 | Ἐν τούτῳ δὲ τοῦ πολέμου περιστάντος καὶ τῆς παιδὸς εἰς ἡμᾶς ἐκκειμένης μεμαθήκει μὲν ἕκαστα τούτων, οὐδὲν δὲ ἧττον τῆς ἐπιβουλῆς εἴχετο. καὶ τοιοῦτό τι αὐτῷ συνήργησε. χρησμὸν ἴσχου‐ σιν οἱ Βυζάντιοι τοιόνδε· | |
5 | Νῆσός τις πόλις ἐστὶ φυτώνυμον αἷμα λαχοῦσα, ἰσθμὸν ὁμοῦ καὶ πορθμὸν ἐπ’ ἠπείροιο φέρουσα, ἔνθ’ Ἥφαιστος ἔχων χαίρει γλαυκῶπιν Ἀθήνην· κεῖθι θυηπολίην σε φέρειν κέλομαι Ἡρακλεῖ. | |
2.14.2 | ἀπορούντων δὲ αὐτῶν τί λέγει τὸ μάντευμα, Σώστρατος (τοῦ πολέμου γάρ, ὡς ἔφην, στρατηγὸς ἦν οὗτος), “Ὥρα πέμπειν ἡμᾶς θυσίαν εἰς Τύρον,” εἶπεν, “Ἡρακλεῖ· τὰ μὲν γὰρ τοῦ χρησμοῦ ἔστι πάντα ἐνταῦθα. φυτώνυμον γὰρ ὁ θεὸς εἶπεν αὐτήν, ἐπεὶ Φοινίκων | |
5 | ἡ νῆσος· ὁ δὲ φοῖνιξ φυτόν. ἐρίζει δὲ περὶ ταύτης γῆ καὶ θάλασσα. ἕλκει 〈μὲν ἡ θάλασσα, ἕλκει〉 δὲ ἡ γῆ, ἡ δὲ εἰς ἀμφότερα αὑτὴν ἥρμοσε. | |
2.14.3 | καὶ γὰρ ἐν θαλάσσῃ κάθηται καὶ οὐκ ἀφῆκε τὴν γῆν· συνδεῖ γὰρ αὐτὴν πρὸς τὴν ἤπειρον στενὸς αὐχήν, καὶ ἔστιν ὥσπερ τῆς νήσου τράχηλος. | |
2.14.4 | οὐκ ἐρρίζωται δὲ κατὰ τῆς θαλάσσης, ἀλλὰ τὸ ὕδωρ ὑπορρεῖ κάτωθεν. ὑπόκειται δὲ πορθμὸς κάτωθεν ἰσθμῷ· καὶ γίνεται τὸ θέαμα καινόν, πόλις ἐν θαλάσσῃ καὶ νῆσος ἐν γῇ. | |
2.14.5 | Ἀθη‐ | |
νᾶν δὲ Ἥφαιστον ἔχειν· εἰς τὴν ἐλαίαν ᾐνίξατο καὶ τὸ πῦρ, ἃ παρ’ ἡμῖν ἀλλήλοις συνοικεῖ. τὸ δὲ χωρίον ἱερὸν ἐν περιβόλῳ· ἐλαία μὲν ἀναθάλλει φαιδροῖς τοῖς κλάδοις, πεφύτευται δὲ σὺν αὐτῇ τὸ πῦρ καὶ | 31 | |
5 | ἀνάπτει περὶ τοὺς πτόρθους πολλὴν τὴν φλόγα· ἡ δὲ τοῦ πυρὸς αἰθάλη τὸ φυτὸν γεωργεῖ. | |
2.14.6 | αὕτη πυρὸς φιλία καὶ φυτοῦ· οὕτως οὐ φεύγει τὸν Ἥφαιστον Ἀθηνᾶ.” καὶ ὁ Χαιρεφῶν συστράτηγος ὢν τοῦ Σωστράτου μείζων, ἐπεὶ πατρόθεν ἦν Τύριος, ἐκθειάζων αὐτόν, “Πάντα μὲν τὸν χρησμόν,” εἶπεν, “ἐξηγήσω καλῶς· μὴ μέντοι | |
5 | θαύμαζε τὴν τοῦ πυρὸς μόνον, ἀλλὰ καὶ τὴν τοῦ ὕδατος φύσιν. | |
2.14.7 | ἐθεασάμην γὰρ ἐγὼ τοιαῦτα μυστήρια. τὸ γοῦν τῆς Σικελικῆς πηγῆς ὕδωρ κεκερασμένον ἔχει πῦρ· καὶ φλόγα μὲν ὄψει κάτωθεν ἀπ’ αὐτῆς ἁλλομένην ἄνω· θιγόντι δέ σοι τὸ ὕδωρ ψυχρόν ἐστιν οἷόνπερ χιών, καὶ οὔτε τὸ πῦρ ὑπὸ τοῦ ὕδατος κατασβέννυται οὔτε | |
5 | τὸ ὕδωρ ὑπὸ τοῦ πυρὸς φλέγεται, ἀλλ’ ὕδατός εἰσιν ἐν τῇ κρήνῃ καὶ πυρὸς σπονδαί. | |
2.14.8 | ἐπεὶ καὶ ποταμὸς Ἰβηρικός, εἰ μὲν ἴδοις αὐτὸν εὐθύς, οὐδὲν ἄλλου κρείττων ἐστὶ ποταμοῦ· ἢν δὲ ἀκοῦσαι θέλῃς τοῦ ὕδατος λαλοῦντος, μικρὸν ἀνάμεινον ἐκπετάσας τὰ ὦτα. ἐὰν γὰρ ὀλίγος ἄνεμος εἰς τὰς δίνας ἐμπέσῃ, τὸ μὲν ὕδωρ ὡς χορδὴ | |
5 | κρούεται, τὸ δὲ πνεῦμα τοῦ ὕδατος πλῆκτρον γίνεται, τὸ ῥεῦμα δὲ ὡς κιθάρα λαλεῖ. | |
2.14.9 | ἀλλὰ καὶ λίμνη Λιβυκὴ μιμεῖται γῆν Ἰνδικήν, καὶ ἴσασιν αὐτῆς τὸ ἀπόρρητον αἱ Λιβύων παρθένοι, ὅτι τὸ ὕδωρ ἔχει πλούσιον. ὁ δὲ πλοῦτος ταύτῃ κάτω τεταμίευται τῇ τῶν ὑδάτων ἰλύϊ δεδεμένος, καὶ ἔστιν ἐκεῖ χρυσοῦ πηγή. κοντὸν οὖν εἰς τὸ ὕδωρ | |
5 | βαπτίζουσι πίσσῃ πεφαρμαγμένον ἀνοίγουσί τε τοῦ ποταμοῦ τὰ κλεῖθρα. | |
2.14.10 | ὁ δὲ κοντὸς πρὸς τὸν χρυσὸν οἷον πρὸς ἰχθὺν ἄγκιστρον | |
γίνεται, ἀγρεύει γὰρ αὐτόν· ἡ δὲ πίσσα δέλεαρ γίνεται τῆς ἄγρας· ὅ τι γὰρ ἂν εἰς αὐτὴν ἐμπέσῃ τῆς τοῦ χρυσοῦ γονῆς, τὸ μὲν προσ‐ ήψατο μόνον, ἡ πίσσα δὲ εἰς τὴν ἤπειρον ἥρπασε τὴν ἄγραν. οὕτως | 32 | |
5 | ἐκ ποταμοῦ Λιβυκοῦ χρυσὸς ἁλιεύεται.” | |
2.15.1 | Ταῦτα εἰπὼν τὴν θυσίαν ἐπὶ τὴν Τύρον ἔπεμπε, καὶ τῇ πόλει συνδοκοῦν. ὁ οὖν Καλλισθένης διαπράττεται τῶν θεωρῶν εἷς γενέ‐ σθαι· καὶ ταχὺ καταπλεύσας εἰς τὴν Τύρον καὶ ἐκμαθὼν τὴν τοῦ πατρὸς οἰκίαν ἐφήδρευε ταῖς γυναιξίν. αἱ δὲ ὀψόμεναι τὴν θυσίαν | |
5 | ἐξῄεσαν· καὶ γὰρ ἦν πολυτελής. | |
2.15.2 | πολλὴ μὲν ἡ τῶν θυμιαμάτων πομπή, ποικίλη δὲ ἡ τῶν ἀνθέων συμπλοκή. τὰ θυμιάματα, κασσία καὶ λιβανωτὸς καὶ κρόκος· τὰ ἄνθη, νάρκισσος καὶ ῥόδα καὶ μυρρίναι· ἡ δὲ τῶν ἀνθέων ἀναπνοὴ πρὸς τὴν τῶν θυμιαμάτων ἤριζεν ὀδμήν. | |
5 | τὸ δὲ πνεῦμα ἀναπεμπόμενον εἰς τὸν ἀέρα τὴν ὀδμὴν ἐκεράννυε, καὶ ἦν ἄνεμος ἡδονῆς. | |
2.15.3 | τὰ δὲ ἱερεῖα πολλὰ μὲν ἦν καὶ ποικίλα, διέπρεπον δὲ ἐν αὐτοῖς οἱ τοῦ Νείλου βόες. βοῦς γὰρ Αἰγύπτιος οὐ τὸ μέγεθος μόνον ἀλλὰ καὶ τὴν χροιὰν εὐτυχεῖ· τὸ μὲν γὰρ μέγεθος πάνυ μέγας, τὸν αὐχένα παχύς, τὸν νῶτον πλατύς, τὴν γαστέρα | |
5 | πολύς, τὸ κέρας οὐχ ὡς ὁ Σικελικὸς εὐτελὴς οὐδ’ ὡς ὁ Κύπριος δυσειδής, ἀλλ’ ἐκ τῶν κροτάφων ὄρθιον ἀναβαῖνον, κατὰ μικρὸν ἑκατέρωθεν κυρτούμενον τὰς κορυφὰς συνάγει τοσοῦτον, ὅσον αἱ τῶν κεράτων διεστᾶσιν ἀρχαί· καὶ τὸ θέαμα κυκλουμένης σελήνης ἐστὶν εἰκών. ἡ χροιὰ δὲ οἵαν Ὅμηρος τοὺς τοῦ Θρᾳκὸς ἵππους | |
10 | ἐπαινεῖ. | |
2.15.4 | βαδίζει δὲ ταῦρος ὑψαυχενῶν καὶ ὥσπερ ἐπιδεικνύμενος ὅτι τῶν ἄλλων βοῶν ἐστι βασιλεύς. εἰ δὲ ὁ μῦθος Εὐρώπης ἀληθής, Αἰγύπτιον βοῦν ὁ Ζεὺς ἐμιμήσατο. | |
2.16.1 | Ἔτυχεν οὖν ἡ μὲν ἐμὴ μήτηρ τότε μαλακῶς ἔχουσα· σκηψα‐ μένη δὲ καὶ ἡ Λευκίππη νοσεῖν ἔνδον ὑπέμεινε (συνέκειτο γὰρ ἡμῖν | |
εἰς ταὐτὸν ἐλθεῖν, ὡς ἂν τῶν πολλῶν ἐξιόντων), ὥστε συνέβη τὴν ἀδελφὴν τὴν ἐμὴν μετὰ τῆς Λευκίππης μητρὸς προελθεῖν. | 33 | |
2.16.2 | ὁ δὲ Καλλισθένης τὴν μὲν Λευκίππην οὐχ ἑωρακώς ποτε, τὴν δὲ Καλ‐ λιγόνην ἰδὼν τὴν ἀδελφὴν τὴν ἐμήν, νομίσας Λευκίππην εἶναι (ἐγνώρισε γὰρ τοῦ Σωστράτου τὴν γυναῖκα), πυθόμενος οὐδέν (ἦν | |
5 | γὰρ ἑαλωκὼς ἐκ τῆς θέας), δείκνυσιν ἑνὶ τῶν οἰκετῶν τὴν κόρην, ὃς ἦν αὐτῷ πιστότατος, καὶ κελεύει λῃστὰς ἐπ’ αὐτὴν συγκροτῆσαι, καταλέξας τὸν τρόπον τῆς ἁρπαγῆς. πανήγυρις δὲ ἐπέκειτο, καθ’ ἣν ἠκηκόει πάσας τὰς παρθένους ἀπαντᾶν ἐπὶ θάλατταν. ὁ μὲν οὖν ταῦτα εἰπὼν καὶ τὴν θεωρίαν ἀφωσιωμένος ἀπῆλθεν. | |
2.17.1 | Ναῦν δὲ εἶχεν ἰδίαν, τοῦτο προκατασκευάσας οἴκοθεν εἰ τύχοι τῆς ἐπιχειρήσεως. οἱ μὲν δὴ ἄλλοι θεωροὶ ἀπέπλευσαν, αὐτὸς δὲ μικρὸν ἀπεσάλευε τῆς γῆς, ἅμα μὲν ὡς δοκοίη τοῖς πολίταις ἕπεσθαι, ἅμα δὲ ἵνα μή, πλησίον τῆς Τύρου τοῦ σκάφους ὄντος, | |
5 | κατάφωρος γένοιτο μετὰ τὴν ἁρπαγήν. | |
2.17.2 | ἐπεὶ δὲ ἐγένετο κατὰ Σάραπτα κώμην Τυρίων ἐπὶ θαλάττῃ κειμένην, ἐνταῦθα προσπορί‐ ζεται λέμβον, δίδωσι δὲ τῷ Ζήνωνι· τοῦτο γὰρ ἦν ὄνομα τῷ οἰκέτῃ, ὃν ἐπὶ τὴν ἁρπαγὴν παρεσκευάκει. | |
2.17.3 | ὁ δὲ (ἦν γὰρ καὶ ἄλλως εὔρωστος τὸ σῶμα καὶ φύσει πειρατικός) ταχὺ μὲν ἐξεῦρε λῃστὰς ἁλιεῖς ἀπὸ τῆς κώμης ἐκείνης καὶ δῆτα ἀπέπλευσεν ἐπὶ τὴν Τύρον. ἔστι δὲ μικρὸν ἐπίνειον Τυρίων, νησίδιον ἀπέχον ὀλίγον τῆς Τύρου | |
5 | (Ῥοδόπης αὐτὸ τάφον οἱ Τύριοι λέγουσιν), ἔνθα ὁ λέμβος ἐφήδρευεν. | |
2.18.1 | Πρὸ δὲ τῆς πανηγύρεως, ἣν ὁ Καλλισθένης προσεδόκα, γίνεται δὴ τὰ τοῦ ἀετοῦ καὶ τῶν μάντεων· καὶ εἰς τὴν ὑστεραίαν παρεσκευαζόμεθα νύκτωρ ὡς θυσόμενοι τῷ θεῷ. τούτων δὲ τὸν Ζήνωνα ἐλάνθανεν οὐδέν· ἀλλ’ ἐπειδὴ καιρὸς ἦν βαθείας ἑσπέρας, | |
5 | ἡμεῖς μὲν προήλθομεν, ὁ δὲ εἵπετο. | |
2.18.2 | ἄρτι δὲ γενομένων ἡμῶν ἐπὶ τῷ χείλει τῆς θαλάσσης, ὁ μὲν τὸ συγκείμενον ἀνέτεινε σημεῖον, ὁ δὲ λέμβος ἐξαίφνης προσέπλει, καὶ ἐπεὶ πλησίον ἐγένετο, ἦσαν ἐν αὐτῷ νεανίσκοι δέκα. | 34 |
2.18.3 | ὀκτὼ δὲ ἑτέρους ἐπὶ τῆς γῆς εἶχον προ‐ λοχίσαντες, οἳ γυναικείας μὲν εἶχον ἐσθῆτας καὶ τῶν γενείων ἐψί‐ λωντο τὰς τρίχας· ἔφερον δὲ ἕκαστος ὑπὸ κόλπῳ ξίφος, ἐκόμιζον δὲ καὶ αὐτοὶ θυσίαν, ὡς ἂν ἥκιστα ὑποπτευθεῖεν· ἡμεῖς δὲ ᾠόμεθα | |
5 | γυναῖκας εἶναι. | |
2.18.4 | ἐπεὶ δὲ συνετίθεμεν τὴν πυράν, ἐξαίφνης βοῶντες συντρέχουσι καὶ τὰς μὲν δᾷδας ἡμῶν ἀποσβεννύουσι, φευγόντων δὲ ἀτάκτως ὑπὸ τῆς ἐκπλήξεως, τὰ ξίφη γυμνώσαντες ἁρπάζουσι τὴν ἀδελφὴν τὴν ἐμὴν καὶ ἐνθέμενοι τῷ σκάφει, ἐμβάντες εὐθὺς ὄρνιθος | |
5 | δίκην ἀφίπτανται. | |
2.18.5 | ἡμῶν δὲ οἱ μὲν ἔφευγον, οὐδὲν οὔτε εἰδότες οὔτε ἑωρακότες, οἱ δὲ ἅμα τε εἶδον καὶ ἐβόων· “Λῃσταὶ Καλλιγόνην ἔχουσι.” τὸ δὲ πλοῖον ἤδη μέσην ἐπέραινε τὴν θάλασσαν. ὡς δὲ τοῖς Σαράπτοις προσέσχον, πόρρωθεν ὁ Καλλισθένης τὸ σημεῖον | |
5 | ἰδὼν ὑπήντησεν ἐπιπλεύσας καὶ δέχεται μὲν τὴν κόρην, πλεῖ δὲ εὐθὺς πελάγιος. | |
2.18.6 | ἐγὼ δὲ ἀνέπνευσα μὲν οὕτω διαλυθέντων μοι παραδόξως τῶν γάμων, ἠχθόμην δὲ ὅμως ὑπὲρ ἀδελφῆς περιπεσούσης τοιαύτῃ συμφορᾷ. | |
2.19.1 | Ὀλίγας δὲ ἡμέρας διαλιπὼν πρὸς τὴν Λευκίππην διελεγόμην· “Μέχρι τίνος ἐπὶ τῶν φιλημάτων ἱστάμεθα, φιλτάτη; καλὰ τὰ προοί‐ μια· προσθῶμεν ἤδη τι καὶ ἐρωτικόν. φέρε ἀνάγκην ἀλλήλοις ἐπιθῶμεν πίστεως. ἂν γὰρ ἡμᾶς Ἀφροδίτη μυσταγωγήσῃ, οὐ μή | |
5 | τις ἄλλος κρείττων γένηται τῆς θεοῦ.” | |
2.19.2 | ταῦτα πολλάκις κατεπᾴ‐ δων ἐπεπείκειν τὴν κόρην ὑποδέξασθαί με τῷ θαλάμῳ νυκτός, τῆς Κλειοῦς συνεργούσης, ἥτις ἦν αὐτῇ θαλαμηπόλος. εἶχε δὲ ὁ θάλαμος αὐτῆς οὕτως· | |
2.19.3 | χωρίον ἦν μέγα τέτταρα οἰκήματα ἔχον, δύο μὲν ἐπὶ δεξιά, δύο δὲ ἐπὶ θάτερα· μέσος δὲ διεῖργε στενωπὸς τὰ οἰκή‐ ματα· θύρα δὲ ἐν ἀρχῇ τοῦ στενωποῦ μία ἐκλείετο· | |
2.19.4 | ταύτην εἶχον τὴν καταγωγὴν αἱ γυναῖκες. καὶ τὰ μὲν ἐνδοτέρω τῶν οἰκημάτων ἥ τε παρθένος καὶ ἡ μήτηρ αὐτῆς διειλήφεσαν, ἑκάτερα τὰ ἀντικρύ, τὰ δὲ ἔξω δύο τὰ πρὸς τὴν εἴσοδον, τὸ μὲν ἡ Κλειὼ τὸ κατὰ τὴν | 35 |
5 | παρθένον, τὸ δὲ ταμεῖον ἦν. | |
2.19.5 | κατακοιμίζουσα δὲ ἀεὶ τὴν Λευ‐ κίππην ἡ μήτηρ ἔκλειεν ἔνδοθεν τὴν ἐπὶ τοῦ στενωποῦ θύραν· ἔξωθεν δέ τις ἕτερος ἐπέκλειε καὶ τὰς κλεῖς ἔβαλλε διὰ τῆς ὀπῆς· ἡ δὲ λαβοῦσα ἐφύλαττε καὶ περὶ τὴν ἕω καλέσασα τὸν εἰς τοῦτο ἐπιτε‐ | |
5 | ταγμένον διέβαλλε πάλιν τὰς κλεῖς, ὅπως ἀνοίξειε. | |
2.19.6 | ταύταις οὖν ἴσας μηχανησάμενος ὁ Σάτυρος γενέσθαι τὴν ἄνοιξιν πειρᾶται καὶ ὡς εὗρε δυνατήν, τὴν Κλειὼ ἐπεπείκει, καὶ τῆς κόρης συνειδυίας, μηδὲν ἀντιπρᾶξαι τῇ τέχνῃ. ταῦτα ἦν τὰ συγκείμενα. | |
2.20.1 | Ἦν δέ τις αὐτῶν οἰκέτης πολυπράγμων καὶ λάλος καὶ λίχνος καὶ πᾶν ὅ τι ἂν εἴποι τις, ὄνομα Κώνωψ. οὗτός μοι ἐδόκει πόρρωθεν ἐπιτηρεῖν τὰ πραττόμενα ἡμῖν· μάλιστα δέ, ὅπερ ἦν, ὑποπτεύσας μή τι νύκτωρ ἡμῖν πραχθῇ, διενυκτέρευε μέχρι πόρρω τῆς ἑσπέρας, | |
5 | ἀναπετάσας τοῦ δωματίου τὰς θύρας, ὥστε ἔργον ἦν αὐτὸν λαθεῖν. | |
2.20.2 | ὁ οὖν Σάτυρος, βουλόμενος αὐτὸν εἰς φιλίαν ἀγαγεῖν, προσέπαιζε πολλάκις καὶ κώνωπα ἐκάλει καὶ ἔσκωπτε τοὔνομα σὺν γέλωτι. καὶ οὗτος εἰδὼς τοῦ Σατύρου τὴν τέχνην προσεποιεῖτο μὲν ἀντιπαί‐ ζειν καὶ αὐτός, ἐνετίθει δὲ τῇ παιδιᾷ τῆς γνώμης τὸ ἄσπονδον. | |
2.20.3 | λέγει δὴ πρὸς αὐτόν· “Ἐπειδὴ καταμωκᾷ μου καὶ τοὔνομα, φέρε σοι μῦθον ἀπὸ κώνωπος εἴπω.” | |
2.21.1 | “Ὁ λέων κατεμέμφετο τὸν Προμηθέα πολλάκις, ὅτι μέγαν μὲν αὐτὸν ἔπλασε καὶ καλὸν καὶ τὴν μὲν γένυν ὥπλισε τοῖς ὀδοῦσι, τοὺς δὲ πόδας ἐκράτυνε τοῖς ὄνυξιν ἐποίησέ τε τῶν ἄλλων θηρίων δυνατώτερον. ‘Ὁ δὲ τοιοῦτος,‘ ἔφασκε, ‘τὸν ἀλεκτρυόνα φοβοῦμαι.‘ | |
2.21.2 | καὶ ὁ Προμηθεὺς ἐπιστὰς ἔφη· ‘Τί με μάτην αἰτιᾷ; τὰ μὲν γὰρ ἐμὰ πάντα ἔχεις ὅσα πλάττειν ἠδυνάμην, ἡ δὲ σὴ ψυχὴ πρὸς τοῦτο μόνον μαλακίζεται.‘ ἔκλαιεν οὖν ἑαυτὸν ὁ λέων καὶ τῆς δειλίας κατεμέμφετο καὶ τέλος ἀποθανεῖν ἤθελεν. | |
2.21.3 | οὕτω δὲ γνώμης ἔχων ἐλέφαντι περιτυγχάνει καὶ προσαγορεύσας εἱστήκει διαλεγόμενος. καὶ ὁρῶν διὰ παντὸς τὰ ὦτα κινοῦντα, ‘Τί πάσχεις;‘ ἔφη· ‘καὶ τί δή ποτε οὐδὲ μικρὸν ἀτρεμεῖ σου τὸ οὖς;‘ | 36 |
2.21.4 | καὶ ὁ ἐλέφας, κατὰ τύχην παραπτάντος αὐτῷ κώνωπος, ‘Ὁρᾷς,‘ ἔφη, ‘τοῦτο τὸ βραχὺ τὸ βομβοῦν; ἢν εἰσδύῃ μου τῇ τῆς ἀκοῆς ὁδῷ, τέθνηκα.‘ καὶ ὁ λέων, ‘Τί οὖν ἔτι ἀποθνῄσκειν,‘ ἔφη, ‘με δεῖ, τοσοῦτον ὄντα καὶ ἐλέφαντος | |
5 | εὐτυχέστερον, ὅσον κρείττων κώνωπος ἀλεκτρυών;‘ ὁρᾷς, ὅσον ἰσχύος ὁ κώνωψ ἔχει, ὡς καὶ ἐλέφαντα φοβεῖν.” | |
2.21.5 | συνεὶς οὖν ὁ Σάτυρος τὸ ὕπουλον αὐτοῦ τῶν λόγων, ἠρέμα μειδιῶν, “Ἄκουσον κἀμοῦ τινα λόγον,” εἶπεν, “ἀπὸ κώνωπος καὶ λέοντος, ὃν ἀκήκοά τινος τῶν φιλοσόφων· χαρίζομαι δέ σοι τοῦ μύθου τὸν ἐλέφαντα.” | |
2.22.1 | “Λέγει τοίνυν κώνωψ ἀλαζών ποτε πρὸς τὸν λέοντα· ‘Εἶτα κἀμοῦ βασιλεύειν νομίζεις ὡς καὶ τῶν ἄλλων θηρίων; ἀλλ’ οὔτε μου καλλίων οὔτε ἀλκιμώτερος ἔφυς οὔτε μείζων. ἐπεὶ τί σοι πρῶτόν ἐστιν ἀλκή; | |
2.22.2 | ἀμύσσεις τοῖς ὄνυξι καὶ δάκνεις τοῖς ὀδοῦσι. ταῦτα γὰρ οὐ ποιεῖ μαχομένη γυνή; ποῖον δὲ μέγεθος ἢ κάλλος σε κοσμεῖ; στέρνον πλατύ, ὦμοι παχεῖς καὶ πολλὴ περὶ τὸν αὐχένα κόμη. τὴν κατόπιν οὖν αἰσχύνην οὐχ ὁρᾷς; ἐμοὶ δὲ μέγεθος μὲν ὁ ἀὴρ ὅλος, | |
5 | ὅσον μου καταλαμβάνει τὸ πτερόν, κάλλος δὲ αἱ τῶν λειμώνων κόμαι· αἱ μὲν γάρ εἰσιν ὥσπερ ἐσθῆτες, ἃς ὅταν θέλω παῦσαι τὴν πτῆσιν ἐνδύομαι. | |
2.22.3 | τὴν δὲ ἀνδρείαν μου μὴ καὶ γελοῖον ᾖ κατα‐ λέγειν· ὄργανον γὰρ ὅλος εἰμὶ πολέμου. μετὰ μὲν σάλπιγγος παρα‐ τάττομαι, σάλπιγξ δέ μοι καὶ βέλος τὸ στόμα· ὥστε εἰμὶ καὶ αὐλητὴς καὶ τοξότης. ἐμαυτοῦ δὲ ὀϊστὸς καὶ τόξον γίνομαι· τοξεύει γάρ με | |
5 | διαέριον τὸ πτερόν, ἐμπεσὼν δὲ ὡς ἀπὸ βέλους ποιῶ τὸ τραῦμα· ὁ δὲ παταχθεὶς ἐξαίφνης βοᾷ καὶ τὸν τετρωκότα ζητεῖ. ἐγὼ δὲ παρὼν οὐ πάρειμι. ὁμοῦ δὲ καὶ φεύγω καὶ μένω, καὶ περιϊππεύω τὸν ἄνθρωπον τῷ πτερῷ, γελῶ δὲ αὐτὸν βλέπων περὶ τοῖς τραύμασιν ὀρχούμενον. | |
2.22.4 | ἀλλὰ τί δεῖ λόγων; ἀρχώμεθα μάχης.‘ ἅμα λέγων ἐμπίπτει τῷ λέοντι καὶ εἰς τοὺς ὀφθαλμοὺς ἐμπηδᾷ καὶ εἴ τι ἄλλο ἄτριχον τῶν προσώπων, περιϊπτάμενος ἅμα καὶ τῷ βόμβῳ καταυλῶν. ὁ δὲ λέων ἠγριαίνετο καὶ μετεστρέφετο πάντῃ καὶ τὸν ἀέρα περιέχα‐ | 37 |
5 | σκεν· ὁ δὲ κώνωψ ταύτῃ πλέον τὴν ὀργὴν ἐτίθετο παιδιὰν καὶ ἐπ’ αὐτοῖς ἐτίτρωσκε τοῖς χείλεσιν. | |
2.22.5 | καὶ ὁ μὲν ἔκλινεν εἰς τὸ λυποῦν μέρος, ἀνακάμπτων ἔνθα τοῦ τραύματος ἡ πληγή, ὁ δὲ ὥσπερ πα‐ λαιστὴς τὸ σῶμα σκευάζων εἰς τὴν συμπλοκὴν ἀπέρρει τῶν τοῦ λέοντος ὀδόντων, αὐτὴν μέσην διαπτὰς κλειομένην τὴν γένυν. | |
2.22.6 | οἱ δὲ ὀδόντες κενοὶ τῆς θήρας περὶ ἑαυτοὺς ἐκροτάλιζον. ἤδη τοίνυν ὁ λέων ἐκεκμήκει σκιαμαχῶν πρὸς τὸν ἀέρα τοῖς ὀδοῦσι καὶ εἱστήκει παρειμένος ὀργῇ. ὁ δὲ κώνωψ περιϊπτάμενος αὐτοῦ τὴν κόμην | |
5 | ἐπηύλει μέλος ἐπινίκιον. | |
2.22.7 | μακρότερον δὲ ποιούμενος τῆς πτήσεως τὸν κύκλον ὑπὸ περιττῆς ἀπειροκαλίας ἀράχνης λανθάνει νήμασιν ἐμπλακείς, καὶ τὴν ἀράχνην οὐκ ἔλαθεν ἐμπεσών. ὡς δὲ οὐκέτι εἶχε φυγεῖν, ἀδημονῶν εἶπεν· ‘Ὢ τῆς ἀνοίας· προὐκαλούμην γὰρ ἐγὼ | |
5 | λέοντα, ὀλίγος δέ με ἤγρευσεν ἀράχνης χιτών.‘” ταῦτα εἰπών, “Ὥρα τοίνυν,” ἔφη, “καὶ σὲ τὰς ἀράχνας φοβεῖσθαι.” καὶ ἅμα ἐγέλασεν. | |
2.23.1 | Καὶ ὀλίγας διαλιπὼν ἡμέρας, εἰδὼς αὐτὸν γαστρὸς ἡττώμε‐ νον, φάρμακον πριάμενος ὕπνου βαθέος ἐφ’ ἑστίασιν αὐτὸν ἐκάλεσεν. ὁ δὲ ὑπώπτευε μέν τινα μηχανὴν καὶ ὤκνει τὸ πρῶτον. ὡς δὲ ἡ βελτίστη γαστὴρ κατηνάγκασε, πείθεται. | |
2.23.2 | ἐπεὶ δὲ ἧκε πρὸς τὸν Σάτυρον, εἶτα δειπνήσας ἔμελλεν ἀπιέναι, ἐγχεῖ τοῦ φαρμάκου κατὰ τῆς τελευταίας κύλικος ὁ Σάτυρος αὐτῷ· καὶ ὁ μὲν ἔπιε, καὶ μικρὸν διαλιπών, ὅσον εἰς τὸ δωμάτιον αὐτοῦ φθάσαι, καταπεσὼν ἔκειτο, | |
5 | τὸν ὕπνον καθεύδων τοῦ φαρμάκου. | |
2.23.3 | ὁ δὲ Σάτυρος εἰστρέχει πρός με καὶ λέγει· “Κεῖταί σοι καθεύδων ὁ Κύκλωψ· σὺ δὲ ὅπως Ὀδυσ‐ σεὺς ἀγαθὸς γένῃ.” ἅμα ἔλεγε καὶ ἥκομεν ἐπὶ τὰς θύρας τῆς ἐρω‐ | |
μένης. καὶ ὁ μὲν ὑπελείπετο, ἐγὼ δὲ εἰσῄειν, ὑποδεχομένης με τῆς | 38 | |
5 | Κλειοῦς ἀψοφητί, τρέμων τρόμον διπλοῦν, χαρᾶς ἅμα καὶ φόβου. | |
2.23.4 | ὁ μὲν γὰρ τοῦ κινδύνου φόβος ἐθορύβει τὰς τῆς ψυχῆς ἐλπίδας, ἡ δὲ ἐλπὶς τοῦ τυχεῖν ἐπεκάλυπτεν ἡδονῇ τὸν φόβον· οὕτω καὶ τὸ ἐλπίζον ἐφοβεῖτό μου καὶ ἔχαιρε τὸ λυπούμενον. ἄρτι δέ μου προσελθόντος | |
5 | εἴσω τοῦ θαλάμου τῆς παιδός, γίνεταί τι τοιοῦτον περὶ τὴν τῆς κόρης μητέρα· ἔτυχεν ὄνειρος αὐτὴν ταράξας. | |
2.23.5 | ἐδόκει τινὰ λῃστὴν μάχαι‐ ραν ἔχοντα γυμνὴν ἄγειν ἁρπασάμενον αὐτῆς τὴν θυγατέρα καὶ καταθέμενον ὑπτίαν, μέσην ἀνατεμεῖν τῇ μαχαίρᾳ τὴν γαστέρα, κάτω‐ θεν ἀρξάμενον ἀπὸ τῆς αἰδοῦς. ταραχθεῖσα οὖν ὑπὸ δείματος, ὡς | |
5 | εἶχεν ἀναπηδᾷ καὶ ἐπὶ τὸν τῆς θυγατρὸς θάλαμον τρέχει (ἐγγὺς γὰρ ἦν), ἄρτι μου κατακλιθέντος. | |
2.23.6 | ἐγὼ μὲν δὴ τὸν ψόφον ἀκούσας ἀνοιγομένων τῶν θυρῶν, εὐθὺς ἀνεπήδησα· ἡ δὲ ἐπὶ τὴν κλίνην παρῆν. συνεὶς οὖν τὸ κακὸν ἐξάλλομαι καὶ διὰ τῶν θυρῶν ἵεμαι δρόμῳ, καὶ ὁ Σάτυρος ὑποδέχεται τρέμοντα καὶ τεταραγμένον. εἶτα | |
5 | ἐφεύγομεν διὰ τοῦ σκότους καὶ ἐπὶ τὸ δωμάτιον ἑαυτῶν ἤλθομεν. | |
2.24.1 | Ἡ δὲ πρῶτον μὲν ὑπὸ ἰλίγγου κατέπεσεν, εἶτα ἀνενεγκοῦσα τὴν Κλειὼ κατὰ κόρρης ὡς εἶχε ῥαπίζει καὶ ἐπιλαβομένη τῶν τριχῶν ἅμα πρὸς τὴν θυγατέρα ἀνῴμωξεν, “Ἀπώλεσάς μου,” λέγουσα, “Λευκίππη, τὰς ἐλπίδας. | |
2.24.2 | οἴμοι, Σώστρατε· σὺ μὲν ἐν Βυζαντίῳ πολεμεῖς ὑπὲρ ἀλλοτρίων γάμων, ἐν Τύρῳ δὲ καταπεπολέμησαι καὶ τῆς θυγατρός σού τις τοὺς γάμους σεσύληκεν. οἴμοι δειλαία, τοιού‐ τους σοι γάμους ὄψεσθαι οὐ προσεδόκων. | |
2.24.3 | ὄφελον ἔμεινας ἐν Βυζαντίῳ· ὄφελον ἔπαθες πολέμου νόμῳ τὴν ὕβριν· ὄφελόν σε κἂν Θρᾲξ νικήσας ὕβρισεν· οὐκ εἶχεν ἡ συμφορὰ διὰ τὴν ἀνάγκην ὄνει‐ δος. νῦν δέ, κακόδαιμον, ἀδοξεῖς ἐν οἷς δυστυχεῖς. | |
2.24.4 | ἐπλάνα δέ με καὶ τὰ τῶν ἐνυπνίων φαντάσματα, τὸν δὲ ἀληθέστερον ὄνειρον οὐκ ἐθεασάμην. νῦν ἀθλιώτερον ἀνετμήθης τὴν γαστέρα· αὕτη δυστυχε‐ | |
στέρα τῆς μαχαίρας τομή· οὐδὲ εἶδον τὸν ὑβρίσαντά σε, οὐδὲ οἶδά | 39 | |
5 | μου τῆς συμφορᾶς τὴν τύχην. οἴμοι τῶν κακῶν· μὴ καὶ δοῦλος ἦν;” | |
2.25.1 | Ἐθάρσησεν οὖν ἡ παρθένος, ὡς ἂν ἐμοῦ διαπεφευγότος, καὶ λέγει· “Μὴ λοιδόρει μου, μῆτερ, τὴν παρθενίαν· οὐδὲν ἔργον μοι πέπρακται τοιούτων ῥημάτων 〈ἄξιον〉, οὐδὲ οἶδα τοῦτον ὅστις ἦν, εἴτε δαίμων, εἴτε ἥρως, εἴτε λῃστής. | |
2.25.2 | ἐκείμην δὲ πεφοβημένη, μηδὲ ἀνακραγεῖν διὰ τὸν φόβον δυναμένη. φόβος γὰρ γλώττης ἐστὶ δεσμός. ἓν οἶδα μόνον, οὐδείς μου τὴν παρθενίαν κατῄσχυνε.” | |
2.25.3 | κα‐ ταπεσοῦσα οὖν ἡ Πάνθεια πάλιν ἔστενεν. ἡμεῖς δὲ ἐσκοποῦμεν, καθ’ ἑαυτοὺς γενόμενοι, τί ποιητέον εἴη, καὶ ἐδόκει κράτιστον εἶναι φεύγειν, πρὶν ἠὼς γένηται καὶ τὸ πᾶν ἡ Κλειὼ βασανιζομένη κατείπῃ. | |
2.26.1 | Δόξαν οὖν οὕτως εἰχόμεθα ἔργου, σκηψάμενοι πρὸς τὸν θυρωρὸν ἀπιέναι πρὸς ἐρωμένην, καὶ ἐπὶ τὴν οἰκίαν ἐρχόμεθα τὴν Κλεινίου. ἦσαν δὲ λοιπὸν μέσαι νύκτες, ὥστε μόλις ὁ θυρωρὸς ἀνέῳξεν ἡμῖν. καὶ ὁ Κλεινίας, ἐν ὑπερῴῳ γὰρ τὸν θάλαμον εἶχε, | |
5 | διαλεγομένων ἡμῶν ἀκούσας κατατρέχει τεταραγμένος. | |
2.26.2 | καὶ ἐν τούτῳ τὴν Κλειὼ κατόπιν ὁρῶμεν σπουδῇ θέουσαν· ἦν γὰρ δρασμὸν βεβουλευμένη. ἅμα τε οὖν ὁ Κλεινίας ἤκουσεν ἡμῶν ἃ πεπόνθαμεν καὶ τῆς Κλειοῦς ἡμεῖς, ὅπως φύγοι, καὶ πάλιν ἡμῶν ἡ Κλειὼ τί | |
5 | ποιεῖν μέλλομεν. | |
2.26.3 | παρελθόντες οὖν εἴσω τῶν θυρῶν τῷ Κλεινίᾳ διηγούμεθα τὰ γεγονότα καὶ ὅτι φεύγειν διεγνώκαμεν. λέγει ἡ Κλειώ· “Κἀγὼ σὺν ὑμῖν· ἢν γὰρ περιμείνω τὴν ἕω, θάνατός μοι πρόκειται, τῶν βασάνων γλυκύτερος.” | |
2.27.1 | Ὁ οὖν Κλεινίας τῆς χειρός μου λαβόμενος ἄγει τῆς Κλειοῦς μακρὰν καὶ λέγει· “Δοκῶ μοι καλλίστην γνώμην εὑρηκέναι, ταύτην μὲν ὑπεξαγαγεῖν, ἡμᾶς δὲ ὀλίγας ἡμέρας ἐπισχεῖν, κἂν οὕτω δοκῇ, συσκευασαμένους ἀπελθεῖν. | |
2.27.2 | οὐδὲ γὰρ νῦν οἶδε τῆς κόρης ἡ μήτηρ τίνα κατέλαβεν, ὡς ὑμεῖς φατε, ὅ τε καταμηνύσων οὐκ ἔσται, τῆς Κλειοῦς ἐκ μέσου γενομένης· τάχα δὲ καὶ τὴν κόρην συμφυγεῖν | |
πείσετε.” ἔλεγε δὲ καὶ αὐτὸς ὅτι κοινωνὸς γενήσεται τῆς ἀποδημίας. | 40 | |
2.27.3 | ταῦτα ἔδοξε. καὶ τὴν μὲν Κλειὼ τῶν οἰκετῶν αὑτοῦ τινι παρα‐ δίδωσι, κελεύσας ἐμβαλέσθαι σκάφει, ἡμεῖς δὲ αὐτοῦ καταμείναντες ἐφροντίζομεν περὶ τῶν ἐσομένων· καὶ τέλος ἔδοξεν ἀποπειραθῆναι τῆς κόρης καί, εἰ μὲν θελήσει συμφυγεῖν, οὕτω πράττειν, εἰ δὲ μή, | |
5 | μένειν αὐτοῦ, παραδόντας ἑαυτοὺς τῇ τύχῃ. κοιμηθέντες οὖν ὀλίγον τῆς νυκτὸς ὅσον τὸ λοιπόν, περὶ τὴν ἕω πάλιν ἐπὶ τὴν οἰκίαν ἐπανήλ‐ θομεν. | |
2.28.1 | Ἡ οὖν Πάνθεια ἀναστᾶσα περὶ τὰς βασάνους τῆς Κλειοῦς ηὐτρεπίζετο καὶ καλεῖν αὐτὴν ἐκέλευεν. ὡς δ’ ἦν ἀφανής, πάλιν ἐπὶ τὴν θυγατέρα ἵεται καί, “Οὐκ ἐρεῖς,” ἔφη, “τὴν συσκευὴν τοῦ δρά‐ ματος; ἰδοὺ καὶ ἡ Κλειὼ πέφευγεν.” | |
2.28.2 | ἡ δὲ ἔτι μᾶλλον ἐθάρσησε καὶ λέγει· “Τί πλέον εἴπω σοι, τίνα δὲ ἄλλην προσαγάγω πίστιν τῆς ἀληθείας μείζονα; εἰ παρθενίας ἔστι τις δοκιμασία, δοκίμασον.” | |
2.28.3 | “Ἔτι καὶ τοῦτο,” ἔφη ἡ Πάνθεια, “λείπεται, ἵνα καὶ μετὰ μαρτύ‐ ρων δυστυχῶμεν.” ταῦτα ἅμα λέγουσα ἀνεπήδησεν ἔξω. | |
2.29.1 | Ἡ δὲ Λευκίππη καθ’ ἑαυτὴν γενομένη καὶ τῶν τῆς μητρὸς γεμισθεῖσα ῥημάτων παντοδαπή τις ἦν· ἤχθετο, ᾐσχύνετο, ὠργίζετο. ἤχθετο μὲν πεφωραμένη, ᾐσχύνετο δὲ ὀνειδιζομένη, ὠργίζετο δὲ ἀπι‐ στουμένη. αἰδὼς δὲ καὶ λύπη καὶ ὀργὴ τρία τῆς ψυχῆς κύματα· | |
2.29.2 | ἡ μὲν γὰρ αἰδὼς διὰ τῶν ὀμμάτων εἰσρέουσα τὴν τῶν ὀφθαλμῶν ἐλευ‐ θερίαν καθαιρεῖ· ἡ λύπη δὲ περὶ τὰ στέρνα διανεμομένη κατατήκει τῆς ψυχῆς τὸ ζωπυροῦν· ἡ δὲ ὀργὴ περιϋλακτοῦσα τὴν καρδίαν | |
5 | ἐπικλύζει τὸν λογισμὸν τῷ τῆς μανίας ἀφρῷ. | |
2.29.3 | λόγος δὲ τούτων ἁπάντων πατήρ, καὶ ἔοικεν ἐπὶ σκοπῷ τόξον βάλλειν καὶ ἐπιτυγχά‐ νειν καὶ ἐπὶ τὴν ψυχὴν πέμπειν τὰ βλήματα καὶ ποικίλα τοξεύματα. τὸ μέν ἐστιν αὐτῷ λοιδορίας βέλος, καὶ γίνεται τὸ ἕλκος ὀργή· τὸ δέ | |
5 | ἐστιν ἔλεγχος ἀτυχημάτων· ἐκ τούτου τοῦ βέλους λύπη γίνεται· τὸ δέ, ὄνειδος ἁμαρτημάτων, καὶ καλοῦσιν αἰδῶ τὸ τραῦμα. | |
2.29.4 | ἴδιον δὲ | |
τούτων ἁπάντων τῶν βελῶν βαθέα μὲν τὰ βλήματα, ἄναιμα δὲ τὰ τοξεύματα. ἓν δὲ τούτων ἁπάντων φάρμακον, ἀμύνασθαι τὸν βαλόντα τοῖς αὐτοῖς βλήμασι· λόγος γὰρ γλώσσης βέλος ἄλλης γλώσσης | 41 | |
5 | βέλει θεραπεύεται· καὶ γὰρ τῆς καρδίας ἔπαυσε τὸ θυμούμενον καὶ τῆς ψυχῆς ἐμάρανε τὸ λυπούμενον. | |
2.29.5 | ἂν δέ τις ἀνάγκῃ τοῦ κρείτ‐ τονος σιγήσῃ τὴν ἄμυναν, ἀλγεινότερα γίνεται τὰ ἕλκη τῇ σιωπῇ· αἱ γὰρ ὠδῖνες τῶν ἐκ τοῦ λόγου κυμάτων, οὐκ ἀποπτύσασαι τὸν ἀφρόν, οἰδοῦσι περὶ ἑαυτὰς πεφυσημέναι. τοσούτων οὖν ἡ Λευκίππη | |
5 | γεμισθεῖσα συμφορῶν οὐκ ἔφερε τὴν προσβολήν. | |
2.30.1 | Ἐν τούτῳ δὲ ἔτυχον πέμψαι τὸν Σάτυρον πρὸς τὴν κόρην ἀποπειρασόμενον τῆς φυγῆς. ἡ δὲ πρὶν ἀκοῦσαι πρὸς τὸν Σάτυρον, “Δέομαι,” ἔφη, “πρὸς θεῶν ξένων καὶ ἐγχωρίων, ἐξαρπάσατέ με τῶν τῆς μητρὸς ὀφθαλμῶν, ὅποι βούλεσθε. | |
2.30.2 | εἰ δέ με ἀπελθόντες κατα‐ λίποιτε, βρόχον πλεξαμένη τὴν ψυχήν μου οὕτως ἀφήσω.” ἐγὼ δὲ ὡς ταῦτα ἤκουσα, τὸ πολὺ τῆς φροντίδος ἀπερριψάμην. δύο δὲ ἡμέ‐ ρας διαλιπόντες, ὅτε καὶ ἀποδημῶν ἔτυχεν ὁ πατήρ, παρεσκευαζόμεθα | |
5 | πρὸς τὴν φυγήν. | |
2.31.1 | Εἶχε δὲ ὁ Σάτυρος τοῦ φαρμάκου λείψανον, ᾧ τὸν Κώνωπα ἦν κατακοιμίσας· τούτου διακονούμενος ἡμῖν ἐγχεῖ λαθὼν κατὰ τῆς κύλικος τῆς τελευταίας, ἣν τῇ Πανθείᾳ προσέφερεν· ἡ δὲ ἀναστᾶσα ᾤχετο εἰς τὸν θάλαμον αὑτῆς καὶ εὐθὺς ἐκάθευδεν. | |
2.31.2 | εἶχε δὲ ἑτέραν ἡ Λευκίππη θαλαμηπόλον, ἣν τῷ αὐτῷ φαρμάκῳ καταβαπτίσας ὁ Σάτυρος (προσεπεποίητο γὰρ καὶ αὐτῆς, ἐξ οὗ τῷ θαλάμῳ προσελη‐ λύθει, ἐρᾶν) ἐπὶ τὴν τρίτην θήραν ἔρχεται, ἐπὶ τὸν θυρωρόν. κἀκεῖ‐ | |
5 | νον βεβλήκει τῷ αὐτῷ πόματι. | |
2.31.3 | ὄχημα δὲ εὐτρεπὲς ἡμᾶς πρὸ τῶν | |
πυλῶν ἐξεδέχετο, ὅπερ ὁ Κλεινίας παρεσκεύασε, καὶ ἔφθασεν ἡμᾶς ἐπ’ αὐτοῦ περιμένων αὐτός. ἐπεὶ δὲ πάντες ἐκάθευδον, περὶ πρώτας νυκτὸς φυλακὰς προῄειμεν ἀψοφητί, Λευκίππην τοῦ Σατύρου χειρα‐ | 42 | |
5 | γωγοῦντος. | |
2.31.4 | καὶ γὰρ ὁ Κώνωψ, ὅσπερ ἡμῖν ἐφήδρευε, κατὰ τύχην ἐκείνην ἀπεδήμει τὴν ἡμέραν, τῇ δεσποίνῃ διακονησόμενος. ἀνοίγει δὴ τὰς θύρας ὁ Σάτυρος, καὶ προήλθομεν· ὡς δὲ παρῆμεν ἐπὶ τὰς πύλας, ἐπέβημεν τοῦ ὀχήματος. | |
2.31.5 | ἦμεν δὲ οἱ πάντες ἕξ, ὑμεῖς καὶ ὁ Κλεινίας καὶ δύο θεράποντες αὐτοῦ. ἐπελαύνομεν οὖν τὴν ἐπὶ Σιδῶνα καὶ περὶ μοίρας τῆς νυκτὸς δύο παρῆμεν ἐπὶ τὴν πόλιν καὶ εὐθὺς ἐπὶ Βηρυτὸν τὸν δρόμον ἐποιούμεθα, νομίζοντες εὑρήσειν ἐκεῖ | |
5 | ναῦν ἐφορμοῦσαν. | |
2.31.6 | καὶ οὐκ ἠτυχήσαμεν· ὡς γὰρ ἐπὶ τοῦ Βηρυτίων λιμένος ἤλθομεν, ἀναγόμενον σκάφος εὕρομεν, ἄρτι τὰ πρυμνήσια μέλλον ἀπολύειν. μηδὲν οὖν ἐρωτήσαντες ποῦ πλεῖ, μετεσκευαζόμεθα ἐπὶ τὴν θάλασσαν ἐκ τῆς γῆς, καὶ ἦν ὁ καιρὸς μικρὸν ἄνω τῆς ἕω. | |
5 | ἔπλει δὲ τὸ πλοῖον εἰς Ἀλεξάνδρειαν, τὴν μεγάλην τοῦ Νείλου πόλιν. | |
2.32.1 | Ἔχαιρον δὲ τὸ πρῶτον ὁρῶν τὴν θάλασσαν, οὔπω πελαγίζον‐ τος τοῦ σκάφους ἀλλ’ ἐπὶ τοῖς λιμέσιν ἐποχουμένου. ὡς δὲ ἔδοξεν οὔριον εἶναι πρὸς ἀναγωγὴν τὸ πνεῦμα, θόρυβος ἦν πολὺς κατὰ τὸ σκάφος, τῶν ναυτῶν διαθεόντων, τοῦ κυβερνήτου κελεύοντος, ἑλκο‐ | |
5 | μένων τῶν κάλων· | |
2.32.2 | ἡ κεραία περιήγετο, τὸ ἱστίον καθίετο, ἡ ναῦς ἀπεσαλεύετο, τὰς ἀγκύρας ἀνέσπων, ὁ λιμὴν κατελείπετο· τὴν γῆν ἑωρῶμεν ἀπὸ τῆς νηὸς κατὰ μικρὸν ἀναχωροῦσαν, ὡς αὐτὴν πλέου‐ σαν· παιανισμὸς ἦν καὶ πολλή τις εὐχή, θεοὺς σωτῆρας καλοῦντες, | |
5 | εὐφημοῦντες αἴσιον τὸν πλοῦν γενέσθαι· τὸ πνεῦμα ᾔρετο σφοδρότε‐ ρον, τὸ ἱστίον ἐκυρτοῦτο καὶ εἷλκε τὴν ναῦν. | |
2.33.1 | Ἔτυχε δέ τις ἡμῖν νεανίσκος παρασκηνῶν, ὅς, ἐπεὶ καιρὸς ἦν ἀρίστου, φιλοφρονούμενος ἡμᾶς συναριστᾶν ἠξίου. καὶ ἡμῖν δὲ ὁ | |
Σάτυρος παρέφερεν· ὥστε εἰς μέσον καταθέμενοι ἃ εἴχομεν τὸ ἄρι‐ στον ἐκοινωνοῦμεν, ἤδη δὲ καὶ λόγον. | 43 | |
2.33.2 | λέγω δὴ πρῶτος· “Πόθεν, ὦ νεανίσκε, καὶ τίνα σε δεῖ καλεῖν;” “Ἐγὼ Μενέλαος,” εἶπεν, “τὸ δὲ γένος Αἰγύπτιος. τὰ δὲ ὑμέτερα τίνα;” | |
2.33.3 | “Ἐγὼ Κλειτοφῶν, οὗτος Κλεινίας, Φοίνικες ἄμφω.” “Τίς οὖν ἡ πρόφασις ὑμῖν τῆς ἀποδημίας;” “Ἢν σὺ πρῶτος ἡμῖν φράσῃς, καὶ τὰ παρ’ ἡμῶν ἀκούσῃ.” | |
2.34.1 | Λέγει οὖν ὁ Μενέλαος· “Τὸ μὲν κεφάλαιον τῆς ἐμῆς ἀποδη‐ μίας ἔρως βάσκανος καὶ θήρα δυστυχής. ἤρων μειρακίου καλοῦ· τὸ δὲ μειράκιον φιλόθηρον ἦν. ἐπεῖχον τὰ πολλά, κρατεῖν οὐκ ἠδυνάμην. ὡς δὲ οὐκ ἔπειθον, εἱπόμην κἀγὼ ἐπὶ τὰς ἄγρας. | |
2.34.2 | ἐθηρῶμεν οὖν ἱππεύοντες ἄμφω καὶ τὰ πρῶτα ηὐτυχοῦμεν, τὰ λεπτὰ διώκοντες τῶν θηρίων. | |
2.34.3 | ἐξαίφνης δὲ σῦς τῆς ὕλης προπηδᾷ, καὶ τὸ μειράκιον ἐδίωκε· καὶ ὁ σῦς ἐπιστρέφει τὴν γένυν καὶ ἀντιπρόσωπος ἐχώρει δρόμῳ, καὶ τὸ μειράκιον οὐκ ἐξετρέπετο, βοῶντος ἐμοῦ καὶ κεκρα‐ γότος· ‘Ἕλκε τὸν ἵππον, μετένεγκε τὰς ἡνίας· πονηρὸν τὸ θηρίον.‘ | |
5 | ἀνᾴξας δὲ ὁ σῦς σπουδῇ ἔτρεχεν ὡς ἐπ’ αὐτόν· | |
2.34.4 | καὶ οἱ μὲν συνέ‐ πιπτον ἀλλήλοις, ἐμὲ δὲ τρόμος, ὡς εἶδον, λαμβάνει· καὶ φοβούμενος μὴ φθάσῃ τὸ θηρίον καὶ πατάξῃ τὸν ἵππον, ἐναγκυλωσάμενος τὸ ἀκόντιον, πρὶν ἀκριβῶς καταστοχάσασθαι τοῦ σκοποῦ, πέμπω τὸ | |
5 | βέλος· τὸ δὲ μειράκιον παραθέον ἁρπάζει τὴν βολήν. | |
2.34.5 | τίνα οἴει με τότε ψυχὴν ἔχειν; εἰ καὶ ψυχὴν εἶχον ὅλως, ὡς ἂν ἄλλος τις ἀπο‐ θάνοι ζῶν. τὸ δὲ οἰκτρότερον, τὰς χεῖρας ὤρεγέ μοι μικρὸν ἔτι ἐμπνέων καὶ περιέβαλλε καὶ ἀποθνῄσκων οὐκ ἐμίσει με τὸν πονηρὸν | |
5 | ὁ ὑπ’ ἐμοῦ πεφονευμένος, ἀλλὰ τὴν ψυχὴν ἀφῆκε τῇ φονευσάσῃ μου περιπλεκόμενος δεξιᾷ. | |
2.34.6 | ἄγουσιν οὖν με ἐπὶ τὸ δικαστήριον οἱ τοῦ | |
μειρακίου γονεῖς οὐκ ἄκοντα· καὶ γὰρ ἐπελθὼν ἀπελογούμην οὐδέν, θανάτου δὲ ἐτιμώμην ἐμαυτῷ. ἐλεήσαντες οὖν οἱ δικασταὶ προσε‐ τιμήσαντό μοι τριετῆ φυγήν, ἧς νῦν τέλος ἐχούσης αὖθις ἐπὶ τὴν | 44 | |
5 | ἐμαυτοῦ καταίρω.” | |
2.34.7 | ἐπεδάκρυσεν ὁ Κλεινίας αὐτοῦ λέγοντος Πά‐ τροκλον πρόφασιν, ἀναμνησθεὶς Χαρικλέους. καὶ ὁ Μενέλαος, “Τἀμὰ δακρύεις,” ἔφη, “ἢ καὶ σέ τι τοιοῦτον ἐξήγαγε;” στενάξας οὖν ὁ Κλεινίας καταλέγει τὸν Χαρικλέα καὶ τὸν ἵππον, κἀγὼ τἀμαυτοῦ. | |
2.35.1 | Ὁρῶν οὖν ἐγὼ τὸν Μενέλαον κατηφῆ πάνυ τῶν ἑαυτοῦ μεμνη‐ μένον, τὸν δὲ Κλεινίαν ὑποδακρύοντα μνήμῃ Χαρικλέους, βουλόμενος αὐτοὺς τῆς λύπης ἀπαγαγεῖν, ἐμβάλλω λόγον ἐρωτικῆς ἐχόμενον ψυχαγωγίας· καὶ γὰρ οὐδὲ ἡ Λευκίππη παρῆν, ἀλλ’ ἐν μυχῷ ἐκά‐ | |
5 | θευδε τῆς νηός. | |
2.35.2 | λέγω δὴ πρὸς αὐτοὺς ὑπομειδιῶν· “Ὡς παρὰ πολὺ κρατεῖ μου Κλεινίας· ἐβούλετο γὰρ λέγειν κατὰ γυναικῶν, ὥσπερ εἰώθει. ῥᾷον δ’ ἂν εἴποι νῦν ἤτοι, ὡς κοινωνὸν ἔρωτος εὑρών. | |
2.35.3 | οὐκ οἶδα γὰρ πῶς ἐπιχωριάζει νῦν ὁ εἰς τοὺς ἄρρενας ἔρως.” “Οὐ γὰρ πολὺ ἄμεινον,” ὁ Μενέλαος ἔφη, “τοῦτο ἐκείνου; καὶ γὰρ ἁπλού‐ στεροι παῖδες γυναικῶν, καὶ τὸ κάλλος αὐτοῖς δριμύτερον εἰς ἡδονήν.” | |
2.35.4 | “Πῶς δριμύτερον,” ἔφην, “ὅ τι παρακῦψαν μόνον οἴχεται καὶ οὐκ ἀπολαῦσαι δίδωσι τῷ φιλοῦντι, ἀλλ’ ἔοικε τῷ τοῦ Ταντάλου πόματι; | |
2.35.5 | πολλάκις γὰρ ἐν ᾧ πίνεται πέφευγε, καὶ ἀπῆλθεν ὁ ἐρα‐ στὴς οὐχ εὑρὼν πιεῖν· τὸ δὲ ἔτι πινόμενον ἁρπάζεται πρὶν ὁ πίνων κορεσθῇ. καὶ οὐκ ἔστιν ἀπὸ παιδὸς ἀπελθεῖν ἐραστὴν ἄλυπον ἔχοντα τὴν ἡδονήν· καταλείπει γὰρ ἔτι διψῶντα.” | |
2.36.1 | Καὶ ὁ Μενέλαος, “Ἀγνοεῖς, ὦ Κλειτοφῶν,” ἔφη, “τὸ κεφά‐ λαιον τῆς ἡδονῆς. ποθεινὸν γὰρ ἀεὶ τὸ ἀκόρεστον. τὸ μὲν γὰρ εἰς χρῆσιν χρονιώτερον τῷ κόρῳ μαραίνει τὸ τερπνόν· τὸ δὲ ἁρπαζό‐ μενον καινόν ἐστιν ἀεὶ καὶ μᾶλλον ἀνθεῖ· οὐ γὰρ γεγηρακυῖαν ἔχει | |
5 | τὴν ἡδονήν· καὶ τὸ κάλλος ὅσον ἐλαττοῦται τῷ χρόνῳ, τοσοῦτον εἰς μέγεθος ἐκτείνεται πόθῳ. | 45 |
2.36.2 | καὶ τὸ ῥόδον διὰ τοῦτο τῶν ἄλλων εὐμορφότερόν ἐστι φυτῶν, ὅτι τὸ κάλλος αὐτοῦ φεύγει ταχύ. δύο γὰρ ἐγὼ νομίζω κατ’ ἀνθρώπους κάλλη πλανᾶσθαι, τὸ μὲν οὐράνιον, τὸ δὲ πάνδημον, ὥσπερ τοῦ κάλλους αἱ χορηγοὶ θεαί. | |
2.36.3 | ἀλλὰ τὸ μὲν οὐράνιον ἄχθεται θνητῷ κάλλει δεδεμένον καὶ ζητεῖ πρὸς οὐρανὸν ταχὺ φεύγειν, τὸ δὲ πάνδημον ἔρριπται κάτω καὶ ἐγχρονίζει περὶ τοῖς σώμασιν. εἰ δὲ καὶ ποιητὴν δεῖ λαβεῖν μάρτυρα τῆς οὐρανίας | |
5 | τοῦ κάλλους ἀνόδου, ἄκουσον Ὁμήρου λέγοντος Τὸν καὶ ἀνηρείψαντο θεοὶ Διῒ οἰνοχοεύειν κάλλεος εἵνεκα οἷο, ἵν’ ἀθανάτοισι μετείη. | |
2.36.4 | οὐδεμία δὲ ἀνέβη ποτὲ εἰς οὐρανοὺς διὰ κάλλος γυνή (καὶ γὰρ γυναιξὶ κεκοινώνηκεν ὁ Ζεύς), ἀλλ’ Ἀλκμήνην μὲν ἔχει πένθος καὶ φυγή, Δανάην δὲ λάρναξ καὶ θάλασσα, Σεμέλη δὲ πυρὸς γέγονε τροφή. ἂν δὲ μειρακίου Φρυγὸς ἐρασθῇ, τὸν οὐρανὸν αὐτῷ δίδωσιν, | |
5 | ἵνα καὶ συνοικῇ καὶ οἰνοχόον ἔχῃ τοῦ νέκταρος· ἡ δὲ πρότερον διά‐ κονος τῆς τιμῆς ἐξέωσται· ἦν γάρ, οἶμαι, γυνή.” | |
2.37.1 | Ὑπολαβὼν οὖν ἐγώ, “Καὶ μὴν οὐράνιον,” ἔφην, “ἔοικεν εἶναι τὸ τῶν γυναικῶν κάλλος, ὅσον μὴ ταχὺ φθείρεται· ἐγγὺς γὰρ τοῦ θείου τὸ ἄφθαρτον. τὸ δὲ κινούμενον ἐν φθορᾷ θνητὴν φύσιν μιμού‐ μενον, οὐκ οὐράνιόν ἐστιν ἀλλὰ πάνδημον. | |
2.37.2 | ἠράσθη μειρακίου Φρυ‐ γός, ἀνήγαγεν εἰς οὐρανοὺς τὸν Φρύγα· τὸ δὲ κάλλος τῶν γυναικῶν αὐτὸν τὸν Δία κατήγαγεν ἐξ οὐρανοῦ. διὰ γυναῖκά ποτε Ζεὺς ἐμυ‐ κήσατο, διὰ γυναῖκά ποτε Σάτυρον ὠρχήσατο, καὶ χρυσὸν πεποίηκεν | |
5 | ἑαυτὸν ἄλλῃ γυναικί. | |
2.37.3 | οἰνοχοείτω μὲν Γανυμήδης, μετὰ δὲ τῶν θεῶν Ἥρα πινέτω, ἵνα ἔχῃ μειράκιον διάκονον γυνή. ἐλεῶ δὲ αὐτοῦ | |
καὶ τὴν ἁρπαγήν· ὄρνις ἐπ’ αὐτὸν κατέβη ὠμηστής, ὁ δὲ ἀνάρπαστος γενόμενος ὑβρίζεται καὶ ἔοικεν τυραννουμένῳ. καὶ τὸ θέαμά ἐστιν | 46 | |
5 | αἴσχιστον, μειράκιον ἐξ ὀνύχων κρεμάμενον. | |
2.37.4 | Σεμέλην δὲ εἰς οὐρα‐ νοὺς ἀνήγαγεν οὐκ ὄρνις ὠμηστής, ἀλλὰ πῦρ. καὶ μὴ θαυμάσῃς, εἰ διὰ πυρός τις ἀναβαίνει εἰς οὐρανόν· οὕτως ἀνέβη Ἡρακλῆς. εἰ δὲ Δανάης τὴν λάρνακα γελᾷς, πῶς τὸν Περσέα σιωπᾷς; Ἀλκμήνῃ δὲ | |
5 | τοῦτο μόνον δῶρον ἀρκεῖ, ὅτι δι’ αὐτὴν ἔκλεψεν ὁ Ζεὺς τρεῖς ὅλους ἡλίους. | |
2.37.5 | εἰ δὲ δεῖ μεθέντα τὰς μυθολογίας αὐτὴν εἰπεῖν τὴν ἐν τοῖς ἔργοις ἡδονήν, ἐγὼ μὲν πρωτόπειρος ὢν εἰς γυναῖκας, ὅσον ὁμιλῆσαι ταῖς εἰς Ἀφροδίτην πωλουμέναις· ἄλλος γὰρ ἂν ἴσως εἰπεῖν τι καὶ πλέον ἔχοι μεμυημένος· εἰρήσεται δέ μοι, κἂν μετρίως ἔχω | |
5 | πείρας. | |
2.37.6 | γυναικὶ μὲν οὖν ὑγρὸν μὲν τὸ σῶμα ἐν ταῖς συμπλοκαῖς, μαλθακὰ δὲ τὰ χείλη πρὸς τὰ φιλήματα. καὶ διὰ τοῦτο μὲν ἔχει τὸ σῶμα ἐν τοῖς ἀγκαλίσμασιν, ἐν δὲ ταῖς σαρξὶν ὅλως ἐνηρμοσμένον, καὶ ὁ συγγινόμενος περιβάλλεται ἡδονῇ. | |
2.37.7 | ἐγγίζει δὲ τοῖς χεί‐ λεσιν ὥσπερ σφραγῖδας τὰ φιλήματα, φιλεῖ δὲ τέχνῃ καὶ σκευάζει τὸ φίλημα γλυκύτερον. οὐ γὰρ μόνον ἐθέλει φιλεῖν τοῖς χείλεσιν, ἀλλὰ καὶ τοῖς ὀδοῦσι συμβάλλεται καὶ περὶ τὸ τοῦ φιλοῦντος στόμα | |
5 | βόσκεται καὶ δάκνει τὰ φιλήματα. ἔχει δέ τινα καὶ μαστὸς ἐπα‐ φώμενος ἰδίαν ἡδονήν. | |
2.37.8 | ἐν δὲ τῇ τῆς Ἀφροδίτης ἀκμῇ οἰστρεῖ μὲν ὑφ’ ἡδονῆς, περικέχηνε δὲ φιλοῦσα καὶ μαίνεται. αἱ δὲ γλῶτται τοῦτον τὸν χρόνον φοιτῶσιν ἀλλήλαις εἰς ὁμιλίαν καὶ ὡς δύνανται βιάζονται κἀκεῖναι φιλεῖν· σὺ δὲ μείζονα ποιεῖς τὴν ἡδονὴν ἀνοίγων | |
5 | τὰ φιλήματα. | |
2.37.9 | πρὸς δὲ τὸ τέρμα αὐτὸ τῆς Ἀφροδίτης ἡ γυνὴ γενομένη πέφυκεν ἀσθμαίνειν ὑπὸ καυματώδους ἡδονῆς, τὸ δὲ ἄσθμα σὺν πνεύματι ἐρωτικῷ μέχρι τῶν τοῦ στόματος χειλέων ἀναθορὸν | |
συντυγχάνει πλανωμένῳ τῷ φιλήματι καὶ ζητοῦντι καταβῆναι κάτω, | 47 | |
2.37.10 | ἀναστρέφον τε σὺν τῷ ἄσθματι τὸ φίλημα καὶ μιχθὲν ἕπεται καὶ βάλλει τὴν καρδίαν· ἡ δὲ ταραχθεῖσα τῷ φιλήματι πάλλεται. εἰ δὲ μὴ τοῖς σπλάγχνοις ἦν δεδεμένη, ἠκολούθησεν ἂν καὶ ἀνείλκυσεν αὑτὴν ἄνω τοῖς φιλήμασι. παίδων δὲ φιλήματα μὲν ἀπαίδευτα, | |
5 | περιπλοκαὶ δὲ ἀμαθεῖς, Ἀφροδίτη δὲ ἀργή, ἡδονῆς δὲ οὐδέν.” | |
2.38.1 | Καὶ ὁ Μενέλαος, “Ἀλλὰ σύ μοι δοκεῖς,” ἔφη, “μὴ πρωτό‐ πειρος ἀλλὰ γέρων εἰς Ἀφροδίτην τυγχάνειν, τοσαύτας ἡμῖν καταχέας γυναικῶν περιεργίας. ἐν μέρει δὲ καὶ τὰ τῶν παίδων ἀντάκουσον. | |
2.38.2 | γυναικὶ μὲν γὰρ πάντα ἐπίπλαστα, καὶ τὰ ῥήματα καὶ τὰ σχήματα· κἂν εἶναι δόξῃ καλή, τῶν ἀλειμμάτων ἡ πολυπράγμων μηχανή. καὶ ἔστιν αὐτῆς τὸ κάλλος ἢ μύρων, ἢ τριχῶν βαφῆς, ἢ καὶ φαρμάκων· ἂν δὲ τῶν πολλῶν τούτων γυμνώσῃς δόλων, ἔοικε κολοιῷ γεγυμνω‐ | |
5 | μένῳ τῶν τοῦ μύθου πτερῶν. | |
2.38.3 | τὸ δὲ κάλλος τὸ παιδικὸν οὐκ ἀρδεύεται μύρων ὀσφραῖς οὐδὲ δολεραῖς καὶ ἀλλοτρίαις ὀσμαῖς, πάσης δὲ γυναικῶν μυραλοιφίας ἥδιον ὄδωδεν ὁ τῶν παίδων ἱδρώς. | |
2.38.4 | ἔξεστι δὲ αὐτῷ καὶ πρὸ τῆς ἐν Ἀφροδίτῃ συμπλοκῆς καὶ ἐν παλαίστρᾳ συμπεσεῖν καὶ φανερῶς περιχυθῆναι, καὶ οὐκ ἔχουσιν αἰσχύνην αἱ περιπλοκαί· καὶ οὐ μαλθάσσει τὰς ἐν Ἀφροδίτῃ περιπλοκὰς ὑγρό‐ | |
5 | τητι σαρκῶν, ἀλλ’ ἀντιτυπεῖ πρὸς ἄλληλα τὰ σώματα καὶ περὶ τῆς ἡδονῆς ἀθλεῖ. | |
2.38.5 | τὰ δὲ φιλήματα σοφίαν μὲν οὐκ ἔχει γυναικείαν, οὐδὲ μαγγανεύει τοῖς χείλεσι σινάμωρον ἀπάτην, ὡς δὲ οἶδε φιλεῖ, καὶ οὐκ ἔστι τέχνης ἀλλὰ τῆς φύσεως τὰ φιλήματα. αὕτη δὲ παιδὸς φιλήματος εἰκών· εἰ νέκταρ ἐπήγνυτο καὶ χεῖλος ἐγίνετο, τοιαῦτα | |
5 | ἂν ἔσχες τὰ φιλήματα. φιλῶν δὲ οὐκ ἂν ἔχοις κόρον, ἀλλ’ ὅσον ἐμφορῇ, διψῇς ἔτι φιλεῖν, καὶ οὐκ ἂν ἀποσπάσειας τὸ στόμα, μέχρις | |
ἂν ὑφ’ ἡδονῆς ἐκφύγῃς τὰ φιλήματα.” | 48 | |
3.1.1 | Τρίτην δὲ ἡμέραν πλεόντων ἡμῶν ἐξ αἰθρίας πολλῆς αἰφνίδιον ἀχλὺς περιχεῖται, καὶ τῆς ἡμέρας ἀπωλώλει τὸ φῶς. ἐγείρεται δὲ κάτωθεν ἄνεμος ἐκ τῆς θαλάσσης κατὰ πρόσωπον τῆς νηός, καὶ ὁ κυβερνήτης περιάγειν ἐκέλευε τὴν κεραίαν. | |
3.1.2 | καὶ σπουδῇ περιῆγον οἱ ναῦται, πῇ μὲν τὴν ὀθόνην ἐπὶ θάτερα συνάγοντες ἄνω τοῦ κέρως βίᾳ (τὸ γὰρ πνεῦμα σφοδρότερον ἐμπεσὸν ἀνθέλκειν οὐκ ἐπέτρεπε), πῇ δὲ πρὸς θάτερον μέρος φυλάττοντες τοῦ πρόσθεν μέτρου καθ’ ὃ | |
5 | συνέβαινεν οὔριον εἶναι τῇ περιαγωγῇ τὸ πνεῦμα. | |
3.1.3 | κλίνεται δὴ κοῖλον τοιχίσαν τὸ σκάφος καὶ ἐπὶ θάτερα μετεωρίζεται καὶ πάντῃ πρηνὲς ἦν, καὶ ἐδόκει τοῖς πολλοῖς ἡμῶν ἀεὶ περιτραπήσεσθαι κα‐ θάπαξ ἐμπίπτοντος τοῦ πνεύματος. μετεσκευαζόμεθα οὖν ἅπαντες | |
5 | εἰς τὰ μετέωρα τῆς νηός, ὅπως τὸ μὲν βαπτιζόμενον τῆς νηὸς ἀνα‐ κουφίσαιμεν, τὸ δὲ τῇ προσθήκῃ βιασάμενοι κατὰ μικρὸν καθέλοιμεν εἰς τὸ ἀντίρροπον. | |
3.1.4 | πλέον δὲ ἠνύομεν οὐδέν· ἀνέφερε γὰρ ἡμᾶς μᾶλλον κορυφούμενον τὸ ἔδαφος τῆς νηὸς ἢ πρὸς ἡμῶν κατεβιβάζετο. | |
3.1.5 | καὶ χρόνον μέν τινα διαταλαντουμένην οὕτω τὴν ναῦν τοῖς κύ‐ μασιν ἐπαλαίομεν εἰς τὸ ἀντίρροπον καθελεῖν· αἰφνίδιον δὲ μεταλ‐ | |
λάττεται τὸ πνεῦμα ἐπὶ θάτερα τῆς νηὸς καὶ μικροῦ βαπτίζεται τὸ σκάφος, τοῦ μὲν τέως εἰς κῦμα κλιθέντος ἀναθορόντος ὀξείᾳ ῥοπῇ, | 49 | |
5 | θατέρου δέ, ᾗ ᾐώρητο, καταρραγέντος εἰς τὴν θάλατταν. | |
3.1.6 | κωκυτὸς οὖν αἴρεται μέγας ἐκ τῆς νηός, καὶ μετοικία πάλιν καὶ δρόμος μετὰ βοῆς ἐπὶ τὰς ἀρχαίας ἕδρας. καὶ τρίτον καὶ τέταρτον καὶ πολλάκις τὸ αὐτὸ πάσχοντες κοινὴν ταύτην εἴχομεν τῷ σκάφει τὴν πλάνην. | |
5 | πρὶν μὲν γὰρ μετασκευάσασθαι τὸ πρῶτον, δίαυλος ἡμᾶς διαλαμ‐ βάνει δεύτερος. | |
3.2.1 | Σκευοφοροῦντες οὖν κατὰ τὴν ναῦν διὰ πάσης ἡμέρας δόλιχόν τινα τοῦτον δρόμον μυρίον ἐπονοῦμεν, ἀεὶ τὸν θάνατον προσδοκῶντες· καὶ ἦν, ὡς εἰκός, οὐ μακράν. | |
3.2.2 | περὶ γὰρ μεσημβρίαν δείλην ὁ μὲν ἥλιος τέλεον ἁρπάζεται, ἑωρῶμεν δὲ ἑαυτοὺς ὡς ἐν σελήνῃ. πῦρ μὲν ἀστραπῆς ἵπταται, μυκᾶται δὲ βροντὴν οὐρανὸς καὶ τὸν ἀέρα γεμίζει βόμβος, ἀντεβόμβει δὲ κάτωθεν τῶν κυμάτων ἡ στάσις, | |
5 | μεταξὺ δὲ οὐρανοῦ καὶ θαλάσσης ἀνέμων ποικίλων ἐσύριζε ψόφος. | |
3.2.3 | καὶ ὁ μὲν ἀὴρ εἶχε σάλπιγγος ἦχον· οἱ δὲ κάλοι περὶ τὴν ὀθόνην πίπτουσιν, ἀντιπαταγοῦντες δὲ ἐτετρίγεσαν· ἐφόβει δὲ καὶ τὰ ξύλα τῆς νεὼς ῥηγνύμενα, μὴ κατὰ μικρὸν ἀνοιχθείη τὸ σκάφος τῶν γόμφων ἀποσπωμένων. γέρρα δὲ περὶ πᾶσαν τὴν ναῦν ἐκεκάλυπτο· | |
3.2.4 | καὶ γὰρ ὄμβρος ἐπέκλυζε πολύς. ἡμεῖς δὲ τὰ γέρρα ὑποδύντες ὥσπερ εἰς ἄντρον ἐμένομεν, παραδόντες ἑαυτοὺς τῇ τύχῃ, ῥίψαντες τὰς ἐλπίδας. | |
3.2.5 | τρικυμίαι δὲ πολλαὶ πάντοθεν, αἱ μὲν κατὰ πρόσωπον, αἱ δὲ κατ’ οὐρὰν τῆς νεὼς ἀλλήλαις ἀντέπιπτον. ἡ δὲ ναῦς ἀεὶ πρὸς μὲν τὸ κυρτούμενον τῆς θαλάσσης ἠγείρετο, πρὸς δὲ τὸ παράδρομον ἤδη καὶ χθαμαλὸν τοῦ κύματος κατεδύετο. ἐῴκει δὲ | |
5 | τῶν κυμάτων τὰ μὲν ὄρεσι, τὰ δὲ χάσμασιν. | |
3.2.6 | ἦν δὲ καὶ τὰ ἐγκάρ‐ | |
σια τῶν κυμάτων ἑκατέρωθεν φοβερώτερα· ἀναβαίνουσα μὲν γὰρ ἐπὶ τὴν ναῦν ἡ θάλασσα διὰ τῶν γέρρων ἐκυλίετο καὶ ἐκάλυπτε πᾶν τὸ σκάφος. | 50 | |
3.2.7 | τὸ γὰρ κῦμα αἰρόμενον ὑψοῦ, ψαῦον αὐτῶν τῶν νεφῶν, πόρρωθεν μὲν πρὸς ἀντιπρόσωπον ἐφαίνετο τῷ σκάφει μέγεθος οἷον 〈ὄροσ〉, προσιὸν δὲ βλέπων καταποθήσεσθαι τὴν ναῦν προσεδόκησας. | |
3.2.8 | ἦν οὖν ἀνέμων μάχη καὶ κυμάτων. ἡμεῖς δὲ οὐκ ἐδυνάμεθα κατὰ χώραν μένειν ὑπὸ τοῦ τῆς νηὸς σεισμοῦ. συμμιγὴς δὲ πάντων ἐγίνετο βοή· ἐρρόχθει τὸ κῦμα, ἐπάφλαζε τὸ πνεῦμα, ὀλολυγμὸς γυναικῶν, ἀλαλαγμὸς ἀνδρῶν, κελευσμὸς ναυτῶν, πάντα θρήνων καὶ κωκυτῶν | |
5 | ἀνάμεστα. | |
3.2.9 | καὶ ὁ κυβερνήτης ἐκέλευε ῥίπτειν τὸν φόρτον. διά‐ κρισις δὲ οὐκ ἦν ἀργύρου καὶ χρυσοῦ πρὸς ἄλλο τι τῶν εὐτελῶν, ἀλλὰ πάντα ὁμοίως ἠκοντίζομεν ἔξω τῆς νηός· πολλοὶ δὲ καὶ τῶν ἐμπό‐ ρων, αὐτοὶ τῶν οἰκείων λαμβάνοντες ἐν οἷς εἶχον τὰς ἐλπίδας, ὤθουν | |
5 | ἐπειγόμενοι. καὶ ἦν ἤδη ἡ ναῦς τῶν ἐπίπλων γυμνή· ὁ δὲ χειμὼν οὐκ ἐσπένδετο. | |
3.3.1 | Τέλος ὁ κυβερνήτης ἀπειπὼν ῥίπτει μὲν τὰ πηδάλια ἐκ τῶν χειρῶν, ἀφίησι δὲ τὸ σκάφος τῇ θαλάσσῃ καὶ εὐτρεπίζει ἤδη τὴν ἐφολκίδα καὶ τοῖς ναύταις ἐμβαίνειν κελεύσας τῆς ἀποβάθρας ἦρχεν· οἱ δὲ εὐθὺς κατὰ πόδας ἐξήλλοντο. | |
3.3.2 | ἔνθα δὴ καὶ τὰ δεινὰ ἦν, καὶ ἦν μάχη χειροποίητος. οἱ μὲν γὰρ ἐπιβάντες ἤδη τὸν κάλων ἔκοπτον, ὃς συνέδει τὴν ἐφολκίδα τῷ σκάφει· τῶν δὲ πλωτήρων ἕκαστος ἔσπευδε μεταπηδᾶν ἔνθα καὶ τὸν κυβερνήτην ἑωράκεσαν ἐφέλκοντα | |
5 | τὸν κάλων· οἱ δὲ ἐκ τῆς ἐφολκίδος μεταβαίνειν οὐκ ἐπέτρεπον. | |
3.3.3 | εἶχον δὲ καὶ πελέκεις καὶ μαχαίρας, καὶ πατάξειν ἠπείλουν, εἴ τις ἐπιβήσεται· πολλοὶ δὲ καὶ ἐκ τῆς νεὼς ὁπλισάμενοι τὸ δυνατόν, ὁ μὲν κώπης παλαιᾶς τρύφος ἀράμενος, ὁ δὲ τῶν τῆς νεὼς σελμάτων, ἠμύνετο. θάλασσα γὰρ εἶχε νόμον τὴν βίαν, καὶ ἦν ναυμαχίας καινὸς | |
5 | τρόπος. | |
3.3.4 | οἱ μὲν γὰρ ἐκ τῆς ἐφολκίδος δέει τοῦ καταδῦναι τῷ τῶν ἐπεμβαινόντων ὄχλῳ πελέκεσι καὶ μαχαίραις τοὺς ἐξαλλομένους | |
ἔπαιον· οἱ δὲ σκυτάλαις καὶ κώπαις ἅμα τῷ πηδήματι τὰς πληγὰς κατεφέροντο· | 51 | |
3.3.5 | οἱ δὲ καὶ ἄκρου ψαύοντες τοῦ σκάφους ἐξωλίσθαινον· ἔνιοι δὲ καὶ ἐπιβαίνοντες τοῖς ἐπὶ τῆς ἐφολκίδος ἤδη διεπάλαιον· φιλίας γὰρ ἢ αἰδοῦς οὐκ ἔτι θεσμὸς ἦν, ἀλλὰ τὸ οἰκεῖον ἕκαστος σκοπῶν ἀσφαλὲς τὸ πρὸς τοὺς ἑτέρους εὔγνωμον οὐκ ἐλογίζετο. | |
5 | οὕτως οἱ μεγάλοι κίνδυνοι καὶ τοὺς τῆς φιλίας λύουσι νόμους. | |
3.4.1 | Ἔνθα δή τις ἀπὸ τῆς νεὼς νεανίσκος εὔρωστος λαμβάνεται τοῦ κάλω καὶ ἐφέλκεται τὴν ἐφολκίδα· καὶ ἦν ἐγγὺς ἤδη τοῦ σκά‐ φους, ηὐτρεπίζετο δὲ ἕκαστος ὡς, εἰ πελάσειε, πηδήσων ἐς αὐτήν. | |
3.4.2 | καὶ δύο μὲν ἢ τρεῖς ηὐτύχησαν οὐκ ἀναιμωτί, πολλοὶ δὲ ἀποπηδᾶν πειρώμενοι ἐξεκυλίσθησαν τῆς νεὼς κατὰ τῆς θαλάσσης. ταχὺ γὰρ τὴν ἐφολκίδα ἀπολύσαντες οἱ ναῦται, πελέκει κόψαντες τὸν κάλων, τὸν πλοῦν εἶχον ἔνθα αὐτοὺς ἦγε τὸ πνεῦμα· οἱ δὲ ἐπὶ τῆς νηὸς | |
5 | ἐπειρῶντο καταδῦναι τὴν ἐφολκίδα. | |
3.4.3 | τὸ δὲ σκάφος ἐκυβίστα περὶ τοῖς κύμασιν ὀρχούμενον, λανθάνει δὴ προσενεχθὲν ὑφάλῳ πέτρᾳ καὶ ῥήγνυται πᾶν. ἀπωσθείσης δὲ τῆς νηὸς ὁ ἱστὸς ἐπὶ θάτερα πεσὼν τὸ μέν τι κατέκλασε, τὸ δέ τι κατέδυσεν αὐτῆς. | |
3.4.4 | ὁπόσοι μὲν οὖν παραχρῆμα τῆς ἅλμης πιόντες κατεσχέθησαν, οὗτοι μετριωτέραν ὡς ἐν κακοῖς ἔσχον τὴν συμφοράν, οὐκ ἐνδιατρίψαντες τῷ τοῦ θανάτου φόβῳ. ὁ γὰρ ἐν θαλάσσῃ θάνατος βραδὺς προαναιρεῖ πρὸ τοῦ παθεῖν· | |
3.4.5 | ὁ γὰρ ὀφθαλμὸς πελάγους γεμισθεὶς ἀόριστον ἐκτείνει τὸν φόβον, ὡς καὶ διὰ τούτων θάνατον δυστυχεῖν πλείονα· ὅσον γὰρ τῆς θαλάσ‐ σης τὸ μέγεθος, τοσοῦτος καὶ ὁ τοῦ θανάτου φόβος. | |
3.4.6 | ἔνιοι δὲ κολυμβᾶν πειρώμενοι, προσραγέντες ὑπὸ τοῦ κύματος τῇ πέτρᾳ διε‐ φθείροντο· πολλοὶ δὲ καὶ ξύλοις ἀπερρωγόσι συμπεσόντες ἐπείροντο δίκην ἰχθύων· οἱ δὲ καὶ ἡμιθνῆτες ἐνήχοντο. | |
3.5.1 | Ἐπεὶ οὖν τὸ πλοῖον διελύθη, δαίμων τις ἀγαθὸς περιέσωσεν | |
ἡμῖν τῆς πρῴρας μέρος, ἔνθα περικαθίσαντες ἐγώ τε καὶ ἡ Λευκίππη κατὰ ῥοῦν ἐφερόμεθα τῆς θαλάσσης· ὁ δὲ Μενέλαος καὶ ὁ Σάτυρος σὺν ἄλλοις τῶν πλωτήρων ἐπιτυχόντες τοῦ ἱστοῦ καὶ ἐπιπεσόντες | 52 | |
5 | ἐνήχοντο. | |
3.5.2 | πλησίον δὲ καὶ τὸν Κλεινίαν ἑωρῶμεν περινηχόμενον τῇ κεραίᾳ καὶ ταύτην ἠκούσαμεν αὐτοῦ τὴν βοήν· “Ἔχου τοῦ ξύλου, Κλειτοφῶν·” ἅμα δὲ λέγοντα κῦμα ἐπεκάλυπτε κατόπιν· καὶ ἡμεῖς ἐκωκύσαμεν. | |
3.5.3 | κατὰ ταὐτὸ καὶ ἡμῖν ἐπεφέρετο κῦμα· ἀλλὰ τύχῃ τινὶ πλησίον γενόμενον ἡμῶν κάτωθεν παρατρέχει, ὥστε μόνον ὑψού‐ μενον μετέωρον τὸ ξύλον κατὰ τὸν αὐχένα τοῦ κύματος καὶ τὸν Κλεινίαν ἰδεῖν αὖθις. | |
3.5.4 | ἀνοιμώξας οὖν, “Ἐλέησον,” ἔφην, “δέ‐ σποτα Πόσειδον, καὶ σπεῖσαι πρὸς τὰ τῆς ναυαγίας σου λείψανα. πολλοὺς ἤδη τῷ φόβῳ θανάτους ὑπεμείναμεν· εἰ δὲ ἡμᾶς ἀποκτεῖναι θέλεις, μὴ διαστήσῃς ἡμῶν τὴν τελευτήν. ἓν ἡμᾶς κῦμα καλυψάτω. | |
5 | εἰ δὲ καὶ θηρίων ἡμᾶς βορὰν πέπρωται γενέσθαι, εἷς ἡμᾶς ἰχθὺς ἀναλωσάτω, μία γαστὴρ χωρησάτω, ἵνα καὶ ἐν ἰχθύσι κοινῇ ταφῶ‐ μεν.” | |
3.5.5 | μετὰ μικρὸν δὲ τῆς εὐχῆς τὸ πολὺ τοῦ πνεύματος περιεπέ‐ παυτο, τὸ δὲ ἄγριον ἐστόρεστο τοῦ κύματος· μεστὴ δὲ ἦν ἡ θάλασσα νεκρῶν σωμάτων. τοὺς μὲν οὖν ἀμφὶ τὸν Μενέλαον θᾶττον προσάγει τῇ γῇ τὸ κῦμα· καὶ ἦν ταῦτα τῆς Αἰγύπτου τὰ παράλια. κατεῖχον | |
5 | δὲ τότε λῃσταὶ πᾶσαν τὴν ἐκεῖ χώραν. | |
3.5.6 | ἡμεῖς δὲ περὶ δείλην ἑσπέραν τύχῃ τινὶ τῷ Πηλουσίῳ προσίσχομεν καὶ ἄσμενοι γῆς λαβό‐ μενοι τοὺς θεοὺς ἀνευφημοῦμεν· εἶτα ὠλοφυρόμεθα τὸν Κλεινίαν καὶ τὸν Σάτυρον, νομίζοντες τούτους ἀπολωλέναι. | |
3.6.1 | Ἔστι δὲ ἐν τῷ Πηλουσίῳ Διὸς ἱερὸν ἄγαλμα Κασίου. τὸ δὲ ἄγαλμα νεανίσκος, Ἀπόλλωνι μᾶλλον ἐοικώς· οὕτω γὰρ ἡλικίας εἶχε. προβέβληται δὲ τὴν χεῖρα καὶ ἔχει ῥοιὰν ἐπ’ αὐτῇ· τῆς δὲ ῥοιᾶς ὁ λόγος μυστικός. | |
3.6.2 | προσευξάμενοι δὴ τῷ θεῷ καὶ περὶ τοῦ Κλεινίου καὶ τοῦ Σατύρου σύμβολον ἐξαιτήσαντες (καὶ γὰρ ἔλεγον μαντικὸν εἶναι τὸν θεὸν) περιῄειμεν τὸν νεών. | |
3.6.3 | κατὰ δὲ τὸν ὀπισθόδομον | |
ὁρῶμεν εἰκόνα διπλῆν. καὶ ὁ γραφεὺς ἐγγέγραπτο. Εὐάνθης μὲν ὁ γραφεύς· ἡ δὲ εἰκὼν Ἀνδρομέδα καὶ Προμηθεύς, δεσμῶται μὲν ἄμφω (διὰ τοῦτο γὰρ αὐτούς, οἶμαι, εἰς ἓν συνήγαγεν ὁ ζωγράφος)· ἀδελ‐ | 53 | |
5 | φαὶ δὲ καὶ τὴν ἄλλην τύχην αἱ γραφαί. | |
3.6.4 | πέτραι μὲν ἀμφοῖν τὸ δεσμωτήριον, θῆρες δὲ κατ’ ἀμφοῖν οἱ δήμιοι, τῷ μὲν ἐξ ἀέρος, τῇ δὲ ἐκ θαλάσσης· ἐπίκουροι δὲ αὐτοῖς Ἀργεῖοι δύο συγγενεῖς, τῷ μὲν Ἡρακλῆς, τῇ δὲ Περσεύς, ὁ μὲν τοξεύων τὸν ὄρνιν τοῦ Διός, | |
5 | ὁ δὲ ἐπὶ τὸ κῆτος τοῦ Ποσειδῶνος ἀθλῶν. ἀλλ’ ὁ μὲν ἵδρυται τοξα‐ ζόμενος ἐν γῇ, ὁ δὲ ἐξ ἀέρος κρέμαται τῷ πτερῷ. | |
3.7.1 | Ὀρώρυκται μὲν οὖν εἰς τὸ μέτρον τῆς κόρης ἡ πέτρα· θέλει δὲ τὸ ὄρυγμα λέγειν ὅτι μή τις αὐτὸ πεποίηκε χείρ, ἀλλ’ ἔστιν αὐτό‐ χθον· ἐτράχυνε γὰρ τοῦ λίθου τὸν κόλπον ὁ γραφεύς, ὡς ἔτεκεν αὐτὸν ἡ γῆ. | |
3.7.2 | ἡ δὲ ἐνίδρυται τῇ σκέπῃ· καὶ ἔοικε τὸ θέαμα, εἰ μὲν εἰς τὸ κάλλος ἀπίδοις, ἀγάλματι καινῷ, εἰ δὲ εἰς τὰ δεσμὰ καὶ τὸ κῆτος, αὐτοσχεδίῳ τάφῳ. ἐπὶ δὲ τῶν προσώπων αὐτῆς κάλλος κεκέρασται καὶ δέος· | |
3.7.3 | ἐν μὲν γὰρ ταῖς παρειαῖς τὸ δέος κάθηται, ἐκ δὲ τῶν ὀφθαλμῶν ἀνθεῖ τὸ κάλλος. ἀλλ’ οὔτε τῶν παρειῶν τὸ ὠχρὸν τέλεον ἀφοίνικτον ἦν, ἠρέμα δὲ τῷ ἐρεύθει βέβαπται, οὔτε τὸ τῶν ὀφθαλμῶν ἄνθος ἐστὶν ἀμέριμνον, ἀλλ’ ἔοικε τοῖς ἄρτι μαραινομένοις ἴοις· οὕτως | |
5 | αὐτὴν ἐκόσμησεν ὁ ζωγράφος εὐμόρφῳ φόβῳ. | |
3.7.4 | τὰς δὲ χεῖρας εἰς τὴν πέτραν ἐξεπέτασεν, ἄγχει δὲ ἄνω δεσμὸς ἑκατέραν συνάπτων τῇ πέτρᾳ· οἱ καρποὶ δὲ ὥσπερ ἀμπέλου βότρυες κρέμανται. καὶ αἱ μὲν ὠλέναι τῆς κόρης ἄκρατον ἔχουσαι τὸ λευκὸν εἰς τὸ πελιδνὸν μετέ‐ | |
5 | βαλον, καὶ ἐοίκασιν ἀποθνῄσκειν οἱ δάκτυλοι. | |
3.7.5 | δέδεται μὲν οὕτω τὸν θάνατον ἐκδεχομένη· ἕστηκε δὲ νυμφικῶς ἐστολισμένη, ὥσπερ Ἀϊδωνεῖ νύμφη κεκοσμημένη. ποδήρης χιτών, λευκὸς ὁ χιτών· τὸ ὕφασμα λεπτόν, ἀραχνίων ἐοικὸς πλοκῇ, οὐ κατὰ τὴν τῶν προβατείων | |
5 | τριχῶν, ἀλλὰ κατὰ τὴν τῶν ἐρίων τῶν πτηνῶν, οἷον ἀπὸ δένδρων ἕλκουσαι νήματα γυναῖκες ὑφαίνουσιν Ἰνδαί. | |
3.7.6 | τὸ δὲ κῆτος ἀντι‐ πρόσωπον τῆς κόρης κάτωθεν ἀναβαῖνον ἀνοίγει τὴν θάλασσαν· καὶ τὸ μὲν πολὺ τοῦ σώματος περιβέβληται τῷ κύματι, μόνῃ δὲ τῇ κεφαλῇ τὴν θάλατταν ἀποδύεται. ὑπὸ δὲ τὴν ἅλμην τοῦ κύματος ἡ | 54 |
5 | τῶν νώτων ἐγέγραπτο φαινομένη σκιά, τὰ τῶν φολίδων ἐπάρματα, τὰ τῶν αὐχένων κυρτώματα, ἡ λοφιὰ τῶν ἀκανθῶν, οἱ τῆς οὐρᾶς ἑλιγμοί. | |
3.7.7 | γένυς πολλὴ καὶ μακρά· ἀνέῳκτο δὲ πᾶσα μέχρι τῆς τῶν ὤμων συμβολῆς, καὶ εὐθὺς ἡ γαστήρ. μεταξὺ δὲ τοῦ κήτους καὶ τῆς κόρης ὁ Περσεὺς ἐγέγραπτο καταβαίνων ἐξ ἀέρος· κατα‐ βαίνει δὲ ἐπὶ τὸ θηρίον γυμνὸς τὸ πᾶν· χλαμὺς ἀμφὶ τοῖς ὤμοις | |
5 | μόνον καὶ πέδιλον περὶ τὼ πόδε πλησίον τοῦ πτεροῦ. πῖλος δὲ αὐτοῦ τὴν κεφαλὴν καλύπτει· ὁ πῖλος δὲ ὑπῃνίττετο τὴν Ἄϊδος κυνέην. τῇ λαιᾷ τὴν τῆς Γοργοῦς κεφαλὴν κρατεῖ καὶ προβέβληται δίκην ἀσπί‐ δος. ἡ δέ ἐστι φοβερὰ καὶ ἐν τοῖς χρώμασι· | |
3.7.8 | τοὺς ὀφθαλμοὺς ἐξεπέτασεν, ἔφριξε τὰς τρίχας τῶν κροτάφων, ἤγειρε τοὺς δράκοντας· οὕτως ἀπειλεῖ κἀν τῇ γραφῇ. ὅπλον μὲν τοῦτο τῇ λαιᾷ τῷ Περσεῖ· ὥπλισται δὲ καὶ τὴν δεξιὰν διφυεῖ σιδήρῳ εἰς δρέπανον καὶ ξίφος | |
5 | ἐσχισμένῳ. | |
3.7.9 | ἄρχεται μὲν γὰρ ἡ κώπη κάτωθεν ἀμφοῖν ἐκ μιᾶς, καὶ ἔστιν ἐφ’ ἥμισυ τοῦ σιδήρου ξίφος, ἐντεῦθεν δὲ ἀπορραγὲν τὸ μὲν ὀξύνεται, τὸ δὲ ἐπικάμπτεται. καὶ τὸ μὲν ἀπωξυμμένον μένει ξίφος, ὡς ἤρξατο, τὸ δὲ καμπτόμενον δρέπανον γίνεται, ἵνα μιᾷ | |
5 | πληγῇ τὸ μὲν ἐρείδῃ τὴν σφαγήν, τὸ δὲ κρατῇ τὴν τομήν. τὸ μὲν τῆς Ἀνδρομέδας δρᾶμα τοῦτο. | |
3.8.1 | Ἑξῆς δὲ τὸ τοῦ Προμηθέως ἐγεγόνει. δέδεται μὲν ὁ Προμη‐ θεὺς σιδήρῳ καὶ πέτρᾳ, ὥπλισται δὲ Ἡρακλῆς τόξῳ καὶ δόρατι. ὄρνις ἐς τὴν τοῦ Προμηθέως γαστέρα τρυφᾷ· ἕστηκε γὰρ αὐτὴν ἀνοίγων, ἤδη μὲν ἀνεῳγμένην, | |
3.8.2 | ἀλλὰ τὸ ῥάμφος ἐς τὸ ὄρυγμα | |
κεῖται, καὶ ἔοικεν ἐπορύττειν τὸ τραῦμα καὶ ζητεῖν τὸ ἧπαρ· τὸ δὲ ἐκφαίνεται τοσοῦτον, ὅσον ἀνέῳξεν ὁ γραφεὺς τὸ διόρυγμα τοῦ τραύματος· ἐρείδει τῷ μηρῷ τῷ τοῦ Προμηθέως τὰς τῶν ὀνύχων | 55 | |
5 | ἀκμάς. | |
3.8.3 | ὁ δὲ ἀλγῶν πάντῃ συνέσταλται καὶ τὴν πλευρὰν συνέ‐ σπασται καὶ τὸν μηρὸν ἐγείρει καθ’ αὑτοῦ· εἰς γὰρ τὸ ἧπαρ συνάγει τὸν ὄρνιν· ὁ δὲ ἕτερος αὐτῷ τοῖν ποδοῖν τὸν σπασμὸν ὄρθιον ἀντι‐ τείνει κάτω καὶ εἰς τοὺς δακτύλους ἀποξύνεται. | |
3.8.4 | τὸ δὲ ἄλλο σχῆμα δείκνυσι τὸν πόνον· κεκύρτωται τὰς ὀφρῦς, συνέσταλται τὸ χεῖλος, φαίνει τοὺς ὀδόντας. ἠλέησας ἂν ὡς ἀλγοῦσαν τὴν γραφήν. | |
3.8.5 | ἀνα‐ φέρει δὲ λυπούμενον Ἡρακλῆς· ἕστηκε γὰρ τοξεύων τοῦ Προμηθέως τὸν δήμιον· ἐνήρμοσται τῷ τόξῳ βέλος, τῇ λαιᾷ προβέβληται τὸ κέρας ὠθῶν, ἐπὶ μαζὸν ἕλκει τὴν δεξιάν, ἕλκων τὸ νεῦρον κεκύρτωται | |
5 | κατόπιν τὸν ἀγκῶνα. | |
3.8.6 | πάντα οὖν ὁμοῦ πτύσσεται, τὸ τόξον, τὸ νεῦρον, ἡ δεξιά. συνάγεται μὲν ὑπὸ τοῦ νεύρου τὸ τόξον, διπλοῦται δὲ ὑπὸ τῆς χειρὸς τὸ νεῦρον, κλίνεται δὲ ἐπὶ μαζὸν ἡ χείρ. | |
3.8.7 | ὁ δὲ Προμηθεὺς μεστός ἐστιν ἐλπίδος ἅμα καὶ φόβου· πῇ μὲν γὰρ εἰς τὸ ἕλκος, πῇ δὲ εἰς τὸν Ἡρακλέα βλέπει, καὶ θέλει μὲν αὐτὸν ὅλοις τοῖς ὀφθαλμοῖς ἰδεῖν, ἕλκει δὲ τὸ ἥμισυ τοῦ βλέμματος ὁ πόνος. | |
3.9.1 | Ἐνδιατρίψαντες οὖν ἡμερῶν δύο καὶ ἀναλαβόντες ἑαυτοὺς ἐκ τῶν κακῶν, ναῦν Αἰγυπτίαν μισθωσάμενοι (εἴχομεν δὲ ὀλίγον χρυ‐ σίον, ὅπερ ἐτύχομεν ἐζωσμένοι) διὰ τοῦ Νείλου πλοῦν ἐπ’ Ἀλεξάν‐ δρειαν ἐποιούμεθα, μάλιστα μὲν ἐκεῖ διεγνωκότες ποιήσασθαι τὴν | |
5 | διατριβὴν καὶ νομίζοντες ταύτῃ τάχα τοὺς φίλους εὑρήσειν προσενε‐ χθέντας. | |
3.9.2 | ἐπεὶ δὲ ἐγενόμεθα κατά τινα πόλιν, ἐξαίφνης βοῆς ἀκούο‐ μεν πολλῆς. καὶ ὁ ναύτης, εἰπών· “Ὁ βουκόλος”, μεταστρέφει τὴν ναῦν ὡς ἐπαναπλεύσων εἰς τοὐπίσω. καὶ ἅμα πλήρης ἦν ἡ γῆ | |
φοβερῶν καὶ ἀγρίων ἀνθρώπων· μεγάλοι μὲν πάντες, μέλανες δὲ τὴν | 56 | |
5 | χροιάν (οὐ κατὰ τὴν τῶν Ἰνδῶν τὴν ἄκρατον, ἀλλ’ οἷος ἂν γένοιτο νόθος Αἰθίοψ), ψιλοὶ τὰς κεφαλάς, λεπτοὶ τοὺς πόδας, τὸ σῶμα παχεῖς· ἐβαρβάριζον δὲ πάντες. | |
3.9.3 | καὶ ὁ κυβερνήτης, εἰπών· “Ἀπο‐ λώλαμεν”, ἔστησε τὴν ναῦν, ὁ γὰρ ποταμὸς ταύτῃ στενώτατος, καὶ ἐπεμβάντες τῶν λῃστῶν τέσσαρες πάντα μὲν τὰ ἐν τῇ νηῒ λαμβάνουσι καὶ τὸ χρυσίον ἡμῶν ἀποφέρουσιν, ἡμᾶς δὲ δήσαντες καὶ κατα‐ | |
5 | κλείσαντες εἴς τι δωμάτιον ἀπηλλάττοντο, φύλακας ἡμῖν καταλιπόν‐ τες, ὡς τὴν ἐπιοῦσαν ἄξοντες ἡμᾶς εἰς τὸν βασιλέα· τούτῳ γὰρ ἐκάλουν τῷ ὀνόματι τὸν λῃστὴν τὸν μείζονα. καὶ ἦν ὁδὸς ἡμερῶν δύο, ὡς παρὰ τῶν σὺν ἡμῖν ἑαλωκότων ἠκούσαμεν. | |
3.10.1 | Ἐπεὶ οὖν νὺξ ἐγένετο καὶ ἐκείμεθα ὡς ἦμεν δεδεμένοι καὶ ἐκάθευδον οἱ φρουροί, τότε, ὡς ἐξὸν ἤδη, κλαίειν ἦρχον τὴν Λευκίπ‐ πην. καὶ δὴ λογισάμενος ὅσων αὐτῇ γέγονα κακῶν αἴτιος, κωκύσας ἐν τῇ ψυχῇ βύθιον, τῷ δὲ νῷ κλέψας τοῦ κωκυτοῦ τὸν ψόφον, “Ὦ | |
5 | θεοὶ καὶ δαίμονες,” ἔφην, “εἴπερ ἐστέ που καὶ ἀκούετε, τί τηλι‐ κοῦτον ἠδικήσαμεν, ὡς ἐν ὀλίγαις ἡμέραις τοσούτῳ πλήθει βαπτι‐ σθῆναι κακῶν; | |
3.10.2 | νῦν δὲ καὶ παραδεδώκατε ἡμᾶς λῃσταῖς Αἰγυπτίοις, ἵνα μηδὲ ἐλέους τύχωμεν. λῃστὴν μὲν γὰρ Ἕλληνα καὶ φωνὴ κατέκλασε καὶ δέησις ἐμάλαξεν· ὁ γὰρ λόγος πολλάκις τὸν ἔλεον προξενεῖ· τὸ γὰρ πονοῦν τῆς ψυχῆς ἡ γλῶττα πρὸς ἱκετηρίαν διακονουμένη τῆς | |
5 | τῶν ἀκουόντων ψυχῆς ἡμεροῖ τὸ θυμούμενον. | |
3.10.3 | νῦν δὲ ποίᾳ μὲν φωνῇ δεηθῶμεν; τίνας δὲ ὅρκους προτείνωμεν; κἂν Σειρήνων τις γένηται πιθανώτερος, ὁ ἀνδροφόνος οὐκ ἀκούει. μόνοις ἱκετεύειν με δεῖ τοῖς νεύμασι καὶ τὴν δέησιν δηλοῦν ταῖς χειρονομίαις. ὢ τῶν | |
5 | ἀτυχημάτων· ἤδη τὸν θρῆνον ὀρχήσομαι. | |
3.10.4 | τὰ μὲν οὖν ἐμά, κἂν ὑπερβολὴν ἔχῃ συμφορᾶς, ἧττον ἀλγῶ, τὰ σὰ δέ, Λευκίππη, ποίῳ στόματι θρηνήσω, ποίοις ὄμμασι δακρύσω; ὦ πιστὴ μὲν πρὸς ἀνάγκην ἔρωτος, χρηστὴ δὲ πρὸς ἐραστὴν δυστυχοῦντα. | |
3.10.5 | ὡς καλά σου τῶν γάμων τὰ κοσμήματα· θάλαμος μὲν τὸ δεσμωτήριον, εὐνὴ δὲ ἡ γῆ, | |
ὅρμοι δὲ καὶ ψέλλια κάλοι καὶ βρόχος, καί σοι νυμφαγωγὸς λῃστὴς παρακαθεύδει· ἀντὶ δὲ ὑμεναίων τίς σοι τὸν θρῆνον ᾄδει. | 57 | |
3.10.6 | μάτην σοι, ὦ θάλασσα, τὴν χάριν ὡμολογήσαμεν. μέμφομαί σου τῇ φιλαν‐ θρωπίᾳ· χρηστοτέρα γέγονας πρὸς οὓς ἀπέκτεινας, ἡμᾶς δὲ σώσασα μᾶλλον ἀπέκτεινας. ἐφθόνησας ἡμῖν ἀλῃστεύτοις ἀποθανεῖν.” | |
3.11.1 | Ταῦτα μὲν οὖν ἐθρήνουν ἡσυχῇ, κλαίειν δὲ οὐκ ἠδυνάμην. τοῦτο γὰρ ἴδιον τῶν ὀφθαλμῶν ἐν τοῖς μεγάλοις κακοῖς. ἐν μὲν γὰρ ταῖς μετρίαις συμφοραῖς ἀφθόνως τὰ δάκρυα καταρρεῖ καὶ ἔστι τοῖς πάσχουσιν εἰς τοὺς κολάζοντας ἱκετηρία, καὶ τοὺς ἀλγοῦντας, | |
5 | ὥσπερ ἀπὸ οἰδοῦντος τραύματος, ἐξεκένωσεν· ἐν δὲ τοῖς ὑπερβάλ‐ λουσι δεινοῖς φεύγει καὶ τὰ δάκρυα καὶ προδίδωσι καὶ τοὺς ὀφθαλ‐ μούς. | |
3.11.2 | ἐντυχοῦσα γὰρ αὐτοῖς ἀναβαίνουσιν ἡ λύπη ἵστησί τε τὴν ἀκμὴν καὶ μετοχετεύει καταφέρουσα σὺν αὑτῇ κάτω· τὰ δὲ ἐκτρε‐ πόμενα τῆς ἐπὶ τοὺς ὀφθαλμοὺς ὁδοῦ εἰς τὴν ψυχὴν καταρρεῖ καὶ χαλεπώτερον αὐτῆς ποιεῖ τὸ τραῦμα. λέγω οὖν πρὸς τὴν Λευκίπ‐ | |
5 | πην πάντα σιγῶσαν· “Τί σιγᾷς, φιλτάτη, καὶ οὐδέν μοι λαλεῖς;” “Ὅτι μοι,” ἔφη, “πρὸ τῆς ψυχῆς, Κλειτοφῶν, τέθνηκεν ἡ φωνή.” | |
3.12.1 | Ταῦθ’ ἡμᾶς διαλεγομένους ἔλαθεν ἠὼς γενομένη· καί τις ἵππον ἐπελαύνων ἔρχεται, κόμην ἔχων πολλὴν καὶ ἀγρίαν. ἐκόμα δὲ καὶ ὁ ἵππος· γυμνὸς ἦν, ἄστρωτος καὶ οὐκ ἔχων φάλαρα· τοιοῦτοι γὰρ τοῖς λῃσταῖς εἰσιν οἱ ἵπποι. ἀπὸ δὲ τοῦ λῃστάρχου παρῆν καί, | |
5 | “Εἴ τις,” ἔφη, “παρθένος ἐστὶν ἐν τοῖς εἰλημμένοις, ταύτην ἀπάγειν πρὸς τὸν θεόν, ἱερεῖον ἐσομένην καὶ καθάρσιον τοῦ στρατοῦ.” | |
3.12.2 | οἱ δὲ ἐπὶ τὴν Λευκίππην εὐθὺς τρέπονται, ἡ δὲ εἴχετό μου καὶ ἐξεκρέ‐ ματο βοῶσα. τῶν δὲ λῃστῶν οἱ μὲν ἀπέσπων, οἱ δὲ ἔτυπτον· ἀπέ‐ σπων μὲν τὴν Λευκίππην, ἔτυπτον δὲ ἐμέ. ἀράμενοι οὖν αὐτὴν με‐ | |
5 | τέωρον ἀπάγουσιν, ἡμᾶς δὲ κατὰ σχολὴν ἦγον δεδεμένους. | 58 |
3.13.1 | Καὶ ἐπεὶ δύο σταδίους τῆς κώμης προήλθομεν, ἀλαλαγμὸς ἀκούεται πολὺς καὶ σάλπιγγος ἦχος, καὶ ἐπιφαίνεται φάλαγξ στρα‐ τιωτική, πάντες ὁπλῖται. οἱ δὲ λῃσταὶ κατιδόντες, ἡμᾶς μέσους διαλαβόντες ἔμενον ἐπιόντας ὡς αὐτοὺς ἀμυνούμενοι. | |
3.13.2 | καὶ μετ’ οὐ πολὺ παρῆσαν πεντήκοντα τὸν ἀριθμόν, οἱ μὲν ποδήρεις ἔχοντες τὰς ἀσπίδας, οἱ δὲ πελτασταί· οἱ δὲ λῃσταὶ πολὺ πλείους ὄντες, βώλους ἀπὸ τῆς γῆς λαμβάνοντες τοὺς στρατιώτας ἔβαλλον. | |
3.13.3 | παντὸς δὲ λίθου χαλεπώτερος βῶλος Αἰγύπτιος, βαρύς τε καὶ τραχὺς καὶ ἀνώμαλος· τὸ δὲ ἀνώμαλόν εἰσιν αἰχμαὶ τῶν λίθων. ὥστε βληθεὶς διπλοῦν ποιεῖ ἐν ταὐτῷ τὸ τραῦμα, καὶ οἴδημα ὡς ἀπὸ λίθου, καὶ | |
5 | τομὰς ὡς ἀπὸ βέλους. | |
3.13.4 | ἀλλὰ ταῖς γε ἀσπίσιν ἐκδεχόμενοι τοὺς λίθους ὀλίγον τῶν βαλλόντων ἐφρόντιζον. ἐπεὶ οὖν ἔκαμον οἱ λῃσταὶ βάλλοντες, ἀνοίγουσι μὲν οἱ στρατιῶται τὴν φάλαγγα, ἐκθέουσι δὲ ἀπὸ τῶν ὅπλων ἄνδρες κούφως ἐσταλμένοι, φέρων αἰχμὴν ἕκαστος | |
5 | καὶ ξίφος, καὶ ἀκοντίζουσιν ἅμα, καὶ ἦν οὐδεὶς ὃς οὐκ ἐπέτυχεν. | |
3.13.5 | εἶτα οἱ ὁπλῖται προσέρρεον· καὶ ἦν ἡ μάχη στερρά, πληγαὶ δὲ παρ’ ἀμφοτέρων καὶ τραύματα καὶ σφαγαί. καὶ τὸ μὲν ἔμπειρον παρὰ τοῖς στρατιώταις ἀνεπλήρου τοῦ πλήθους τὸ ἐνδεές. ἡμεῖς δὲ ὅσοι τῶν αἰχμαλώτων ἦμεν, ἐπιτηρήσαντες τὸ πονοῦν τῶν λῃστῶν | |
5 | μέρος, ἅμα συνελθόντες διακόπτομέν τε αὐτῶν τὴν φάλαγγα καὶ ἐπὶ τοὺς ἐναντίους ἐκτρέχομεν. | |
3.13.6 | οἱ δὲ στρατιῶται τὸ μὲν πρῶτον ἐπεχείρουν ἀναιρεῖν οὐκ εἰδότες, ὡς δὲ εἶδον γυμνοὺς καὶ δεσμὰ ἔχοντας, ὑπονοήσαντες τὴν ἀλήθειαν δέχονται τῶν ὅπλων εἴσω, καὶ ἐπ’ οὐρὰν παραπέμψαντες εἴων ἡσυχάζειν. | |
3.13.7 | ἐν τούτῳ δὲ καὶ ἱππεῖς πλείους προσέρρεον· καὶ ἐπεὶ πλησίον ἐγένοντο, κατὰ κέρας ἑκάτερον ἐκτείναντες τὴν φάλαγγα περιΐππευον αὐτοὺς κύκλῳ, καὶ ἐν τούτῳ | |
συναγαγόντες αὐτοὺς εἰς ὀλίγον κατεφόνευον. καὶ οἱ μὲν ἔκειντο | 59 | |
5 | τεθνηκότες, οἱ δὲ καὶ ἡμιθνῆτες ἐμάχοντο· τοὺς δὲ λοιποὺς ἐζώγρησαν. | |
3.14.1 | Ἦν δὲ περὶ δείλην ὁ καιρός· καὶ ὁ στρατηγὸς διαλαβὼν ἡμῶν ἕκαστον ἐπυνθάνετο τίνες εἴημεν καὶ πῶς ληφθείημεν· διηγεῖτο δὲ ἄλλος ἄλλο τι, κἀγὼ τὰ ἐμὰ εἶπον. ἐπεὶ οὖν ἅπαντα ἔμαθεν, ἐκέλευσεν ἀκολουθεῖν, αὐτὸς δὲ ὅπλα δώσειν ὑπέσχετο. διεγνώκει | |
5 | γὰρ ἀναμείνας στρατιὰν ἐπελθεῖν τῷ μεγάλῳ λῃστηρίῳ· ἐλέγοντο δὲ ἀμφὶ τοὺς μυρίους εἶναι. | |
3.14.2 | ἐγὼ δὲ ἵππον ᾔτουν, σφόδρα γὰρ ᾔδειν ἱππεύειν γεγυμνασμένος. ὡς δέ τις παρῆν, περιάγων τὸν ἵππον ἐπεδεικνύμην ἐν ῥυθμῷ τὰ τῶν πολεμούντων σχήματα, ὥστε καὶ τὸν στρατηγὸν σφόδρα ἐπαινέσαι. ποιεῖται δή με ἐκείνην τὴν ἡμέραν | |
5 | ὁμοτράπεζον καὶ παρὰ τὸ δεῖπνον ἐπυνθάνετο τἀμὰ καὶ ἀκούων ἠλέει. | |
3.14.3 | συμπαθὴς δέ πως εἰς ἔλεον ἄνθρωπος ἀκροατὴς ἀλλοτρίων κακῶν, καὶ ὁ ἔλεος πολλάκις φιλίαν προξενεῖ· ἡ γὰρ ψυχὴ μαλα‐ χθεῖσα πρὸς τὴν ὧν ἤκουσε λύπην, συνδιατεθεῖσα κατὰ μικρὸν τῇ τοῦ πάθους ἀκροάσει τὸν οἶκτον εἰς φιλίαν καὶ τὴν λύπην εἰς τὸν ἔλεον | |
5 | συλλέγει. | |
3.14.4 | οὕτω γοῦν διέθηκα τὸν στρατηγὸν ἐκ τῆς ἀκροάσεως, ὡς καὶ αὐτὸν δάκρυα προαγαγεῖν· πλέον δὲ ποιεῖν εἴχομεν οὐδέν, τῆς Λευκίππης ὑπὸ τῶν λῃστῶν ἐχομένης. ἔδωκε δέ μοι καὶ θερά‐ ποντα τὸν ἐπιμελησόμενον Αἰγύπτιον. | |
3.15.1 | Τῇ δὲ ὑστεραίᾳ πρὸς τὴν διάβασιν παρεσκευάζετο καὶ ἐπεχεί‐ ρει τὴν διώρυχα χῶσαι, ἥτις ἦν ἐμποδών. καὶ γὰρ ἑωρῶμεν τοὺς λῃστὰς μετὰ πλείστης δυνάμεως ἐπὶ θάτερα τῆς διώρυχος ἑστῶτας ἐν τοῖς ὅπλοις. βωμὸς δέ τις αὐτοῖς αὐτοσχέδιος ἦν πηλοῦ πεποιη‐ | |
5 | μένος καὶ σορὸς τοῦ βωμοῦ πλησίον. | |
3.15.2 | ἄγουσι δή τινες δύο τὴν κόρην ὀπίσω τὼ χεῖρε δεδεμένην· καὶ αὐτοὺς μὲν οἵτινες ἦσαν οὐκ εἶδον, ἦσαν γὰρ ὡπλισμένοι, τὴν δὲ κόρην Λευκίππην οὖσαν ἐγνώ‐ ρισα. | |
3.15.3 | εἶτα κατὰ τῆς κεφαλῆς σπονδὴν περιχέαντες περιάγουσι τὸν βωμὸν κύκλῳ, καὶ ἐπηύλει τις αὐτῇ, καὶ ὁ ἱερεὺς ᾖδεν, ὡς εἰκός, ᾠδὴν Αἰγυπτίαν· τὸ γὰρ σχῆμα τοῦ στόματος καὶ τῶν προσώπων τὸ διειλκυσμένον ὑπέφαινεν ᾠδήν. | 60 |
3.15.4 | εἶτα ἀπὸ συνθήματος πάντες ἀναχωροῦσι τοῦ βωμοῦ μακράν· τῶν δὲ νεανίσκων ὁ ἕτερος ἀνα‐ κλίνας αὐτὴν ὑπτίαν ἔδησεν ἐκ παττάλων ἐπὶ τῆς γῆς ἐρηρεισμένων, οἷον ποιοῦσιν οἱ κοροπλάθοι τὸν Μαρσύαν ἐκ τοῦ φυτοῦ δεδεμένον. | |
5 | εἶτα λαβὼν ξίφος βάπτει κατὰ τῆς καρδίας καὶ διελκύσας τὸ ξίφος εἰς τὴν κάτω γαστέρα ῥήγνυσι· | |
3.15.5 | τὰ σπλάγχνα δὲ εὐθὺς ἐξεπήδη‐ σεν, ἃ ταῖς χερσὶν ἐξελκύσαντες ἐπιτιθέασι τῷ βωμῷ, καὶ ἐπεὶ ὠπτήθη, κατατεμόντες ἅπαντες εἰς μοίρας ἔφαγον. ταῦτα δὲ ὁρῶντες οἱ στρατιῶται καὶ ὁ στρατηγὸς καθ’ ἓν τῶν πραττομένων ἀνεβόων | |
5 | καὶ τὰς ὄψεις ἀπέστρεφον τῆς θέας, ἐγὼ δὲ ἐκ παραλόγου καθήμενος ἐθεώμην. | |
3.15.6 | τὸ δὲ ἦν ἔκπληξις· μέτρον γὰρ οὐκ ἔχον τὸ κακὸν ἐνεβρόντησέ με. καὶ τάχα ὁ τῆς Νιόβης μῦθος οὐκ ἦν ψευδής, ἀλλὰ κἀκείνη τοιοῦτόν τι παθοῦσα ἐπὶ τῇ τῶν παίδων ἀπωλείᾳ δόξαν παρέσχεν ἐκ τῆς ἀκινησίας ὡσεὶ λίθος γενομένη. ἐπεὶ δὲ τέλος εἶχεν, | |
5 | ὥς γε ᾤμην, τὸ ἔργον, τὸ σῶμα ἐνθέντες τῇ σορῷ καταλείπουσι, πῶμα ἐπ’ αὐτῆς ἐπιθέντες, τὸν δὲ βωμὸν καταστρέψαντες φεύγουσιν ἀμεταστρεπτί. οὕτω γὰρ αὐτοῖς ποιεῖν ἔτυχε μεμαντευμένος ὁ ἱερεύς. | |
3.16.1 | Ἑσπέρας δὲ γενομένης ἡ διῶρυξ κέχωστο πᾶσα· οἱ δὲ στρα‐ τιῶται διαβάντες αὐλίζονται μικρὸν ἄνω τῆς διώρυχος καὶ περὶ δεῖπνον ἦσαν. ὁ δὲ στρατηγὸς ἐπεχείρει με παρηγορεῖν ἀνιαρῶς ἔχοντα. | |
3.16.2 | περὶ δὲ πρώτην νυκτὸς φυλακὴν πάντας ἐπιτηρήσας κα‐ θεύδοντας πρόειμι τὸ ξίφος ἔχων, ἐπικατασφάξων ἐμαυτὸν τῇ σορῷ. | |
3.16.3 | ἐπεὶ δὲ πλησίον ἐγενόμην, ἀνατείνω τὸ ξίφος, “Λευκίππη,” λέγων, “ἀθλία καὶ πάντων ἀνθρώπων δυστυχεστάτη, οὐ τὸν θάνατον ὀδύ‐ | |
ρομαί σου μόνον, οὐδ’ ὅτι τέθνηκας ἐπὶ ξένης, οὐδ’ ὅτι σοι γέγονεν ἐκ βίας σφαγή, ἀλλ’ ὅτι ταῦτα τῶν σῶν ἀτυχημάτων παίγνια, ἀλλ’ | 61 | |
5 | ὅτι καθάρσιον γέγονας ἀκαθάρτων σωμάτων καί σε ζῶσαν ἀνέτεμον, οἴμοι, καὶ βλέπουσαν ὅλην τὴν ἀνατομήν, ἀλλ’ ὅτι σου τῆς γαστρὸς τὰ μυστήρια ἐμέρισαν καὶ τὴν ταφὴν κακοδαίμονι βωμῷ καὶ σορῷ. | |
3.16.4 | καὶ τὸ μὲν σῶμα ταύτῃ κατατέθειται, τὰ δὲ σπλάγχνα ποῦ; εἰ μὲν δεδαπανήκει τὸ πῦρ, ἥττων ἡ συμφορά· νῦν δὲ ἡ τῶν σπλάγχνων σου ταφὴ λῃστῶν γέγονε τροφή. ὢ πονηρᾶς ἐπὶ βωμοῦ δᾳδουχίας· ὢ τροφῶν καινὰ μυστήρια. | |
3.16.5 | καὶ ἐπὶ τοιούτοις θύμασιν ἔβλεπον ἄνωθεν οἱ θεοὶ καὶ οὐκ ἐσβέσθη τὸ πῦρ, ἀλλὰ μιαινόμενον ἠνείχετο καὶ ἀνέφερε τοῖς θεοῖς τὴν κνῖσαν. λαβὲ οὖν, Λευκίππη, τὰς πρε‐ πούσας σοι παρ’ ἐμοῦ χοάς.” | |
3.17.1 | Ταῦτα εἰπὼν ἀνατείνω τὸ ξίφος ἄνω ὡς καθήσων ἐμαυτῷ κατὰ τῆς σφαγῆς· καὶ ὁρῶ δύο τινὰς ἐξ ἐναντίας (σεληναία δὲ ἦν) σπουδῇ θέοντας. ἐπέσχον οὖν λῃστὰς εἶναι δοκῶν, ὡς ἂν ὑπ’ αὐτῶν ἀποθάνοιμι. ἐν τούτῳ δὲ ἐγγὺς ἐγένοντο καὶ ἀναβοῶσιν ἄμφω. Με‐ | |
5 | νέλαος δὲ ἦν καὶ ὁ Σάτυρος. | |
3.17.2 | ἐγὼ δὲ ἄνδρας ἰδὼν ἐκ παραλόγου ζῶντας καὶ φίλους οὔτε περιεπτυξάμην οὔτε ἐξεπλάγην ὑφ’ ἡδονῆς· τοσοῦτον ἡ λύπη με τῆς συμφορᾶς ἐξεκώφησε. | |
3.17.3 | λαμβάνονται δή μου τῆς δεξιᾶς καὶ ἐπεχείρουν ἀφαιρεῖσθαι τὸ ξίφος· ἐγὼ δέ, “Πρὸς θεῶν,” ἔφην, “μή μοι φθονήσητε θανάτου καλοῦ, μᾶλλον δὲ φαρμά‐ κου τῶν κακῶν· οὐδὲ γὰρ ζῆν ἔτι δύναμαι, κἂν νῦν με βιάσησθε, | |
5 | Λευκίππης οὕτως ἀνῃρημένης. | |
3.17.4 | τοῦτο μὲν γὰρ ἀφαιρήσεσθέ μου τὸ ξίφος, τὸ δὲ τῆς ἐμῆς λύπης ξίφος ἔνδον καταπέπηγε καὶ τέμνει κατ’ ὀλίγον. ἀθανάτῳ σφαγῇ ἀποθνῄσκειν με βούλεσθε;” λέγει οὖν ὁ Μενέλαος· “Ἀλλ’ εἰ διὰ τοῦτο θέλεις ἀποθανεῖν, ὥρα σοι τὸ ξίφος | |
5 | ἐπισχεῖν· Λευκίππη δέ σοι νῦν ἀναβιώσεται.” | |
3.17.5 | βλέψας οὖν πρὸς | |
αὐτόν, “Ἔτι μου καταγελᾷς,” ἔφην, “ἐπὶ τηλικούτῳ κακῷ; εὖ γε, Μενέλαε, Ξενίου μέμνησαι Διός.” ὁ δὲ κρούσας τὴν σορόν, “Ἐπεὶ τοίνυν ἀπιστεῖ Κλειτοφῶν,” ἔφη, “σύ μοι, Λευκίππη, μαρτύρησον, | 62 | |
5 | εἰ ζῇς.” | |
3.17.6 | ἅμα δὲ εἶπε καὶ δίς που καὶ τρὶς ἐπάταξε τὴν σορόν, καὶ κάτωθεν ἀκούω φωνῆς πάνυ λεπτῆς. τρόμος οὖν εὐθὺς ἴσχει με καὶ πρὸς τὸν Μενέλαον ἀπέβλεπον, μάγον εἶναι δοκῶν. | |
3.17.7 | ὁ δὲ ἤνοιγεν ἅμα τὴν σορὸν καὶ ἡ Λευκίππη κάτωθεν ἀνέβαινε, φοβερὸν θέαμα, ὦ θεοί, καὶ φρικωδέστατον. ἀνέῳκτο μὲν αὐτῆς ἡ γαστὴρ πᾶσα καὶ ἦν ἐντέρων κενή· ἐπιπεσοῦσα δέ μοι περιπλέκεται καὶ | |
5 | συνέφυμεν καὶ ἄμφω κατεπέσομεν. | |
3.18.1 | Μόλις οὖν ἀναζωπυρήσας λέγω πρὸς τὸν Μενέλαον· “Οὐκ ἐρεῖς μοι, τί ταῦτα; οὐχὶ Λευκίππην ὁρῶ; ταύτην οὐ κρατῶ καὶ ἀκούω λαλούσης; ἃ οὖν χθὲς ἐθεασάμην, τίνα ἦν; ἢ γὰρ ἐκεῖνά ἐστιν ἢ ταῦτα ἐνύπνια. | |
3.18.2 | ἀλλ’ ἰδοὺ καὶ φίλημα ἀληθινὸν καὶ ζῶν, ὡς κἀκεῖνο τὸ τῆς Λευκίππης γλυκύ.” “Ἀλλὰ νῦν,” ὁ Μενέλαος ἔφη, “καὶ τὰ σπλάγχνα ἀπολήψεται καὶ τὰ στέρνα συμφύσεται, καὶ ἄτρω‐ τον ὄψει. ἀλλ’ ἐπικάλυψαί σου τὸ πρόσωπον· καλῶ γὰρ τὴν Ἑκάτην | |
5 | ἐπὶ τὸ ἔργον.” | |
3.18.3 | ἐγὼ δὲ πιστεύσας ἐνεκαλυψάμην. ὁ δὲ ἄρχεται τερατεύεσθαι καὶ λόγον τινὰ καταλέγειν· ἅμα λέγων περιαιρεῖ τὰ μαγγανεύματα τὰ ἐπὶ τῇ γαστρὶ τῆς Λευκίππης καὶ ἀποκατέστησεν εἰς τὸ ἀρχαῖον. λέγει δέ μοι· “Ἀποκάλυψαι.” | |
3.18.4 | κἀγὼ μόλις μὲν καὶ φοβούμενος (ἀληθῶς γὰρ ᾤμην τὴν Ἑκάτην παρεῖναι), ὅμως δ’ οὖν ἀπέστησα τῶν ὀφθαλμῶν τὰς χεῖρας καὶ ὁλόκληρον τὴν Λευ‐ κίππην ὁρῶ. | |
3.18.5 | ἔτι μᾶλλον οὖν ἐκπλαγεὶς ἐδεόμην Μενελάου, λέγων· “Ὦ φίλτατε Μενέλαε, εἰ διάκονός τις εἶ θεῶν, δέομαί σου, ποῖ γῆς εἰμι καὶ τί ποτε ταῦτα ὁρῶ;” καὶ ἡ Λευκίππη, “Παῦσαι,” ἔφη, “Μενέλαε, δεδιττόμενος αὐτόν. λέγε δὲ πῶς τοὺς λῃστὰς ἠπάτησας.” | |
3.19.1 | Ὁ οὖν Μενέλαος λέγει· “Οἶδας, ὡς Αἰγύπτιός εἰμι τὸ γένος· φθάνω γάρ σοι ταῦτα εἰπὼν ἐπὶ τῆς νεώς. ἦν οὖν μοι τὰ πλεῖστα τῶν κτημάτων περὶ ταύτην τὴν κώμην καὶ οἱ ἄρχοντες αὐτῆς γνώρι‐ μοι. | 63 |
3.19.2 | ἐπεὶ οὖν τῇ ναυαγίᾳ περιεπέσομεν, εἶτά με προσέρριψε τὸ κῦμα τοῖς τῆς Αἰγύπτου παραλίοις, λαμβάνομαι μετὰ τοῦ Σατύρου πρὸς τῶν ταύτῃ παραφυλασσόντων λῃστῶν. ὡς δὲ ἄγομαι πρὸς τὸν λῄσταρχον, ταχύ με τῶν λῃστῶν τινες γνωρίσαντες λύουσι τὰ δεσμὰ | |
5 | θαρρεῖν τε ἐκέλευον καὶ συμπονεῖν αὐτοῖς, ὡς ἂν οἰκεῖον. | |
3.19.3 | ἐξαιτοῦ‐ μαι δὴ καὶ τὸν Σάτυρον ὡς ἐμόν. οἱ δέ, ‘Ἀλλ’ ὅμως,‘ ἔφασαν, ‘ἐπί‐ δειξον ἡμῖν σεαυτὸν τολμηρὸν πρῶτον.‘ κἀν τούτῳ χρησμὸν ἴσχουσι κόρην καταθῦσαι καὶ καθᾶραι τὸ λῃστήριον καὶ τοῦ μὲν ἥπατος | |
5 | ἀπογεύσασθαι τυθείσης, τὸ δὲ λοιτὸν σῶμα σορῷ παραδόντας ἀναχω‐ ρεῖν, ὡς ἂν τὸ τῶν ἐναντίων στρατόπεδον ὑπερβάλοι τῆς θυσίας τὸν τόπον. λέγε δὴ τὰ ἐπίλοιπα, Σάτυρε· σὸς γὰρ ἐντεῦθεν ὁ λόγος.” | |
3.20.1 | Καὶ ὁ Σάτυρος λέγει· “Ἅμα δὲ βιαζόμενος ἐπὶ τὸ στρατό‐ πεδον ἔκλαον, ὦ δέσποτα, καὶ ὠδυρόμην, τὰ περὶ τῆς Λευκίππης πυθόμενος, καὶ ἐδεόμην Μενελάου παντὶ τρόπῳ σῶσαι τὴν κόρην. | |
3.20.2 | δαίμων δέ τις ἀγαθὸς ἡμῖν συνήργησεν. ἐτύχομεν τῇ προτεραίᾳ τῆς θυσίας ἡμέρᾳ καθεζόμενοι πρὸς τῇ θαλάττῃ λυπούμενοι καὶ περὶ τούτων σκοποῦντες· τῶν δὲ λῃστῶν τινες ναῦν ἰδόντες ἀγνοίᾳ πλανη‐ θεῖσαν, ὥρμησαν ἐπ’ αὐτήν. | |
3.20.3 | οἱ δὲ ἐπὶ τῆς νεὼς συνέντες οἳ τυγχάνουσιν, ἐπεχείρουν ἐλαύνειν εἰς τοὐπίσω· ὡς δὲ φθάνουσιν οἱ λῃσταὶ καταλαβόντες, πρὸς ἄμυναν τρέπονται. | |
3.20.4 | καὶ γάρ τις ἐν αὐτοῖς ἦν τῶν τὰ Ὁμήρου τῷ στόματι δεικνύντων ἐν τοῖς θεάτροις· τὴν Ὁμηρικὴν σκευὴν ὁπλισάμενός τε αὐτὸς καὶ τοὺς ἀμφ’ αὑτὸν οὕτω σκευάσας ἐπεχείρουν μάχεσθαι. | |
3.20.5 | πρὸς μὲν οὖν τοὺς πρώτους ἐπελθόντας καὶ μάλα ἐρρωμένως ἀντετάξαντο· πλειόνων δὲ ἐπιπλευ‐ σάντων σκαφῶν λῃστρικῶν καταδύουσι τὴν ναῦν καὶ τοὺς ἄνδρας ἐκπεσόντας ἀνῄρουν. | 64 |
3.20.6 | λανθάνει δὴ κίστη ἐκτραπεῖσά τις 〈ἐν〉 τῷ ναυαγίῳ 〈καὶ〉 καθ’ ἡμᾶς τῷ ῥοῒ κομισθεῖσα, ἣν ὁ Μενέλαος ἀναιρεῖται. καὶ ἀναχωρήσας ποι παρόντος ἅμα κἀμοῦ (προσεδόκα γάρ τι σπου‐ δαῖον ἔνδον εἶναι) ἀνοίγει τὴν κίστην, καὶ ὁρῶμεν χλαμύδα καὶ ὁρῶμεν χλαμύδα καὶ ξίφος, | |
5 | τὴν μὲν κώπην ἔχον παλαιστῶν τεσσάρων, τὸν δὲ σίδηρον ἐπὶ τῇ κώπῃ βραχύτατον, δακτύλων ὅσον οὐ πλείω τριῶν. | |
3.20.7 | ὡς δὲ ἀνε‐ λόμενος τὸ ξίφος ὁ Μενέλαος ἔλαθε μεταστρέψας κατὰ τὸ τοῦ σιδήρου μέρος, τὸ μικρὸν ἐκεῖνο ξίφος ὥσπερ ἀπὸ χηραμοῦ τῆς κώπης κατα‐ τρέχει τοσοῦτον, ὅσον εἶχεν ἡ κώπη τὸ μέγεθος· ὡς δὲ ἀνέστρεψεν | |
5 | εἰς τοὔμπαλιν, αὖθις ὁ σίδηρος εἴσω κατεδύετο. τούτῳ δ’ ἄρα, ὡς εἰκός, ὁ κακοδαίμων ἐκεῖνος ἐν τοῖς θεάτροις ἐχρῆτο πρὸς τὰς κιβδήλους σφαγάς.” | |
3.21.1 | “Λέγω οὖν πρὸς τὸν Μενέλαον· ‘Θεὸς ἡμῖν, ἂν θέλῃς χρηστὸς γενέσθαι, συναγωνίσεται. δυνησόμεθα γὰρ καὶ τὴν κόρην σῶσαι καὶ τοὺς λῃστὰς λαθεῖν. ἄκουσον δὲ ποίῳ τρόπῳ. | |
3.21.2 | δέρμα προβάτου λαβόντες ὡς ὅτι ῥαδινώτατον συρράψωμεν εἰς σχῆμα βαλαντίου, μέτρον ὅσον γαστρὸς ἀνθρωπίνης, εἶτα ἐμπλήσαντες θηρείων σπλάγ‐ χνων καὶ αἵματος τὴν πλαστὴν ταύτην γαστέρα ῥάψωμεν, ὡς μὴ | |
5 | ῥᾳδίως τὰ σπλάγχνα διεκπίπτοι, καὶ ἐνσκευάσαντες τὴν κόρην τοῦτον τὸν τρόπον καὶ στολὴν ἔξωθεν περιβαλόντες μίτραις τε καὶ ζώσμασιν ἐνδεδεμένην τὴν σκευὴν ταύτην ἐπικρύψωμεν. | |
3.21.3 | πάντως δὲ καὶ ὁ χρησμὸς ἡμῖν εἰς τὸ λαθεῖν χρήσιμος· ποδήρει γὰρ αὐτὴν ἐσταλμέ‐ νην διὰ ταύτης ἀνατμηθῆναι μέσην τῆς ἐσθῆτος λέγει ὁ χρησμός. ὁρᾷς τοῦτο τὸ ξίφος ὡς ἔχει μηχανῆς. | |
3.21.4 | ἂν γὰρ ἐρείσῃ τις ἐπί τινος σώματος, φεύγει πρὸς τὴν κώπην ὥσπερ εἰς κουλεόν· καὶ οἱ μὲν ὁρῶντες δοκοῦσι βαπτίζεσθαι τὸν σίδηρον κατὰ τοῦ σώματος, ὁ δὲ εἰς τὸν χηραμὸν τῆς κώπης ἀνέθορε, μόνην δὲ καταλείπει τὴν αἰχμήν, | 65 |
5 | ὅσον τὴν πλαστὴν γαστέρα τεμεῖν καὶ τὴν κώπην ἐν χρῷ τοῦ σφα‐ ζομένου τυχεῖν· κἂν ἀποσπάσῃ τις τὸν σίδηρον ἐκ τοῦ τραύματος, καταρρεῖ πάλιν ἐκ τοῦ χηραμοῦ τὸ ξίφος ὅσον τῆς κώπης ἀνακουφί‐ ζεται τὸ μετέωρον καὶ τὸν αὐτὸν τρόπον τοὺς ὁρῶντας ἀπατᾷ· | |
3.21.5 | δο‐ κεῖ γὰρ τοσοῦτον καταβῆναι 〈ἐν〉 τῇ σφαγῇ, ὅσον ἄνεισιν ἐκ τῆς μηχανῆς. τούτων οὖν γενομένων οὐκ ἂν εἰδεῖεν οἱ λῃσταὶ τὴν τέχνην. τά τε γὰρ δέρματα ἀποκέκρυπται τά τε σπλάγχνα τῇ σφαγῇ προπη‐ | |
5 | δήσεται, ἅπερ ἡμεῖς ἐξελόντες ἐπὶ τῷ βωμῷ θύσομεν. | |
3.21.6 | καὶ τὸ ἐντεῦθεν οὐκέτι προσίασιν οἱ λῃσταὶ τῷ σώματι, ἀλλ’ ἡμεῖς εἰς τὴν σορὸν καταθήσομεν. ἀκήκοας τοῦ λῃστάρχου μικρῷ πρόσθεν εἰπόν‐ τος, δεῖν τι τολμηρὸν ἐπιδείξασθαι πρὸς αὐτούς· ὥστε ἔστι σοι | |
5 | προσελθεῖν αὐτῷ καὶ ὑποσχέσθαι ταύτην τὴν ἐπίδειξιν.‘ ταῦτα λέγων ἐδεόμην Δία Ξένιον καλῶν καὶ κοινῆς ἀναμιμνήσκων τραπέζης καὶ κοινῆς ναυαγίας.” | |
3.22.1 | “Ὁ δὲ χρηστὸς οὗτος, ‘Μέγα μέν,‘ ἔφη, ‘τὸ ἔργον, ἀλλ’ ὑπὲρ φίλου, κἂν ἀποθανεῖν δεήσῃ, καλὸς ὁ κίνδυνος, γλυκὺς ὁ θάνατος.‘ ‘Νομίζω δέ,‘ ἔφην, ‘ζῆν καὶ Κλειτοφῶντα. | |
3.22.2 | ἡ γὰρ κόρη πυθομένῳ μοι καταλιπεῖν αὐτὸν εἶπε παρὰ τοῖς ἑαλωκόσι τῶν λῃστῶν δεδεμένον· οἱ δὲ τῶν λῃστῶν πρὸς τὸν λῄσταρχον ἐκφυγόντες ἔλεγον πάντας τοὺς ὑπ’ αὐτῶν εἰλημμένους τὴν εἰς τὸ στρατόπεδον ἐκπεφευγέναι· | |
5 | ὥστε ἀποκείσεταί σοι παρ’ αὐτῷ ἡ χάρις καὶ ἅμα ἐλεῆσαι κόρην ἀθλίαν ἐκ τοσούτου κακοῦ.‘ | |
3.22.3 | ταῦτα λέγων πείθω, καὶ συνέπραξεν ἡ Τύχη. ἐγὼ μὲν οὖν περὶ τὴν τοῦ μηχανήματος ἤμην σκευήν. ἄρτι δὲ τοῦ Μενελάου μέλλοντος τοῖς λῃσταῖς περὶ τῆς θυσίας λέγειν, ὁ λῄσταρχος φθάσας κατὰ δαίμονα, ‘Νόμος ἡμῖν ἐστιν,‘ ἔφη, ‘πρωτομύ‐ | 66 |
5 | στας τῆς ἱερείας ἄρχεσθαι, μάλιστα ὅταν ἄνθρωπον καταθύειν δέῃ. | |
3.22.4 | ὥρα τοίνυν εἰς αὔριόν σοι παρασκευάζεσθαι πρὸς τὴν θυσίαν· δεήσει δὲ καὶ τὸν σὸν οἰκέτην ἅμα σοὶ μυηθῆναι.‘ ‘Καὶ μάλα,‘ οὗτος ἔφη, ‘προθυμησόμεθα μηδενὸς ὑμῶν χείρους γενέσθαι. | |
3.22.5 | στεῖλαι δὲ ἡμᾶς αὐτοὺς δεήσει τὴν κόρην ὡς ἁρμοδίως πρὸς τὴν ἀνατομήν.‘ ‘Ὑμῶν,‘ ὁ λῄσταρχος ἔφη, ‘τὸ ἱερεῖον.‘ | |
3.22.6 | στέλλομεν δὴ τὴν κόρην τὸν προειρημένον τρόπον καθ’ ἑαυτοὺς καὶ θαρρεῖν παρεκελευσάμεθα, διεξελθόντες ἕκαστα, καὶ ὡς μένειν εἴσω τῆς σοροῦ χρή, κἂν θᾶττον αὐτὴν ὁ ὕπνος ἀφῇ, τὴν ἡμέραν ἔνδον μένειν. ‘Εἰ δέ τι ἡμῖν ἐμποδὼν | |
5 | γένηται, σῶζε σαυτὴν ἐπὶ τὸ στρατόπεδον.‘ ταῦτα εἰπόντες ἐξάγομεν αὐτὴν ἐπὶ τὸν βωμόν· καὶ τὰ λοιπὰ οἶδας.” | |
3.23.1 | Ὡς οὖν ἤκουσα, παντοδαπὸς ἐγιγνόμην καὶ διηπόρουν ὅ τι ποιήσω πρὸς τὸν Μενέλαον ἀντάξιον. τὸ δ’ οὖν κοινότατον, προσπε‐ σὼν κατησπαζόμην καὶ προσεκύνουν ὡς θεόν, καί μου κατὰ τὴν ψυχὴν ἀθρόα κατεχεῖτο ἡδονή. | |
3.23.2 | ὡς δὲ τὰ κατὰ Λευκίππην εἶχέ μοι καλῶς, “Ὁ δὲ Κλεινίας,” εἶπον, “τί γέγονεν;” ὁ δὲ Μενέλαος, “Οὐκ οἶδα,” ἔφη· “μετὰ γὰρ τὴν ναυαγίαν εὐθὺς εἶδον μὲν αὐτὸν τῆς κεραίας λαβόμενον, ὅποι δὲ κεχώρηκεν οὐκ οἶδα.” | |
3.23.3 | ἀνεκώ‐ κυσα οὖν ἐν μέσῃ τῇ χαρᾷ· ταχὺ γὰρ ἐφθόνησέ μοι δαίμων τις τῆς καθαρᾶς ἡδονῆς. τὸν δι’ ἐμὲ φαινόμενον οὐδαμοῦ, τὸν μετὰ Λευκίπ‐ πην ἐμὸν δεσπότην, τοῦτον ἐκ πάντων κατέσχεν ἡ θάλασσα, ἵνα μὴ | |
5 | τὴν ψυχὴν μόνον ἀπολέσῃ, ἀλλὰ καὶ τὴν ταφήν. | |
3.23.4 | “Ὦ θάλαττα ἄγνωμον, ἐφθόνησας ἡμῖν ὁλοκλήρου τοῦ τῆς φιλανθρωπίας σου δράματος.” ἄπιμεν οὖν εἰς τὸ στρατόπεδον κοινῇ καὶ τῆς σκηνῆς εἴσω παρελθόντες τῆς ἐμῆς τὸ λοιπὸν τῆς νυκτὸς διετρίψαμεν· καὶ | 67 |
5 | τὸ πρᾶγμα οὐκ ἔλαθε τοὺς πολλούς. | |
3.24.1 | Ἅμα δὲ τῇ ἕῳ ἄγω τὸν Μενέλαον τῷ στρατηγῷ καὶ ἅπαντα λέγω. ὁ δὲ συνήδετο καὶ τὸν Μενέλαον ποιεῖται φίλον, πυνθάνεται δὲ πόση δύναμίς ἐστι τοῖς ἐναντίοις. ὁ δὲ ἔλεγε πᾶσαν ἐμπεπλῆσθαι τὴν ἑξῆς κώμην ἀνδρῶν ἀπονενοημένων καὶ πολὺ συνηθροῖσθαι λῃστή‐ | |
5 | ριον, ὡς εἶναι μυρίους. | |
3.24.2 | λέγει οὖν ὁ στρατηγός· “Ἀλλ’ ἡμῖν αὗται πέντε χιλιάδες ἱκαναὶ πρὸς εἴκοσι τῶν ἐκείνων. ἀφίξονται δὲ ὅσον οὐδέπω πρὸς τούτοις ἕτεροι δισχίλιοι τῶν ἀμφὶ τὸ Δέλτα καὶ τὴν Ἡλίου πόλιν τεταγμένων ἐπὶ τοὺς βαρβάρους.” | |
3.24.3 | καὶ ἅμα λέγον‐ τος αὐτοῦ παῖς εἰστρέχει τις, λέγων ἀπὸ τοῦ Δέλτα πρόδρομον ἥκειν τοὐκεῖθεν στρατοπέδου καὶ πέντε λέγειν ἄλλων ἡμερῶν διατρίβειν τοὺς δισχιλίους· τοὺς γὰρ βαρβάρους τοὺς κατατρέχοντας πεπαῦ‐ | |
5 | σθαι, μελλούσης δὲ ἥκειν τῆς δυνάμεως τὸν ὄρνιν αὐτοῖς ἐπιδημῆσαι τὸν ἱερόν, φέροντα τοῦ πατρὸς τὴν ταφήν· ἀνάγκη δ’ ἦν τὴν ἔξοδον ἐπισχεῖν τοσούτων ἡμερῶν. | |
3.25.1 | “Καὶ τίς ὁ ὄρνις οὗτος, ὅστις τοσαύτης,” ἔφην, “τιμῆς ἠξίω‐ ται; ποίαν δὲ καὶ κομίζει ταφήν;” “Φοῖνιξ μὲν ὁ ὄρνις ὄνομα, τὸ δὲ γένος Αἰθίοψ, μέγεθος κατὰ ταῶνα· τῇ χροιᾷ ταὼς ἐν κάλλει δεύτερος. | |
3.25.2 | κεκέρασται μὲν τὰ πτερὰ χρυσῷ καὶ πορφύρᾳ· αὐχεῖ δὲ τὸν Ἥλιον δεσπότην, καὶ ἡ κεφαλὴ μαρτυρεῖ· ἐστεφάνωσε γὰρ αὐτὴν κύκλος εὐφυής· ἡλίου δέ ἐστιν ὁ τοῦ κύκλου στέφανος εἰκών. | |
3.25.3 | κυάνεός ἐστιν, ῥόδοις ἐμφερής, εὐειδὴς τὴν θέαν, ἀκτῖσι κομᾷ, καὶ εἰσὶν αὗται πτερῶν ἀνατολαί. μερίζονται δὲ αὐτοῦ Αἰθίοπες μὲν τὴν ζωήν, Αἰγύπτιοι δὲ τὴν τελευτήν. | 68 |
3.25.4 | ἐπειδὰν γὰρ ἀποθάνῃ (σὺν χρόνῳ δὲ τοῦτο πάσχει μακρῷ), ὁ παῖς αὐτὸν ἐπὶ τὸν Νεῖλον φέρει, σχεδιάσας αὐτῷ καὶ τὴν ταφήν. σμύρνης γὰρ βῶλον τῆς εὐωδεστάτης, ὅσον ἱκανὸν πρὸς ὄρνιθος ταφήν, ὀρύττει τε τῷ στόματι καὶ κοιλαίνει | |
5 | κατὰ μέσον, καὶ τὸ ὄρυγμα θήκη γίνεται τῷ νεκρῷ. | |
3.25.5 | ἐνθεὶς δὲ καὶ ἐναρμόσας τὸν ὄρνιν τῇ σορῷ καὶ κλείσας τὸ χάσμα γηΐνῳ χώ‐ ματι, ἐπὶ τὸν Νεῖλον οὕτως ἵπταται τὸ ἔργον φέρων. ἕπεται δὲ αὐτῷ χορὸς ἄλλων ὀρνίθων ὥσπερ δορυφόρων, καὶ ἔοικεν ὁ ὄρνις | |
5 | ἀποδημοῦντι βασιλεῖ καὶ τὴν πόλιν οὐ πλανᾶται τὴν Ἡλίου· | |
3.25.6 | ὄρνι‐ θος αὕτη μετοικία νεκροῦ. ἕστηκεν οὖν ἐπὶ μετεώρου σκοπῶν καὶ ἐκδέχεται τοὺς προπόλους τοῦ θεοῦ. ἔρχεται δή τις ἱερεὺς Αἰγύπτιος, βιβλίον ἐξ ἀδύτων φέρων, καὶ δοκιμάζει τὸν ὄρνιν ἐκ τῆς γραφῆς. | |
3.25.7 | ὁ δὲ οἶδεν ἀπιστούμενος καὶ τὰ ἀπόρρητα φαίνει τοῦ σώματος καὶ τὸν νεκρὸν ἐπιδείκνυται καὶ ἔστιν ἐπιτάφιος σοφιστής. ἱερέων δὲ παῖδες Ἡλίου τὸν ὄρνιν τὸν νεκρὸν παραλαβόντες θάπτουσι. ζῶν μὲν οὖν Αἰθίοψ ἐστὶ τῇ τροφῇ, ἀποθανὼν δὲ Αἰγύπτιος γίνεται τῇ | |
5 | ταφῇ.” | 69 |
4.1.1 | Ἔδοξεν οὖν τῷ στρατηγῷ, μαθόντι τήν τε τῶν ἐναντίων παρα‐ σκευὴν καὶ τὴν τῶν συμμάχων ἀναβολήν, εἰς τὴν κώμην ἀναστρέψαι πάλιν, ὅθενπερ ἐξωρμήσαμεν, ἔστ’ ἂν οἱ σύμμαχοι παραγένωνται. ἐμοὶ δέ τις οἶκος ἀπετέτακτο ἅμα τῇ Λευκίππῃ μικρὸν ἀνωτέρω | |
5 | τῆς τοῦ στρατηγοῦ καταγωγῆς. | |
4.1.2 | καὶ ὡς εἴσω παρῆλθον, περιπτυ‐ ξάμενος αὐτὴν οἷός τε ἤμην ἀνδρίζεσθαι. ὡς δ’ οὐκ ἐπέτρεπε, “Μέχρι πότε,” εἶπον, “χηρεύομεν τῶν τῆς Ἀφροδίτης ὀργίων; | |
4.1.3 | οὐχ ὁρᾷς οἷα ἐκ παραλόγου γίνεται, ναυάγια καὶ λῃσταὶ καὶ θυσίαι καὶ σφαγαί; ἀλλ’ ἕως ἐν γαλήνῃ τῆς τύχης ἐσμέν, ἀποχρησώμεθα τῷ καιρῷ πρὶν ἢ χαλεπώτερα ἡμᾶς ἐπισχεῖν.” ἡ δέ, “Ἀλλ’ οὐ θέμις,” ἔφη, “τοῦτο ἤδη γενέσθαι. | |
4.1.4 | ἡ γάρ μοι θεὸς Ἄρτεμις ἐπιστᾶσα πρῴην κατὰ τοὺς ὕπνους, ὅτε ἔκλαιον μέλλουσα σφαγήσε‐ σθαι, ‘Μὴ νῦν,‘ ἔφη, ‘κλαῖε· οὐ γὰρ τεθνήξῃ· βοηθὸς γὰρ ἐγώ σοι παρέσομαι. μενεῖς δὲ παρθένος, ἔστ’ ἄν σε νυμφοστολήσω· ἄξεται | |
5 | δέ σε ἄλλος οὐδεὶς ἢ Κλειτοφῶν.‘ | |
4.1.5 | ἐγὼ δὲ τὴν μὲν ἀναβολὴν ἠχθόμην, ταῖς δὲ τοῦ μέλλοντος ἐλπίσιν ἡδόμην.” ὡς δ’ ἤκουσα τὸ ὄναρ, ἀναμιμνήσκομαι προσόμοιον ἰδὼν ἐνύπνιον. | |
4.1.6 | ἐδόκουν γὰρ τῇ παρελθούσῃ νυκτὶ ναὸν Ἀφροδίτης ὁρᾶν καὶ τὸ ἄγαλμα ἔνδον εἶναι τῆς θεοῦ· ὡς δὲ πλησίον ἐγενόμην προσευξόμενος, κλεισθῆναι τὰς θύρας. | 70 |
4.1.7 | ἀθυμοῦντι δέ μοι γυναῖκα ἐκφανῆναι κατὰ τὸ ἄγαλμα τὴν μορφὴν ἔχουσαν, καί, “Νῦν,” εἶπεν, “οὐκ ἔξεστί σοι παρελθεῖν εἴσω τοῦ νεώ· ἢν δὲ ὀλίγον ἀναμείνῃς χρόνον, οὐκ ἀνοίξω σοι μόνον, ἀλλὰ καὶ ἱερέα σε ποιήσω τῆς θεοῦ.” | |
4.1.8 | καταλέγω δὴ τοῦτο τῇ Λευκίππῃ τὸ ἐνύπνιον καὶ οὐκέτι ἐπεχείρουν βιάζεσθαι. ἀναλογιζό‐ μενος δὲ τὸν τῆς Λευκίππης ὄνειρον οὐ μετρίως ἐταραττόμην. | |
4.2.1 | Ἐν τούτῳ δὴ Χαρμίδης (τοῦτο γὰρ ἦν ὄνομα τῷ στρατηγῷ) ἐπιβάλλει τῇ Λευκίππῃ τὸν ὀφθαλμόν, ἀπὸ τοιαύτης ἀφορμῆς αὐτὴν ἰδών· ἔτυχον ποτάμιον θηρίον ἄνδρες τεθηρακότες θέας ἄξιον· ἵππον δὲ αὐτὸν τοῦ Νείλου ἐκάλουν οἱ Αἰγύπτιοι. | |
4.2.2 | καὶ ἔστι μὲν ἵππος, ὡς ὁ λόγος βούλεται, τὴν γαστέρα καὶ τοὺς πόδας, πλὴν ὅσον ἐν χηλῇ σχίζει τὴν ὁπλήν. μέγεθος δὲ κατὰ τὸν βοῦν τὸν μέγιστον· οὐρὰ βραχεῖα καὶ ψιλὴ τριχῶν, ὅτι καὶ τὸ πᾶν τοῦ σώματος οὕτως | |
5 | ἔχει. | |
4.2.3 | κεφαλὴ περιφερής· οὖς μικρόν· ἐγγὺς ἵππου παρειαί. μυ‐ κτὴρ ἐπὶ μέγα κεχηνὼς καὶ πνέων πυρώδη καπνὸν ὡς ἀπὸ πηγῆς πυρός. γένυς εὐρεῖα, ὅση καὶ παρειά· μέχρι τῶν κροτάφων ἀνοίγει τὸ στόμα· ἔχει δὲ καὶ κυνόδοντας καμπύλους, κατὰ μὲν τὴν ἰδέαν | |
5 | καὶ τὴν θέσιν ὡς συός, τὸ δὲ μέγεθος εἰς τριπλάσιον. | |
4.3.1 | Καλεῖ δὴ πρὸς τὴν θέαν ἡμᾶς ὁ στρατηγός· καὶ ἡ Λευκίππη συμπαρῆν. ἡμεῖς μὲν οὖν ἐπὶ τὸ θηρίον τοὺς ὀφθαλμοὺς εἴχομεν, ἐπὶ Λευκίππην δὲ ὁ στρατηγός· καὶ εὐθὺς ἑαλώκει. | |
4.3.2 | βουλόμενος οὖν ἡμᾶς παραμένειν ἐπὶ πλεῖστον, ἵν’ ἔχῃ τοῖς ὀφθαλμοῖς αὐτοῦ χαρί‐ | |
ζεσθαι, περιπλοκὰς ἐζήτει λόγων, πρῶτον μὲν τὴν φύσιν τοῦ θηρίου καταλέγων, εἶτα καὶ τὸν τρόπον τῆς ἄγρας, ὡς ἔστι μὲν ἀδηφαγώ‐ | 71 | |
5 | τατον καὶ ποιεῖται τροφὴν ὅλον λήϊον, ἀπάτῃ δὲ πάσχει τὴν ἄγραν. | |
4.3.3 | ἐπιτηρήσαντες γὰρ αὐτοῦ τὰς διατριβάς, ὄρυγμα ποιησάμενοι, ἐπικαλύπτουσιν ἄνωθεν καλάμῃ καὶ χώματι· ὑπὸ δὲ τὴν τῶν καλά‐ μων μηχανὴν ἱστάναι κάτω ξύλινον οἴκημα τὰς θύρας ἀνεῳγμένον εἰς τὸν ὄροφον τοῦ βόθρου καὶ τὴν πτῶσιν τοῦ θηρὸς λοχᾶν· | |
4.3.4 | τὸν μὲν γὰρ ἐπιβάντα φέρεσθαι εὐθὺς καὶ τὸ οἴκημα φωλεοῦ δίκην ὑπο‐ δέχεσθαι καὶ τοὺς κυνηγέτας ἐκθορόντας εὐθὺς ἐπικλείειν τοῦ πώμα‐ τος τὰς θύρας καὶ ἔχειν οὕτω τὴν ἄγραν, ἐπεὶ πρός γε τὸ καρτερὸν | |
5 | οὐδεὶς ἂν αὐτοῦ κρατήσειε βίᾳ. | |
4.3.5 | “Τά τε γὰρ ἄλλα ἐστὶν ἀλκιμώ‐ τατος καὶ τὸ δέρμα, ὡς ὁρᾶτε, φέρει παχὺ καὶ οὐκ ἐθέλει πείθεσθαι σιδήρου τραύματι, ἀλλ’ ἔστιν, ὡς εἰπεῖν, ἐλέφας Αἰγύπτιος. καὶ γὰρ δεύτερος φαίνεται εἰς ἀλκὴν ἐλέφαντος Ἰνδοῦ.” | |
4.4.1 | Καὶ ὁ Μενέλαος, “Ἦ γὰρ ἐλέφαντα ἤδη τεθέασαι,” ἔφη, “ποτέ;” “Καὶ μάλα,” ὁ Χαρμίδης εἶπεν, “καὶ ἀκήκοα παρὰ τῶν ἀκριβῶς εἰδότων τῆς γενέσεως αὐτοῦ τὸν τρόπον ὡς παράδοξος.” | |
4.4.2 | “Ἀλλ’ ἡμεῖς γε οὐκ εἴδομεν εἰς ταύτην,” ἔφην ἐγώ, “τὴν ἡμέραν, ὅτι μὴ γραφῇ.” “Λέγοιμ’ ἂν ὑμῖν,” εἶπε· “καὶ γὰρ ἄγομεν σχολήν. κύει μὲν αὐτὸν ἡ μήτηρ χρονιώτατον· δέκα γὰρ ἐνιαυτοῖς πλάττει τὴν | |
5 | σποράν· μετὰ δὲ τοσαύτην ἐτῶν περίοδον τίκτεται, ὅταν ὁ τόκος γέρων γένηται. | |
4.4.3 | διὰ τοῦτο, οἶμαι, καὶ γίνεται μέγας τὴν μορφήν, ἄμαχος τὴν ἀλκήν, πολὺς τὴν βιοτήν, βραδὺς τὴν τελευτήν· βίον γὰρ αὐτοῦ λέγουσιν ὑπὲρ τὴν Ἡσιόδου κορώνην. | 72 |
4.4.4 | τοιαύτη ἐστὶν ἐλέ‐ φαντος ἡ γένυς, οἵα τῶν βοῶν ἡ κεφαλή. σὺ μὲν γὰρ ἂν ἰδὼν εἴποις κέρας ἔχειν αὐτῷ διπλοῦν τὸ στόμα· ἔστι δὲ τοῦτο ἐλέφαντος καμπύλος ὀδούς. μεταξὺ δὲ τῶν ὀδόντων ἀνίσταται αὐτῷ προβοσκίς, | |
5 | κατὰ σάλπιγγα μὲν καὶ τὴν ὄψιν καὶ τὸ μέγεθος, εὐπειθὴς δὲ τῶν πρὸς τὸν ἐλέφαντα· | |
4.4.5 | προνομεύει γὰρ αὐτῷ τὰς τροφὰς καὶ πᾶν ὅ τι ἂν ἐμποδὼν εὕρῃ σιτίον· ἐὰν μὲν ᾖ ὄψον ἐλέφαντος, ἔλαβέ τε εὐθὺς καὶ ἐπιπτυχθεῖσα κάτω πρὸς τὴν γένυν τῷ στόματι τὴν τροφὴν διακονεῖ· ἂν δέ τι τῶν ἁβροτέρων ἴδῃ, τούτῳ περιβάλλει, κύκλῳ | |
5 | τὴν ἄγραν περισφίγξας, καὶ τὸ πᾶν ἀνεκούφισε καὶ ὤρεξεν ἄνω δῶρον δεσπότῃ. | |
4.4.6 | ἐπικάθηται γάρ τις αὐτῷ ἀνὴρ Αἰθίοψ, καινὸς ἐλέφαντος ἱππεὺς ὤν· καὶ κολακεύει καὶ φοβεῖται καὶ τῆς φωνῆς αἴσθεται καὶ μαστίζοντος ἀνέχεται· ἡ δὲ μάστιξ αὐτῷ πέλεκυς σιδη‐ ροῦς. | |
4.4.7 | εἶδον δέ ποτε καὶ θέαμα καινόν. ἀνὴρ Ἕλλην ἐνέθηκε τὴν κεφαλὴν κατὰ μέσην τοῦ θηρίου τὴν κεφαλήν· ὁ δὲ ἐλέφας ἐκεχήνει καὶ περιήσθμαινε τὸν ἄνθρωπον ἐγκείμενον. ἀμφότερα οὖν ἐθαύμαζον, καὶ τὸν ἄνθρωπον τῆς εὐτολμίας καὶ τὸν ἐλέφαντα τῆς φιλανθρωπίας. | |
4.4.8 | ὁ δὲ ἄνθρωπος ἔλεγεν ὅτι καὶ μισθὸν εἴη δεδωκὼς τῷ θηρίῳ· προσπνεῖν γὰρ αὐτῷ καὶ μόνον οὐκ ἀρωμάτων Ἰνδικῶν· εἶναι δὲ καὶ κεφαλῆς νοσούσης φάρμακον. οἶδεν οὖν τὴν θεραπείαν ὁ ἐλέφας καὶ προῖκα οὐκ ἀνοίγει τὸ στόμα, ἀλλ’ ἔστιν ἰατρὸς ἀλαζὼν καὶ | |
5 | τὸν μισθὸν πρῶτος αἰτεῖ. κἂν δῷς, πείθεται καὶ παρέχει τὴν χάριν καὶ ἁπλοῖ τὴν γένυν καὶ τοσοῦτον ἐκδέχεται κεχηνώς, ὅσον ὁ ἄνθρω‐ | |
πος βούλεται. οἶδε γὰρ ὅτι πέπρακε τὴν ὀδμήν.” | 73 | |
4.5.1 | “Καὶ πόθεν,” ἔφην, “οὕτως ἀμόρφῳ θηρίῳ τοσαύτη τις εὐω‐ δίας ἡδονή;” “Ὅτι,” ἔφη Χαρμίδης, “τοιαύτην ποιεῖται καὶ τὴν τροφήν. Ἰνδῶν γὰρ ἡ γῆ γείτων ἡλίου· πρῶτοι γὰρ ἀνατέλλοντα τὸν θεὸν ὁρῶσιν Ἰνδοί, καὶ αὐτοῖς θερμότερον τὸ φῶς ἐπικάθηται, | |
5 | καὶ τηρεῖ τὸ σῶμα τοῦ πυρὸς τὴν βαφήν. | |
4.5.2 | γίνεται δὲ παρὰ τοῖς Ἕλλησιν ἄνθος Αἰθίοπος χροιᾶς· ἔστι δὲ παρ’ Ἰνδοῖς οὐκ ἄνθος ἀλλὰ πέταλον, οἷα παρ’ ἡμῖν τὰ πέταλα τῶν φυτῶν· ὃ μὲν κλέπτον τὴν πνοὴν καὶ τὴν ὀδμὴν οὐκ ἐπιδείκνυται· ἢ γὰρ ἀλαζονεύεσθαι | |
5 | πρὸς τοὺς εἰδότας ὀκνεῖ τὴν ἡδονὴν ἢ τοῖς πολίταις φθονεῖ· ἂν δὲ τῆς γῆς μικρὸν ἐξοικήσῃ καὶ ὑπερβῇ τοὺς ὅρους, ἀνοίγει τῆς κλοπῆς τὴν ἡδονὴν καὶ ἄνθος ἀντὶ φύλλου γίνεται καὶ τὴν ὀδμὴν ἐνδύεται. | |
4.5.3 | μέλαν τοῦτο ῥόδον Ἰνδῶν· ἔστι δὲ τοῖς ἐλέφασι σιτίον, ὡς τοῖς βουσὶ παρ’ ἡμῖν ἡ πόα. ἅτε οὖν ἐκ πρώτης γονῆς αὐτῷ τραφείς, ὄδωδέ τε πᾶς κατὰ τὴν τροφὴν καὶ τὸ πνεῦμα πέμπει κάτωθεν εὐω‐ δέστατον, ὃ τῆς πνοῆς αὐτῷ γέγονε πηγή.” | |
4.6.1 | Ἐπεὶ οὖν ἐκ τῶν λόγων ἀπηλλάγημεν τοῦ στρατηγοῦ, μικρὸν διαλιπών, ὅτι οὐ δύναταί τις τρωθεὶς ἀνέχεσθαι θλιβόμενος τῷ πυρί, τὸν Μενέλαον μεταπέμπεται καὶ τῆς χειρὸς λαβόμενος λέγει· “Ἀγα‐ θὸν εἰς φιλίαν οἶδά σε δι’ ὧν ἔπραξας εἰς Κλειτοφῶντα, κἀμὲ δὲ | |
5 | εὑρήσεις οὐ χείρονα. | |
4.6.2 | δέομαι δὲ παρὰ σοῦ χάριτος, σοὶ μὲν ῥᾳδίας, ἐμοὶ δὲ ἀνασώσεις τὴν ψυχήν, ἂν θέλῃς. Λευκίππη με ἀπολώλεκε. σῶσον δὲ σύ. ὀφείλεταί σοι παρ’ αὐτῆς ζωάγρια· μισθὸς δὲ σοὶ μὲν χρυσοῖ πεντήκοντα τῆς διακονίας, αὐτῇ δέ, ὅσους ἂν θέλῃ.” | |
4.6.3 | λέγει οὖν ὁ Μενέλαος· “Τοὺς μὲν χρυσοῦς ἔχε καὶ φύλαττε τοῖς τὰς χάρι‐ τας πιπράσκουσιν· ἐγὼ δέ, φίλος ὤν, πειράσομαι γενέσθαι σοι χρήσιμος.” ταῦτα εἰπὼν ἔρχεται πρός με καὶ πάντα καταγορεύει. | |
5 | ἐβουλευόμεθα οὖν τί δεῖ πράττειν. ἔδοξε δὲ αὐτὸν ἀπατῆσαι. | |
4.6.4 | τό | |
τε γὰρ ἀντιλέγειν οὐκ ἀκίνδυνον ἦν, μὴ καὶ βίαν προσαγάγῃ, τὸ δὲ φεύγειν ἀδύνατον, πάντῃ μὲν λῃστῶν περικεχυμένων, τοσούτων δὲ στρατιωτῶν ἀμφ’ αὐτὸν ὄντων. | 74 | |
4.7.1 | Μικρὸν οὖν διαλιπὼν ὁ Μενέλαος ἀπελθὼν πρὸς τὸν Χαρμίδην, “Κατείργασται τὸ ἔργον,” ἔφη· “καίτοι τὸ πρῶτον ἠρνεῖτο ἰσχυρῶς ἡ γυνή, δεομένου δέ μου καὶ ὑπομιμνήσκοντος τῆς εὐεργεσίας ἐπέ‐ νευσεν. | |
4.7.2 | ἀξιοῖ δὲ δικαίαν δέησιν, ὀλίγην αὐτῇ χαρίσασθαι προθε‐ σμίαν ἡμερῶν, ‘ἔστ’ ἂν εἰς τὴν Ἀλεξάνδρειαν ἀφίκωμαι. κώμη γὰρ αὕτη, καὶ ἐν ὄψει τὰ γινόμενα, καὶ πολλοὶ μάρτυρες.‘” “Εἰς μακράν,” ὁ Χαρμίδης εἶπε, “δίδως τὴν χάριν. | |
4.7.3 | ἐν πολέμῳ δὲ τίς ἐπιθυμίαν ἀναβάλλεται; στρατιώτης δὲ ἐν χερσὶν ἔχων μάχην οἶδεν εἰ ζήσεται; τοσαῦται τῶν θανάτων εἰσὶν ὁδοί. αἴτησαί μοι παρὰ τῆς Τύχης τὴν ἀσφάλειαν, καὶ μενῶ. ἐπὶ πόλεμον νῦν ἐξελεύσομαι βουκόλων· ἔνδον | |
5 | μου τῆς ψυχῆς ἄλλος πόλεμος κάθηται. στρατιώτης με πορθεῖ τόξον ἔχων, βέλος ἔχων. | |
4.7.4 | νενίκημαι, πεπλήρωμαι βελῶν· κάλεσον, ἄν‐ θρωπε, ταχὺ τὸν ἰώμενον· ἐπείγει τὸ τραῦμα. ἅψω πῦρ ἐπὶ τοὺς πολεμίους· ἄλλας δᾷδας ὁ Ἔρως ἀνῆψε κατ’ ἐμοῦ· τοῦτο πρῶτον, Μενέλαε, σβέσον τὸ πῦρ. | |
4.7.5 | καλὸν τὸ οἰώνισμα πρὸ πολέμου συμ‐ βολῆς ἐρωτικὴ συμπλοκή. Ἀφροδίτη με πρὸς Ἄρεα ἀποστειλάτω.” καὶ ὁ Μενέλαος, “Ἀλλ’ ὁρᾷς,” ἔφη, “ὡς οὐκ ἔστι ῥᾴδιον λαθεῖν αὐτὴν ἐνθάδε τὸν ἄνδρα ὄντα καὶ ταῦτα ἐρῶντα.” | |
4.7.6 | καὶ ὁ Χαρμίδης, “Ἀλλὰ τοῦτό γε ῥᾴδιον,” ἔφη, “τὸν Κλειτοφῶντα ἀποφορτίσασθαι.” ὁρῶν οὖν ὁ Μενέλαος τοῦ Χαρμίδου τὴν σπουδὴν καὶ φοβηθεὶς περὶ ἐμοῦ, ταχύ τι σκήπτεται πιθανὸν καὶ λέγει· | |
4.7.7 | “Βούλει τὴν ἀλή‐ θειαν ἀκοῦσαι τῆς ἀναβολῆς; ἦ γὰρ αὕτη χθὲς ἀφῆκε τὰ ἔμμηνα, καὶ ἀνδρὶ συνελθεῖν οὐ θέμις.” “Οὐκοῦν ἀναμενοῦμεν,” ὁ Χαρμίδης εἶπεν, “ἐνταῦθα τρεῖς ἡμέρας ἢ τέτταρας, αὗται γὰρ ἱκαναί. | |
4.7.8 | ὃ δὲ | |
ἔξεστιν αἰτῶ παρ’ αὐτῆς· εἰς ὀφθαλμοὺς ἡκέτω τοὺς ἐμοὺς καὶ λόγων μεταδότω· ἀκοῦσαι θέλω φωνῆς, χειρὸς θιγεῖν, ψαῦσαι σώμα‐ τος· αὗται γὰρ ἐρώντων παραμυθίαι. ἔξεστι δὲ αὐτὴν καὶ φιλῆσαι· | 75 | |
5 | τοῦτο γὰρ οὐ κεκώλυκεν ἡ γαστήρ.” | |
4.8.1 | Ὡς οὖν ταῦτα ὁ Μενέλαος ἐλθὼν ἀπαγγέλλει μοι, πρὸς τοῦτο ἀνεβόησα, ὡς θᾶττον ἂν ἀποθάνοιμι ἢ περιΐδω Λευκίππης φίλημα ἀλλοτριούμενον. “Οὗ τί γάρ,” ἔφην, “ἐστὶ γλυκύτερον; | |
4.8.2 | τὸ μὲν γὰρ ἔργον τῆς Ἀφροδίτης καὶ ὅρον ἔχει καὶ κόρον, καὶ οὐδέν ἐστιν, ἐὰν ἐξέλῃς αὐτοῦ τὰ φιλήματα· φίλημα δὲ καὶ ἀόριστόν ἐστι καὶ ἀκόρεστον καὶ καινὸν ἀεί. τρία γὰρ τὰ κάλλιστα ἀπὸ τοῦ στόματος | |
5 | ἄνεισιν, ἀναπνοὴ καὶ φωνὴ καὶ φίλημα· | |
4.8.3 | τοῖς μὲν γὰρ χείλεσιν ἀλλήλους φιλοῦμεν, ἀπὸ δὲ τῆς ψυχῆς ἡ τῆς ἡδονῆς ἐστι πηγή. πί‐ στευσόν μοι λέγοντι, Μενέλαε (ἐν γὰρ τοῖς κακοῖς ἐξορχήσομαι τὰ μυστήρια), ταῦτα μόνα παρὰ Λευκίππης ἔχω κἀγώ. ἔτι μένει | |
5 | παρθένος· μέχρι μόνων τῶν φιλημάτων ἐστί μου γυνή. | |
4.8.4 | εἰ δέ τις ἁρπάσει μου καὶ ταῦτα, οὐ φέρω τὴν φθοράν· οὐ μοιχεύσεταί μου τὰ φιλήματα.” “Οὐκοῦν,” ἔφη ὁ Μενέλαος, “βουλῆς ἡμῖν ἀρίστης δεῖ καὶ ταχίστης. | |
4.8.5 | ἐρῶν γάρ τις, εἰς ὅσον μὲν ἔχει τὴν ἐλπίδα τοῦ τυχεῖν, φέρει, ὡς εἰς αὐτὸ τὸ τυχεῖν ἀποτεινόμενος. ἐὰν δὲ ἀπογνῷ, τὸ ἐπιθυμοῦν μεταβαλὼν ἀντιλυπῆσαι μέχρι τοῦ δυνατοῦ τολμᾷ τὸ κωλῦον. | |
4.8.6 | ἔστω δὲ καὶ ἰσχύς, ὥστε τι δρᾶσαι μετὰ τοῦ μὴ παθεῖν· τοῦτο δὲ τῆς ψυχῆς τὸ μὴ φοβούμενον ἀγριαίνει μᾶλλον τὸ θυμού‐ μενον. καὶ γὰρ ὁ καιρὸς ἐπείγει τῶν πραγμάτων τὸ ἄπορον.” | |
4.9.1 | Σκοπούντων οὖν ἡμῶν εἰστρέχει τις τεθορυβημένος καὶ λέγει τὴν Λευκίππην ἄφνω βαδίζουσαν καταπεσεῖν καὶ τὼ ὀφθαλμὼ δια‐ στρέφειν. ἀναπηδήσαντες οὖν ἐθέομεν ἐπ’ αὐτὴν καὶ ὁρῶμεν ἐπὶ τῆς γῆς κειμένην. | |
4.9.2 | προσελθὼν οὖν ἀνεπυθόμην ὅ τι πάθοι. ἡ δὲ ὡς | |
εἶδέ με, ἀναπηδήσασα παίει με κατὰ τῶν προσώπων, ὕφαιμον βλέ‐ πουσα· ὡς δὲ καὶ ὁ Μενέλαος οἷός τε ἦν ἀντιλαμβάνεσθαι, παίει κἀκεῖνον τῷ σκέλει. συνέντες οὖν ὅτι μανία εἴη τις τὸ κακόν, βίᾳ | 76 | |
5 | συλλαβόντες ἐπειρώμεθα κρατεῖν· ἡ δὲ προσεπάλαιεν ἡμῖν, οὐδὲν φροντίζουσα κρύπτειν ὅσα γυνὴ μὴ ὁρᾶσθαι θέλει. | |
4.9.3 | θόρυβος οὖν πολὺς περὶ τὴν σκηνὴν αἴρεται, ὥστε καὶ αὐτὸν εἰσδραμεῖν τὸν στρα‐ τηγὸν καὶ τὰ γινόμενα ὁρᾶν. ὁ δὲ τὰ πρῶτα σκῆψιν ὑπώπτευε τὴν ἀσθένειαν καὶ τέχνην ἐπ’ αὐτὸν καὶ τὸν Μενέλαον ὑπεβλέπετο· ὡς | |
5 | δὲ κατὰ μικρὸν ἑώρα τὴν ἀλήθειαν, ἔπαθέ τι καὶ αὐτὸς καὶ ἠλέησε. κομίσαντες οὖν βρόχους ἔδησαν τὴν ἀθλίαν. | |
4.9.4 | ὡς δὲ εἶδον αὐτῆς περὶ τὰς χεῖρας τὰ δεσμά, ἐδεόμην Μενελάου, τῶν πολλῶν ἀπηλλα‐ γμένων ἤδη, “Λύσατε,” λέγων, “ἱκετεύω, λύσατε· οὐ φέρουσι δεσμὸν χεῖρες ἁπαλαί. ἐάσατέ με σὺν αὐτῇ· μόνος ἐγὼ περιπτυξάμενος αὐτῇ | |
5 | δεσμὸς ἔσομαι· μαινέσθω κατ’ ἐμοῦ. | |
4.9.5 | τί γάρ με καὶ ζῆν ἔτι δεῖ; οὐ γνωρίζει με Λευκίππη παρόντα· κεῖται δέ μοι δεδεμένη, καὶ ὁ ἀναιδὴς ἐγὼ λῦσαι δυνάμενος οὐ θέλω. ἐπὶ τούτῳ σέσωκεν ἡμᾶς ἐκ τῶν λῃστῶν ἡ Τύχη, ἵνα γένῃ μανίας παιδιά; ὦ δυστυχεῖς ἡμεῖς, | |
5 | ὅταν εὐτυχήσωμεν. | |
4.9.6 | τοὺς οἴκοι φόβους ἐκπεφεύγαμεν, ἵνα ναυάγια δυστυχήσωμεν. ἐκ τῆς θαλάττης περιγεγόναμεν· ἐκ τῶν λῃστῶν ἀνασεσώσμεθα· μανίᾳ γὰρ ἐτηρούμεθα. | |
4.9.7 | ἐγὼ μέν, ἂν σωφρονήσῃς, φιλτάτη, φοβοῦμαι πάλιν τὸν δαίμονα, μή τί σοι κακὸν ἐργάσηται. τίς οὖν ἡμῶν κακοδαιμονέστερος, οἳ φοβούμεθα καὶ τὰ εὐτυχήματα; ἀλλ’ εἰ μόνον μοι σωφρονήσειας καὶ σεαυτὴν ἀπολάβοις, παιζέτω | |
5 | πάλιν ἡ Τύχη.” | |
4.10.1 | Ταῦτά με λέγοντα παρηγόρουν οἱ ἀμφὶ τὸν Μενέλαον, φά‐ σκοντες μὴ ἔμμονα εἶναι τὰ τοιαῦτα νοσήματα, πολλάκις δὲ καὶ ἡλι‐ | |
κίας ζεούσης ὑπάρχειν. τὸ γὰρ αἷμα πάντῃ νεάζον καὶ ὑπὸ πολλῆς ἀκμῆς ἀναζέον ὑπερβλύζει πολλάκις τὰς φλέβας καὶ τὴν κεφαλὴν | 77 | |
5 | ἔνδον περικλύζον βαπτίζει τοῦ λογισμοῦ τὴν ἀναπνοήν. | |
4.10.2 | δεῖν οὖν ἰατροὺς μεταπέμπειν καὶ θεραπείαν προσφέρειν. πρόσεισιν οὖν τῷ στρατηγῷ ὁ Μενέλαος καὶ δεῖται τὸν τοῦ στρατοπέδου ἰατρὸν μετα‐ καλέσασθαι. κἀκεῖνος ἄσμενος ἐπείσθη· χαίρουσι γὰρ οἱ ἐρῶντες εἰς | |
5 | τὰ ἐρωτικὰ προστάγματα. | |
4.10.3 | καὶ ὁ ἰατρὸς παρῆν καὶ λέγει· “Νῦν μὲν ὕπνον αὐτῇ παρασκευάσωμεν, ὅπως τὸ ἄγριον τῆς ἀκμῆς ἡμε‐ ρώσωμεν· ὕπνος γὰρ πάντων νοσημάτων φάρμακον. ἔπειτα δὲ καὶ τὴν λοιπὴν θεραπείαν αὐτῇ προσοίσομεν.” | |
4.10.4 | δίδωσιν οὖν ἡμῖν φάρ‐ μακόν τι μικρόν, ὅσον ὀρόβου μέγεθος, καὶ κελεύει λύσαντας εἰς ἔλαιον ἐπαλεῖψαι τὴν κεφαλὴν μέσην· σκευάσειν δὲ ἔφη καὶ ἕτερον εἰς γαστρὸς αὐτῇ κάθαρσιν. | |
4.10.5 | ἡμεῖς μὲν οὖν ἃ ἐκέλευσεν ἐποιοῦμεν, ἡ δὲ ἐπαλειφθεῖσα μετὰ μικρὸν ἐκάθευδε τὸ ἐπίλοιπον τῆς νυκτὸς μέχρι τῆς ἕω. ἐγὼ δὲ δι’ ὅλης τῆς νυκτὸς ἀγρυπνῶν ἔκλαον παρα‐ καθήμενος καὶ βλέπων ἔλεγον τὰ δεσμά· “Οἴμοι, φιλτάτη, δέδεσαι | |
5 | καὶ καθεύδουσα· οὐδὲ τὸν ὕπνον ἐλεύθερον ἔχεις. | |
4.10.6 | τίνα ἄρα σου τὰ φαντάσματα; ἆρα κἂν κατὰ τοὺς ὕπνους σωφρονεῖς, ἢ μαίνεταί σου καὶ τὰ ὀνείρατα;” ἐπεὶ δὲ διανέστη, πάλιν ἄσημα ἐβόα· καὶ ὁ ἰατρὸς παρῆν καὶ τὴν ἄλλην θεραπείαν ἐθεράπευεν. | |
4.11.1 | Ἐν τούτῳ δὴ ἔρχεταί τις παρὰ τοῦ τῆς Αἰγύπτου σατράπου, κομίζων ἐπιστολὴν τῷ στρατηγῷ. ἐπέσπευδε δὲ αὐτόν, ὡς εἰκός, ἐπὶ τὸν πόλεμον τὰ γράμματα· ἐκέλευσε γὰρ εὐθὺς πάντας ἐν τοῖς ὅπλοις γενέσθαι ὡς ἐπὶ τοὺς βουκόλους. | |
4.11.2 | αὐτίκα δὴ μάλα ἐξορ‐ μήσαντες εὐθὺς ἕκαστος, ὡς εἶχε τάχους, ἐπὶ τὰ ὅπλα ἐχώρουν καὶ παρῆσαν ἅμα τοῖς λοχαγοῖς. τότε μὲν οὖν αὐτοῖς δοὺς τὸ σύνθημα καὶ κελεύσας αὐτοῖς στρατοπεδεύεσθαι, καθ’ αὑτὸν ἦν· τῇ δὲ ὑστε‐ | |
5 | ραίᾳ ἅμα τῇ ἡμέρᾳ τὸ στράτευμα ἐξῆγεν ἐπὶ τοὺς πολεμίους. | |
4.11.3 | εἶχε | |
δὲ αὐτοῖς οὕτω τῆς κώμης ἡ θέσις. ὁ Νεῖλος ῥεῖ μὲν ἄνωθεν ἐκ Θηβῶν τῶν Αἰγυπτίων καὶ ἔστιν ἐς τοσοῦτον ῥέων ἄχρι Μέμφεως καὶ ἔτι μικρὸν κάτω (Κερκάσωρος ὄνομα τῇ κώμῃ 〈τῇ〉 πρὸς τῷ | 78 | |
5 | τέλει τοῦ μεγάλου ῥεύματος). | |
4.11.4 | ἐντεῦθεν δὲ περιρρήγνυται τῇ γῇ καὶ ἐξ ἑνὸς ποταμοῦ γίνονται τρεῖς, δύο μὲν ἑκατέρωθεν λελυμένοι καὶ τὴν γῆν εἰς τὸ σχῆμα τοῦ Δέλτα ποιοῦντες, ὁ δὲ εἷς ὥσπερ ἦν ῥέων πρὶν λυθῇ. | |
4.11.5 | ἀλλ’ οὐδὲ τούτων ἕκαστος τῶν ποταμῶν ἀνέχεται μέχρι θαλάσσης ῥέων, ἀλλὰ περισχίζεται ἄλλος ἄλλῃ κατὰ πόλεις, καὶ εἰσὶν αἱ σχίσεις μείζονες τῶν παρ’ Ἕλλησι ποταμῶν. τὸ δὲ ὕδωρ πανταχοῦ μεμερισμένον οὐκ ἐξασθενεῖ, ἀλλὰ καὶ πλεῖται καὶ | |
5 | πίνεται καὶ γεωργεῖται. | |
4.12.1 | Νεῖλος ὁ πολὺς πάντα αὐτοῖς γίνεται, καὶ ποταμὸς καὶ γῆ καὶ θάλασσα καὶ λίμνη. καὶ ἔστι τὸ θέαμα καινόν, ναῦς ὁμοῦ καὶ δίκελλα, κώπη καὶ ἄροτρον, πηδάλιον καὶ δρέπανον, ναυτῶν ὁμοῦ καὶ γεωργῶν καταγωγή, ἰχθύων ὁμοῦ καὶ βοῶν. ὃ πέπλευκας, φυ‐ | |
5 | τεύεις, καὶ ὃ φυτεύεις, τοῦτο πέλαγος γεωργούμενον. | |
4.12.2 | ἔχει γὰρ ὁ ποταμὸς ἐπιδημίας· κάθηται δὲ αὐτὸν Αἰγύπτιος ἀναμένων καὶ ἀρι‐ θμῶν αὐτοῦ τὰς ἡμέρας. καὶ ὁ Νεῖλος οὐ ψεύδεται, ἀλλ’ ἔστι ποταμὸς μετὰ προθεσμίας τὸν χρόνον τηρῶν καὶ τὸ ὕδωρ μετρῶν, ποταμὸς | |
5 | ἁλῶναι μὴ θέλων ὑπερήμερος. | |
4.12.3 | ἔστι δὲ ἰδεῖν ποταμοῦ καὶ γῆς φιλονεικίαν. ἐρίζετον ἀλλήλοις ἑκάτερος, τὸ μὲν ὕδωρ τοσαύτην γῆν πελαγῶσαι, ἡ δὲ γῆ τοσαύτην χωρῆσαι γλυκεῖαν θάλασσαν. καὶ νικῶσι μὲν τὴν ἴσην νίκην οἱ δύο, οὐδαμοῦ δὲ φαίνεται τὸ νικώμενον· | |
4.12.4 | τὸ γὰρ ὕδωρ τῇ γῇ συνεκτείνεται. περὶ δὲ τὰς τῶν βουκόλων | |
ταύτας νομὰς ἀεὶ πολὺς ἐγκάθηται. ὅταν γὰρ τὴν πᾶσαν γῆν πελα‐ γώσῃ, καὶ λίμνας ἐνταῦθα ποιεῖ· αἱ δὲ λίμναι, κἂν ὁ Νεῖλος ἀπέλθῃ, μένουσιν ἧττον τὸ ὕδωρ ἔχουσαι, τὸν δὲ πηλὸν τοῦ ὕδατος. | 79 | |
4.12.5 | ἐπὶ ταύτας αὐτοὶ καὶ βαδίζουσι καὶ πλέουσιν, οὐδὲ ναῦς ἑτέρα δύναται πλέειν, ἀλλ’ ὅσον ἄνθρωπον ἐπιβῆναι· ἀλλὰ πᾶν τὸ ξένον τοῦ τόπου ὁ πηλὸς ἐμπίπτων κρατεῖ. τοῖς δὲ μικρὰ μὲν καὶ κοῦφα πλοῖα, καὶ | |
5 | ὀλίγον ὕδωρ αὐτοῖς ἀρκεῖ. εἰ δὲ τέλεον ἄνυδρον εἴη, ἀράμενοι τοῖς νώτοις οἱ πλωτῆρες τὸ πλοῖον φέρουσιν, ἄχρις ἂν ἐπιτύχωσιν ὕδατος. | |
4.12.6 | ἐν ταύταις δὴ ταῖς λίμναις μέσαι νῆσοί τινές εἰσι σποράδην πε‐ ποιημέναι· αἱ μὲν οἰκοδομημάτων ἔρημοι, παπύροις πεφυτευμέναι. τῶν δὲ παπύρων διεστᾶσιν αἱ φάλαγγες πεπυκνωμέναι τοσοῦτον ὅσον παρ’ ἑκάστην ἄνδρα στῆναι μόνον· τὸ μεταξὺ δὲ τοῦτο τῆς πυκνώ‐ | |
5 | σεως αὐτῶν ἄνωθεν ἀναπληροῦσιν αἱ τῶν παπύρων κόμαι. | |
4.12.7 | ὑπο‐ τρέχοντες οὖν ἐκεῖ καὶ βουλεύονται καὶ λοχῶσι καὶ λανθάνουσι, τείχεσι ταῖς παπύροις χρώμενοι. εἰσὶ δὲ τῶν νήσων τινὲς καλύβας ἔχουσαι, καὶ αὐτοσχέδιον μεμίμηνται πόλιν, ταῖς λίμναις τετειχι‐ | |
5 | σμέναι. | |
4.12.8 | βουκόλων αὗται καταγωγαί· τῶν πλησίον οὖν ἦν μία μεγέ‐ θει καὶ καλύβαις πλείοσι διαφέρουσα (ἐκάλουν δὲ αὐτήν, οἶμαι, Νίκωχιν)· ἐνταῦθα πάντες συνελθόντες ὡς εἰς τόπον ὀχυρώτατον ἐθάρρουν καὶ πλήθει καὶ τόπῳ· εἷς γὰρ αὐτὴν διεῖργε στενωπὸς τοῦ | |
5 | μὴ πᾶσαν νῆσον γενέσθαι. ἦν δὲ σταδίου μὲν τὸ μέγεθος, τὸ δὲ πλάτος ὀργυιῶν δώδεκα. λίμναι δὲ τῇδε κἀκεῖσε τὴν πόλιν περιέρρεον. | |
4.13.1 | Ἐπεὶ τοίνυν ἑώρων τὸν στρατηγὸν προσπελάζοντα, τεχνά‐ ζονταί τι τοιοῦτον. συναγαγόντες πάντας τοὺς γέροντας καὶ ἐπι‐ θέντες αὐτοῖς ἱκετηρίας ῥάβδους φοινικίνας ὄπισθεν ἐπιτάττουσι τῶν νέων τοὺς ἀκμαιοτάτους, ἀσπίσι καὶ λόγχαις ὡπλισμένους. | |
4.13.2 | ἔμελ‐ λον δὲ οἱ μὲν γέροντες ἀνίσχοντες τὰς ἱκετηρίας πετάλων κόμαις καλύψειν τοὺς ὄπισθεν, οἱ δὲ ἑπόμενοι τὰς λόγχας ἐπισύρειν ὑπτίας, ὡς ἂν ἥκιστα ὀφθεῖεν. κἂν μὲν ὁ στρατηγὸς πεισθῇ ταῖς τῶν γερόν‐ | |
5 | των λιταῖς, μηδέν τι νεωτερίζειν τοὺς λογχοφόρους εἰς μάχην· εἰ δὲ μή, καλεῖν αὐτὸν ἐπὶ τὴν πόλιν, ὡς σφᾶς αὐτοὺς διδόντων εἰς θάνατον. | 80 |
4.13.3 | ὅταν δὲ ἐν μέσῳ γένωνται τῷ στενωπῷ, τοὺς μὲν γέρον‐ τας ἀπὸ συνθήματος διαδιδράσκειν καὶ ῥίπτειν τὰς ἱκετηρίας, τοὺς δὲ ὡπλισμένους παραδραμόντας ὅ τι καὶ δύναιντο ποιεῖν. | |
4.13.4 | παρῆσαν οὖν ἐσκευασμένοι τοῦτον τὸν τρόπον καὶ ἐδέοντο τοῦ στρατηγοῦ αἰδεσθῆναι μὲν αὐτῶν τὸ γῆρας, αἰδεσθῆναι δὲ αὐτῶν τὰς ἱκετηρίας ἐλεῆσαί τε τὴν πόλιν· ἐδίδοσαν δὲ αὐτῷ ἰδίᾳ μὲν ἀργυρίου τάλαντα | |
5 | ἑκατόν, πρὸς δὲ τὰ σατραπεῖα ἄγειν ἄνδρας ἑκατόν, θέλοντας αὑτοὺς ὑπὲρ τῆς πόλεως διδόναι, ὡς ἂν ἔχοι καὶ πρὸς ἐκεῖνον λάφυρον φέρειν. | |
4.13.5 | καὶ ὁ λόγος αὐτοῖς οὐκ ἐψεύδετο, ἀλλ’ ἔδωκαν ἄν, εἰ λαβεῖν ἠθέ‐ λησεν. ὡς δὲ οὐ προσίετο τοὺς λόγους, “Οὐκοῦν,” ἔφασαν οἱ γέρον‐ τες, “εἰ ταῦτά σοι δέδοκται, οἴσομεν τὴν εἱμαρμένην. | |
4.13.6 | ἐν κακοῖς σὺ πάρασχε τὴν χάριν· μὴ ἔξω φονεύσῃς πυλῶν μηδὲ τῆς πόλεως μακράν, ἀλλ’ ἐπὶ τὴν πατρῴαν γῆν, ἐπὶ τὴν τῆς γενέσεως ἑστίαν ἄγε· τάφον ἡμῖν ποίησον τὴν πόλιν. ἰδού σοι πρὸς τὸν θάνατον ἡγούμεθα.” | |
5 | ταῦτα ἀκούσας ὁ στρατηγὸς τὴν μὲν παρασκευὴν τῆς μάχης μεθίησι, κελεύει δὲ ἔρχεσθαι καθ’ ἡσυχίαν τῷ στρατῷ. | |
4.14.1 | Ἦσαν δὲ τῶν πραττομένων σκοποὶ πόρρωθεν, οὓς οἱ βουκό‐ λοι προκαθίσαντες ἐκέλευον, εἰ διαβαίνοντας ἴδοιεν τοὺς πολεμίους, τὸ χῶμα τοῦ ποταμοῦ κόψαντας ἐπαφεῖναι τὸ ὕδωρ πᾶν τοῖς ἐναν‐ τίοις. ἔχει γὰρ οὕτω τὰ τοῦ Νείλου ῥεύματα. | |
4.14.2 | καθ’ ἑκάστην διώρυχα χῶμα ἔχουσιν Αἰγύπτιοι, ὡς ἂν μὴ πρὸ καιροῦ τῆς χρείας ὑπερέχων ὁ Νεῖλος τὴν γῆν ἐπικλύσῃ. ὅταν δὲ δεηθῶσιν ἀρδεῦσαι τὸ πεδίον, ἀνέῳξαν ὀλίγον τοῦ χώματος, εἰς ὃ σαλεύεται. ἦν οὖν τῆς | |
5 | κώμης ὄπισθεν διῶρυξ τοῦ ποταμοῦ μεγάλη καὶ πλατεῖα. | |
4.14.3 | ταύτῃ | |
οἱ τεταγμένοι τὸ ἔργον, ὡς εἶδον εἰσιόντας τοὺς πολεμίους, διακό‐ πτουσι ταχὺ τὸ χῶμα τοῦ ποταμοῦ. πάντα οὖν ὁμοῦ γίνεται· οἱ μὲν γέροντες οἱ κατὰ πρόσωπον ἄφνω διΐστανται, οἱ δὲ τὰς λόγχας ἐγεί‐ | 81 | |
5 | ραντες ἐκτρέχουσι· τὸ δὲ ὕδωρ ἤδη παρῆν, καὶ ὠγκοῦντο μὲν αἱ λίμναι πάντοθεν οἰδοῦσαι, ὁ δὲ ἰσθμὸς ἐπεκλύζετο, πάντα δὲ ἦν ὥσπερ θάλασσα. | |
4.14.4 | ἐμπεσόντες οὖν οἱ βουκόλοι τοὺς μὲν κατὰ πρόσωπον καὶ τὸν στρατηγὸν αὐτὸν διαπείρουσι ταῖς λόγχαις, ἀπα‐ ρασκεύους τε ὄντας καὶ πρὸς τὸ ἀδόκητον τεταραγμένους. τῶν δ’ ἄλλων ἀδιήγητος θάνατος ἦν. | |
4.14.5 | οἱ μὲν γὰρ εὐθὺς ἐκ πρώτης προσ‐ βολῆς μηδὲ κινήσαντες τὰς αἰχμὰς ἀπώλλυντο, οἱ δὲ οὐ λαβόντες σχολὴν ἀμύνασθαι· ἅμα γὰρ ἐμάνθανον καὶ ἔπασχον· ἐνίους δὲ ἔφθανε τὸ παθεῖν πρὸ τοῦ μαθεῖν· οἱ δὲ ὑπ’ ἐκπλήξεως παραλόγου | |
5 | τὸν θάνατον εἱστήκεσαν περιμένοντες· οἱ δὲ καὶ κινηθέντες μόνον κατωλίσθαινον, ὑποσκελίζοντος αὐτοὺς τοῦ ποταμοῦ· οἱ δὲ καὶ φεύ‐ γειν ὁρμήσαντες εἰς τὸ βαθὺ τῆς λίμνης ἐγκυλισθέντες ὑπεσύρησαν. | |
4.14.6 | τῶν μὲν γὰρ ἐπὶ τῆς γῆς ἑστώτων τὸ ὕδωρ ἦν ἄχρις ὀμφαλοῦ, ὥστε καὶ ἀνέκρουεν αὐτῶν τὰς ἀσπίδας καὶ ἐγύμνου πρὸς τὰ τραύ‐ ματα τὰς γαστέρας· τὸ δὲ κατὰ τὴν λίμνην ὕδωρ πάντῃ ὑπὲρ κεφαλὴν ἀνδρὸς ἦν. | |
4.14.7 | διακρῖναι δὲ οὐκ ἦν, τί λίμνη καὶ τί πεδίον· ἀλλὰ καὶ ὁ διὰ τῆς γῆς τρέχων δέει τοῦ μὴ διαμαρτεῖν βραδύτερος ἦν πρὸς τὴν φυγήν, ὥστε ταχέως ἡλίσκετο, καὶ ὁ κατὰ τῆς λίμνης πλανηθείς, δόξας γῆν εἶναι, κατεδύετο. | |
4.14.8 | καὶ ἦν καινὰ ἀτυχήματα, καὶ ναυάγια τοσαῦτα, καὶ ναῦς οὐδαμοῦ. ἀμφότερα δὲ καινὰ καὶ παράλογα, ἐν ὕδατι πεζομαχία, καὶ ἐν τῇ γῇ ναυάγια. | |
4.14.9 | οἱ μὲν δὴ τοῖς πεπραγμένοις ἐπαρθέντες μέγα ἐφρόνουν, ἀνδρείᾳ νομίζοντες κεκρατηκέναι καὶ οὐκ ἀπάτης κλοπῇ. ἀνὴρ γὰρ Αἰγύπτιος καὶ τὸ δειλόν, ὅπου φοβεῖται, δεδούλωται, καὶ τὸ μάχιμον, ἐν οἷς θαρρεῖ, | |
5 | παρώξυνται· ἀμφότερα δὲ οὐ κατὰ μέτρον, ἀλλὰ τὸ μὲν ἀσθενέστε‐ ρον δυστυχεῖ, τὸ δὲ προπετέστερον κρατεῖ. | |
4.15.1 | Δέκα δὲ τῇ Λευκίππῃ διεληλύθεσαν ἡμέραι τῆς μανίας, ἡ δὲ νόσος οὐκ ἐκουφίζετο. ἅπαξ οὖν ποτε καθεύδουσα, ταύτην ἀφίησιν πυρπολουμένην τὴν φωνήν· “Διὰ σὲ μαίνομαι, Γοργία.” ἐπεὶ οὖν ἠὼς ἐγένετο, λέγω τῷ Μενελάῳ τὸ λεχθὲν καὶ ἐσκόπουν εἴ τις εἴη | 82 |
5 | που κατὰ τὴν κώμην Γοργίας. | |
4.15.2 | προελθοῦσι δ’ ἡμῖν νεανίσκος προσέρχεταί τις καὶ προσαγορεύσας με, “Σωτὴρ ἥκω σός,” ἔφη, “καὶ τῆς σῆς γυναικός.” ἐκπλαγεὶς οὖν καὶ θεόπεμπτον εἶναι νομί‐ σας τὸν ἄνθρωπον, “Μὴ Γοργίας,” εἶπον, “τυγχάνεις;” “Οὐ μὲν οὖν,” | |
5 | εἶπεν, “ἀλλὰ Χαιρέας· Γοργίας γάρ σε ἀπολώλεκεν.” | |
4.15.3 | ἔτι μᾶλλον ἔφριξα καὶ λέγω· “Τίνα ταύτην ἀπώλειαν, καὶ τίς ἐστιν ὁ Γοργίας; δαίμων γάρ μοί τις αὐτὸν ἐμήνυσε νύκτωρ· σὺ δὲ διηγητὴς γενοῦ τῶν θείων μηνυμάτων.” “Γοργίας ἦν μέν,” ἔφη, “Αἰγύπτιος στρα‐ | |
5 | τιώτης· νῦν δὲ οὐκ ἔστιν, ἀλλ’ ἔργον γέγονε τῶν βουκόλων. ἤρα δὲ τῆς σῆς γυναικός· | |
4.15.4 | ὢν δὲ φύσει φαρμακεὺς σκευάζει τι φάρμα‐ κον ἔρωτος καὶ πείθει τὸν διακονούμενον ὑμῖν Αἰγύπτιον λαβεῖν τὸ φάρμακον καὶ ἐγκαταμεῖξαι τῷ τῆς Λευκίππης ποτῷ. λανθάνει δὲ ἀκράτῳ χρησάμενος τῷ φαρμάκῳ, καὶ τὸ φίλτρον εἰς μανίαν αἴρεται. | |
4.15.5 | ταῦτα γάρ μοι χθὲς ὁ τοῦ Γοργίου θεράπων διηγήσατο, ὃς ἔτυχεν αὐτῷ συστρατευσάμενος ἐπὶ τοὺς βουκόλους· ἔσωσε δὲ αὐτόν, ὡς εἰκός, ὑπὲρ ὑμῶν ἡ Τύχη. αἰτεῖ δὲ χρυσοῦς τέσσαρας ὑπὲρ τῆς ἰάσεως· ἔχει γάρ, φησίν, ἑτέρου φαρμάκου σκευήν, δι’ οὗ λύσει τὸ | |
5 | πρότερον.” | |
4.15.6 | “Ἀλλὰ σοὶ μέν,” ἔφην, “ἀγαθὰ γένοιτο τῆς διακο‐ νίας· τὸν δὲ ἄνθρωπον, ὃν λέγεις, ἄγε πρὸς ἡμᾶς.” καὶ ὁ μὲν ἀπῆλθεν· ἐγὼ δὲ πρὸς τὸν Αἰγύπτιον εἰσελθὼν τύπτων τε αὐτὸν πὺξ κατὰ τῶν προσώπων καὶ δευτέραν καὶ τρίτην, θορυβῶν δ’ ἅμα | |
5 | λέγω· “Εἰπόν, τί δέδωκας Λευκίππῃ, καὶ πόθεν μαίνεται;” ὁ δὲ φοβηθεὶς καταλέγει πάντα ὅσα ἡμῖν ὁ Χαιρέας διηγήσατο. τὸν μὲν οὖν εἴχομεν ἐν φυλακῇ καθείρξαντες. | |
4.16.1 | Κἀν τούτῳ παρῆν ὁ Χαιρέας, ἄγων τὸν ἄνθρωπον. λέγω οὖν | |
πρὸς ἀμφοτέρους· “Τοὺς μὲν τέτταρας χρυσοῦς ἤδη λάβετε μισθὸν ἀγαθῆς μηνύσεως· ἀκούσατε δὲ ὡς ἔχω περὶ τοῦ φαρμάκου. ὁρᾶτε ὡς καὶ τῶν παρόντων τῇ γυναικὶ κακῶν αἴτιον γέγονε φάρμακον. | 83 | |
4.16.2 | οὐκ ἀκίνδυνον δὲ ἐπιφαρμάσσειν τὰ σπλάγχνα ἤδη πεφαρμαγμένα. φέρε εἴπατε ὅ τι καὶ ἔχει τὸ φάρμακον τοῦτο καὶ παρόντων ἡμῶν σκευάσατε· χρυσοῖ δὲ ὑμῖν ἄλλοι τέσσαρες μισθός, ἂν οὕτω ποιῆτε.” | |
4.16.3 | καὶ ὁ ἄνθρωπος, “Δίκαια,” ἔφη, “φοβῇ· τὰ δὲ ἐμβαλλόμενα κοινὰ καὶ πάντα ἐδώδιμα· καὶ αὐτὸς δὲ τούτων ἀπογεύσομαι τοσοῦτον, ὅσον κἀκείνη λάβοι.” καὶ ἅμα κελεύει τινὰ πριάμενον κομίζειν, ἕκαστον εἰπών· ὥς τε ταχὺ μὲν ἐκομίσθη, παρόντων δὲ ἡμῶν συνέ‐ | |
5 | τριψε πάντα ὁμοῦ καὶ δίχα διελών, “Τὸ μὲν αὐτός,” ἔφη, “πίομαι πρῶτος, τὸ δὲ δώσω τῇ γυναικί. | |
4.16.4 | κοιμηθήσεται δὲ πάντως δι’ ὅλης νυκτὸς λαβοῦσα· περὶ δὲ τὴν ἕω καὶ τὸν ὕπνον καὶ τὴν νόσον ἀποθήσεται.” λαμβάνει δὴ τοῦ φαρμάκου πρῶτος αὐτός, τὸ δὲ λοιπὸν κελεύει περὶ τὴν ἑσπέραν δοῦναι πιεῖν. | |
4.16.5 | “Ἐγὼ δὲ ἄπειμι,” ἔφη, “κοιμηθησόμενος· τὸ γὰρ φάρμακον οὕτω βούλεται.” ταῦτα εἰπὼν ἀπῆλθε, τοὺς τέτταρας χρυσοῦς παρ’ ἐμοῦ λαβών. “Τοὺς δὲ λοιπούς,” ἔφην, “δώσω, εἰ ῥαΐσειεν ἐκ τῆς νόσου.” | |
4.17.1 | Ἐπεὶ οὖν καιρὸς ἦν πιεῖν αὐτὴν τὸ φάρμακον, ἐγχέας προσ‐ ηυχόμην αὐτῷ· “Ὦ γῆς τέκνον, φάρμακον, ὦ δῶρον Ἀσκληπιοῦ, ἀληθεύσειάν σου τὰ ἐπαγγέλματα, εὐτυχέστερόν μου γενοῦ καὶ σῶζέ μοι τὴν φιλτάτην. νίκησον τὸ βάρβαρον ἐκεῖνο καὶ ἄγριον φάρμα‐ | |
5 | κον.” | |
4.17.2 | ταῦτα δοὺς τῷ φαρμάκῳ τὰ συνθήματα καὶ καταφιλήσας τὸ ἔκπωμα δίδωμι τῇ Λευκίππῃ πιεῖν. ἡ δέ, ὡς ὁ ἄνθρωπος εἶπε, μετὰ μικρὸν ἔκειτο καθεύδουσα. κἀγὼ παρακαθήμενος ἔλεγον πρὸς αὐτὴν ὡς ἀκούουσαν· “Ἆρά μοι σωφρονήσεις ἀληθῶς; ἆρά μέ ποτε | |
5 | γνωρίσεις; ἆρά σου τὴν φωνὴν ἐκείνην ἀπολήψομαι; | |
4.17.3 | μάντευσαί τι καὶ νῦν καθεύδουσα· καὶ γὰρ χθὲς τοῦ Γοργίου κατεμαντεύσω δι‐ | |
καίως. εὐτυχεῖς ἄρα μᾶλλον κοιμωμένη· γρηγοροῦσα μὲν γὰρ μα‐ νίαν δυστυχεῖς, τὰ δὲ ἐνύπνιά σου σωφρονεῖ.” | 84 | |
4.17.4 | ταῦτά μου δια‐ λεγομένου ὡς πρὸς ἀκούουσαν Λευκίππην, μόλις ἡ πολύευκτος ἠὼς ἀναφαίνεται, καὶ ἡ Λευκίππη φθέγγεται, καὶ ἦν ἡ φωνή· “Κλειτο‐ φῶν.” ἀναπηδήσας οὖν πρόσειμί τε αὐτῇ καὶ πυνθάνομαι πῶς ἔχει. | |
5 | ἡ δὲ ἐῴκει μὲν μηδὲν ὧν ἔπραξεν ἐγνωκέναι, τὰ δεσμὰ δὲ ἰδοῦσα ἐθαύμαζε καὶ ἐπυνθάνετο τίς ὁ δήσας εἴη. | |
4.17.5 | ἐγὼ δὲ ἰδὼν σωφρο‐ νοῦσαν ὑπὸ πολλῆς χαρᾶς ἔλυον μὲν μετὰ θορύβου τὰ δεσμά, μετὰ ταῦτα δὲ ἤδη τὸ πᾶν αὐτῇ διηγοῦμαι. ἡ δὲ ᾐσχύνετο ἀκροωμένη καὶ ἠρυθρία καὶ ἐνόμιζε τότε αὐτὰ ποιεῖν. | |
4.17.6 | τὴν μὲν οὖν ἀνελάμ‐ βανον παραμυθούμενος, τοῦ δὲ φαρμάκου τὸν μισθὸν ἀποδίδωμι μάλα ἄσμενος. ἦν δὲ τὸ πᾶν ἡμῖν ἐφόδιον σῶον· ὃ γὰρ ὁ Σάτυρος ἔτυχεν ἔχων ἐζωσμένος, ὅτε ἐναυαγήσαμεν, οὐκ ἀφῄρητο ὑπὸ τῶν λῃστῶν | |
5 | οὔτε αὐτὸς οὔτε ὁ Μενέλαος οὐδὲν ὧν εἶχεν. | |
4.18.1 | Ἐν τούτῳ δὲ καὶ τοὺς λῃστὰς ἐπελθοῦσα δύναμις μείζων ἀπὸ τῆς μητροπόλεως παρεστήσατο καὶ πᾶσαν αὐτῶν εἰς ἔδαφος κατέστρεψε τὴν πόλιν. ἐλευθερωθέντος δὲ τοῦ ποταμοῦ τῆς τῶν βουκόλων ὕβρεως παρεσκευαζόμεθα τὸν ἐπὶ τὴν Ἀλεξάνδρειαν πλοῦν. | |
5 | συνέπλει δὲ ἡμῖν καὶ ὁ Χαιρέας, φίλος ἤδη γενόμενος ἐκ τῆς τοῦ φαρμάκου μηνύσεως. | |
4.18.2 | ἦν δὲ τὸ μὲν γένος ἐκ τῆς νήσου τῆς Φάρου, τὴν δὲ τέχνην ἁλιεύς· ἐστρατεύετο δὲ μισθῷ κατὰ τῶν βουκόλων τὴν ἐν ταῖς ναυσὶ στρατείαν, ὥστε μετὰ τὸν πόλεμον τῆς στρατείας ἀπήλλακτο. | |
4.18.3 | ἦν οὖν ἐξ ἀπλοίας μακρᾶς πλεόντων πάντα μεστὰ καὶ πολλή τις ὄψεως ἡδονή· ναυτῶν ᾠδή, πλωτήρων κρότος, χορεία νεῶν· καὶ ἦν ἅπας ὁ ποταμὸς ἑορτή, ἐῴκει δὲ ὁ πλοῦς κωμάζοντι ποταμῷ. ἔπινον δὲ καὶ τοῦ Νείλου τότε πρῶτον ἄνευ τῆς πρὸς οἶνον | |
5 | ὁμιλίας, κρῖναι θέλων τοῦ πόματος τὴν ἡδονήν· οἶνος γὰρ φύσεως ὕδατος κλοπή. | |
4.18.4 | ἀρυσάμενος οὖν ὑέλου τῆς διαφανοῦς κύλικα, τὸ ὕδωρ ἑώρων ὑπὸ λευκότητος πρὸς τὸ ἔκπωμα ἁμιλλώμενον καὶ τὸ ἔκπωμα νικώμενον. γλυκὺ δὲ πινόμενον ἦν καὶ ψυχρὸν ἐν μέτρῳ τῆς | |
ἡδονῆς· οἶδα γὰρ ἐνίους τῶν παρ’ Ἕλλησι ποταμῶν καὶ τιτρώ‐ | 85 | |
5 | σκοντας· τούτῳ συνέκρινον αὐτοὺς τῷ ποταμῷ. | |
4.18.5 | διὰ τοῦτο αὐτὸν ἄκρατον ὁ Αἰγύπτιος πίνων οὐ φοβεῖται, Διονύσου μὴ δεόμενος. ἐθαύμασα δὲ αὐτοῦ καὶ τὸν τρόπον τοῦ ποτοῦ. οὔτε γὰρ ἀρύσαντες πίνειν ἐθέλουσιν οὔτε ἐκπωμάτων ἀνέχονται, ἔκπωμα αὐτουργὸν | |
5 | ἔχοντες· ἔκπωμα γὰρ αὐτοῖς ἐστιν ἡ χείρ. | |
4.18.6 | εἰ γάρ τις αὐτῶν διψήσειε πλέων, προκύψας ἐκ τῆς νηὸς τὸ μὲν πρόσωπον εἰς τὸν ποταμὸν προβέβληκε, τὴν δὲ χεῖρα εἰς τὸ ὕδωρ καθῆκε καὶ κοίλην βαπτίσας καὶ πλησάμενος ὕδατος ἀκοντίζει κατὰ τοῦ στόματος τὸ | |
5 | πόμα καὶ τυγχάνει τοῦ σκοποῦ· τὸ δὲ κεχηνὸς περιμένει τὴν βολὴν καὶ δέχεται καὶ κλείεται καὶ οὐκ ἐᾷ τὸ ὕδωρ αὖθις ἔξω πεσεῖν. | |
4.19.1 | Εἶδον δὲ καὶ ἄλλο θηρίον τοῦ Νείλου, ὑπὲρ τὸν ἵππον τὸν ποτάμιον εἰς ἀλκὴν ἐπαινούμενον· κροκόδειλος δὲ ὄνομα ἦν αὐτῷ. παρήλλακτο δὲ καὶ τὴν μορφὴν εἰς ἰχθὺν ὁμοῦ καὶ θηρίον. μέγας μὲν γὰρ ἐκ κεφαλῆς εἰς οὐράν, τὸ δὲ εὖρος τοῦ μεγέθους οὐ κατὰ | |
5 | λόγον. | |
4.19.2 | δορὰ μὲν φολίσι ῥυσή· πετραία δὲ τῶν νώτων ἡ χροιὰ καὶ μέλαινα· ἡ γαστὴρ δὲ λευκή. πόδες τέτταρες, εἰς τὸ πλάγιον ἠρέμα κυρτούμενοι, καθάπερ χερσαία χελώνη· οὐρὰ μακρὰ καὶ παχεῖα καὶ ἐοικυῖα στερεῷ σώματι. | |
4.19.3 | οὐ γὰρ ὡς τοῖς ἄλλοις περίκειται θηρίοις, ἀλλ’ ἔστι τῆς ῥάχεως ἑνὸς ὀστοῦ τελευτὴ καὶ μέρος αὐτοῦ τῶν ὅλων. ἐντέτμηται δὲ ἄνωθεν εἰς ἀκάνθας ἀναιδεῖς, οἷαι τῶν πριόνων εἰσὶν αἱ αἰχμαί. | |
4.19.4 | αὕτη δὲ αὐτῷ καὶ μάστιξ ἐπὶ τῆς ἄγρας γίνεται· τύπτει γὰρ αὐτῇ πρὸς οὓς ἂν διαπαλαίῃ καὶ πολλὰ ποιεῖ τραύματα | |
πληγῇ μιᾷ. κεφαλὴ δὲ αὐτῷ τοῖς νώτοις συνυφαίνεται καὶ εἰς μίαν στάθμην ἰθύνεται, ἔκλεψε γὰρ αὐτοῦ τὴν δειρὴν ἡ φύσις· ἔστι δὲ | 86 | |
5 | τοῦ λοιποῦ βλοσυρωτέρα σώματος καὶ ἐπὶ πλέον ἐπὶ τὰς γένυς ἐκτεί‐ νεται καὶ ἀνοίγεται πᾶσα. | |
4.19.5 | τὸν μὲν γὰρ ἄλλον χρόνον, παρ’ ὅσον οὐ κέχηνε τὸ θηρίον, ἔστι κεφαλή· ὅταν δὲ χάνῃ πρὸς τὰς ἄγρας, ὅλον στόμα γίνεται. ἀνοίγει δὲ τὴν γένυν τὴν ἄνω, τὴν δὲ κάτω στερεὰν ἔχει· καὶ ἀπόστασίς ἐστι πολλή, καὶ μέχρι τῶν ὤμων τὸ | |
5 | χάσμα, καὶ εὐθὺς ἡ γαστήρ. | |
4.19.6 | ὀδόντες δὲ πολλοὶ καὶ ἐπὶ πλεῖστον τεταμένοι· φασὶ δὲ ὅτι τὸν ἀριθμὸν τυγχάνουσιν, ὅσας ὁ θεὸς εἰς ὅλον ἔτος ἀναλάμπει τὰς ἡμέρας. τοσοῦτον † ἔργον αἱρεῖ † τῶν γενύων πεδίον. ἂν δὲ ἐκπεράσῃ πρὸς τὴν γῆν, ὅσον ἔχει δυνάμεως ἀπιστήσεις, | |
5 | ἰδὼν τὴν τοῦ σώματος ὁλκήν. | 87 |
5.1.1 | Τριῶν δὲ πλεύσαντες ἡμερῶν εἰς Ἀλεξάνδρειαν ἤλθομεν. ἀνι‐ όντι δέ μοι κατὰ τὰς Ἡλίου καλουμένας πύλας συνηντᾶτο εὐθὺς τῆς πόλεως ἀστράπτον τὸ κάλλος καί μου τοὺς ὀφθαλμοὺς ἐγέμισεν ἡδονῆς. | |
5.1.2 | στάθμη μὲν κιόνων ὄρθιος ἑκατέρωθεν ἐκ τῶν Ἡλίου πυλῶν ἐς τὰς Σελήνης πύλας· οὗτοι γὰρ τῆς πόλεως οἱ πυλωροί. ἐν μέσῳ δὴ τῶν κιόνων τῆς πόλεως τὸ πεδίον. | |
5.1.3 | ὁδὸς δὲ διὰ τοῦ πεδίου πολλὴ καὶ ἔνδημος ἀποδημία. ὀλίγους δὲ τῆς πόλεως σταδίους προελθὼν ἦλθον εἰς τὸν ἐπώνυμον Ἀλεξάνδρου τόπον. εἶδον δὲ ἐν‐ τεῦθεν ἄλλην πόλιν καὶ σχιζόμενον ταύτῃ τὸ κάλλος. | |
5.1.4 | ὅσος γὰρ κιόνων ὄρχατος εἰς τὴν εὐθυωρίαν, τοσοῦτος ἕτερος εἰς τὰ ἐγκάρσια. ἐγὼ δὲ μερίζων τοὺς ὀφθαλμοὺς ἐς πάσας τὰς ἀγυιὰς θεατὴς ἀκό‐ ρεστος ἤμην καὶ τὸ κάλλος ὅλον οὐκ ἐξήρκουν ἰδεῖν. | |
5.1.5 | τὰ μὲν ἔβλε‐ πον, τὰ δὲ ἔμελλον, τὰ δὲ ἠπειγόμην ἰδεῖν, τὰ δὲ οὐκ ἤθελον παρελ‐ θεῖν· ἐκράτει τὴν θέαν τὰ ὁρώμενα, εἷλκε τὰ προσδοκώμενα. περιά‐ γων οὖν ἐμαυτὸν εἰς πάσας τὰς ἀγυιὰς καὶ πρὸς τὴν ὄψιν δυσερωτιῶν | |
5 | εἶπον καμών· “Ὀφθαλμοί, νενικήμεθα.” | |
5.1.6 | εἶδον δὲ δύο καινὰ καὶ παράλογα, μεγέθους πρὸς κάλλος ἅμιλλαν καὶ δήμου πρὸς πόλιν φιλονεικίαν καὶ ἀμφότερα νικῶντα· ἡ μὲν γὰρ ἠπείρου μείζων ἦν, ὁ δὲ πλείων ἔθνους. καὶ εἰ μὲν εἰς τὴν πόλιν ἀπεῖδον, ἠπίστουν εἰ | |
5 | πληρώσειέ τις δῆμος αὐτὴν ἀνδρῶν, εἰ δὲ εἰς τὸν δῆμον ἐθεασάμην, ἐθαύμαζον εἰ χωρήσειέ τις αὐτὸν πόλις. τοιαύτη τις ἦν ἰσότητος τρυτάνη. | 88 |
5.2.1 | Ἦν δέ πως καὶ κατὰ δαίμονα ἱερομηνία τοῦ μεγάλου θεοῦ, ὃν Δία μὲν Ἕλληνες, Σέραπιν δὲ καλοῦσιν Αἰγύπτιοι. ἦν δὲ καὶ πυρὸς δᾳδουχία· καὶ τοῦτο μέγιστον ἐθεασάμην. | |
5.2.2 | ἑσπέρα μὲν γὰρ ἦν καὶ ὁ ἥλιος κατεδύετο καὶ νὺξ ἦν οὐδαμοῦ, ἀλλὰ ἄλλος ἀνέτελλεν ἥλιος κατακερματίζων· τότε γὰρ εἶδον πόλιν ἐρίζουσαν περὶ κάλλους οὐ‐ ρανῷ. ἐθεασάμην δὲ καὶ τὸν Μειλίχιον Δία καὶ τὸν Διὸς Οὐρανίου | |
5 | νεών. | |
5.2.3 | προσευξάμενοι δὴ τῷ μεγάλῳ θεῷ καὶ ἱκετεύσαντες στῆναι ἡμῖν ποτε τὰ δεινά, εἰς τὴν καταγωγὴν ἤλθομεν, ἣν ἔτυχεν ὁ Μενέ‐ λαος ἡμῖν μεμισθωμένος. οὐκ ἐῴκει δὲ ἄρα ὁ θεὸς ἐπινεύειν ταῖς ἡμετέραις εὐχαῖς, ἀλλ’ ἔμενεν ἡμᾶς καὶ ἄλλο τῆς Τύχης γυμνάσιον. | |
5.3.1 | Ὁ γὰρ Χαιρέας πρὸ πολλοῦ τῆς Λευκίππης ἐλάνθανεν ἐρῶν καὶ διὰ τοῦτο μεμηνύκει τὸ φάρμακον, ἅμα μὲν ἀφορμὴν οἰκειότητος ἑαυτῷ θηρώμενος, ἅμα δὲ καὶ ἑαυτῷ σώζων τὴν κόρην. | |
5.3.2 | εἰδὼς οὖν ἀμήχανον τὸ τυχεῖν, συντίθησιν ἐπιβουλήν, λῃστῶν ὁμοτέχνων 〈ὄχλον〉 συγκροτήσας, ἅτε θαλάσσιος ὢν ἄνθρωπος, καὶ συνθέμενος αὐτοῖς ἃ δεῖ ποιεῖν, ἐπὶ ξενίαν ἡμᾶς εἰς τὴν Φάρον καλεῖ, σκηψάμενος | |
5 | γενεθλίων ἄγειν ἡμέραν. | |
5.3.3 | ὡς οὖν προήλθομεν τῶν θυρῶν, οἰωνὸς ἡμῖν γίνεται πονηρός· χελιδόνα κίρκος διώκων τὴν Λευκίππην εἰς τὴν κεφαλὴν πατάσσει τῷ πτερῷ. ταραχθεὶς οὖν ἐπὶ τούτῳ καὶ ἀνανεύσας εἰς οὐρανόν, “Ὦ Ζεῦ, τί τοῦτο,” ἔφην, “φαίνεις ἡμῖν | |
5 | τέρας; ἀλλ’ εἰ τῷ ὄντι σὸς ὁ ὄρνις οὗτος, ἄλλον ἡμῖν σαφέστερον δεῖξον οἰωνόν.” | |
5.3.4 | μεταστραφεὶς οὖν (ἔτυχον γὰρ παρεστὼς ἐργα‐ στηρίῳ ζωγράφου) γραφὴν ὁρῶ κειμένην, ἥτις ὑπῃνίττετο προσόμοιον· Φιλομήλας γὰρ εἶχε φθορὰν καὶ τὴν βίαν Τηρέως καὶ τῆς γλώττης τὴν τομήν. ἦν δὲ ὁλόκληρον τῇ γραφῇ τὸ διήγημα τοῦ δράματος, | |
5 | ὁ πέπλος, ὁ Τηρεύς, ἡ τράπεζα. | |
5.3.5 | τὸν πέπλον ἡπλωμένον εἱστήκει κρατοῦσα θεράπαινα· Φιλομήλα παρειστήκει καὶ ἐπετίθει τῷ πέπλῳ τὸν δάκτυλον καὶ ἐδείκνυε τῶν ὑφασμάτων τὰς γραφάς· ἡ Πρόκνη πρὸς τὴν δεῖξιν ἐνενεύκει καὶ δριμὺ ἔβλεπε καὶ ὠργίζετο τῇ γραφῇ· | 89 |
5 | Θρᾲξ ὁ Τηρεὺς ἐνύφαντο Φιλομήλᾳ παλαίων πάλην Ἀφροδίσιον. | |
5.3.6 | ἐσπάρακτο τὰς κόμας ἡ γυνή, τὸ ζῶσμα ἐλέλυτο, τὸν χιτῶνα κατέρρηκτο, ἡμίγυμνος τὸ στέρνον ἦν, τὴν δεξιὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἤρειδε τοῦ Τηρέως, τῇ λαιᾷ τὰ διερρωγότα τοῦ χιτῶνος ἐπὶ τοὺς μαζοὺς ἔκλειεν. 〈ἐν〉 ἀγκάλαις εἶχε τὴν Φιλομήλαν ὁ Τηρεύς, ἕλκων | |
5 | πρὸς ἑαυτὸν ὡς ἐνῆν τὸ σῶμα καὶ σφίγγων ἐν χρῷ τὴν συμπλοκήν. | |
5.3.7 | ὧδε μὲν τὴν τοῦ πέπλου γραφὴν ὕφηνεν ὁ ζωγράφος. τὸ δὲ λοιπὸν τῆς εἰκόνος, αἱ γυναῖκες ἐν κανῷ τὰ λείψανα τοῦ δείπνου τῷ Τηρεῖ δεικνύουσι, κεφαλὴν παιδίου καὶ χεῖρας· γελῶσι δὲ ἅμα καὶ φοβοῦν‐ ται. | |
5.3.8 | ἀναπηδῶν ἐκ τῆς κλίνης ὁ Τηρεὺς ἐγέγραπτο, καὶ ἕλκων τὸ ξίφος ἐπὶ τὰς γυναῖκας τὸ σκέλος ἤρειδεν ἐπὶ τὴν τράπεζαν· ἡ δὲ οὔτε ἕστηκεν οὔτε πέπτωκεν, ἀλλ’ ἐδείκνυε γραφὴν μέλλοντος πτώ‐ ματος. | |
5.4.1 | Λέγει οὖν ὁ Μενέλαος· “Ἐμοὶ δοκεῖ τὴν εἰς Φάρον ὁδὸν ἐπισχεῖν. ὁρᾷς γὰρ οὐκ ἀγαθὰ δύο σύμβολα, τό τε τοῦ ὄρνιθος καθ’ ἡμῶν πτερὸν καὶ τῆς εἰκόνος τὴν ἀπειλήν. λέγουσι δὲ οἱ τῶν συμ‐ βόλων ἐξηγηταὶ σκοπεῖν τοὺς μύθους τῶν εἰκόνων, ἂν ἐξιοῦσιν ἐπὶ | |
5 | πρᾶξιν ἡμῖν συντύχωσι, καὶ ἐξομοιοῦν τὸ ἀποβησόμενον τῷ τῆς ἱστορίας λόγῳ. | |
5.4.2 | ὁρᾷς οὖν ὅσων γέμει κακῶν ἡ γραφή· ἔρωτος παρανόμου, μοιχείας ἀναισχύντου, γυναικείων ἀτυχημάτων· ὅθεν ἐπι‐ σχεῖν κελεύω τὴν ἔξοδον.” ἐδόκει μοι λέγειν εἰκότα, καὶ παραιτοῦμαι τὸν Χαιρέαν ἐκείνην τὴν ἡμέραν. ὁ μὲν οὖν σφόδρα ἀνιώμενος ἀπηλ‐ | |
5 | λάττετο, φήσας αὔριον ἐφ’ ἡμᾶς ἀφίξεσθαι. | |
5.5.1 | Ἡ δὲ Λευκίππη λέγει πρός με (φιλόμυθον γάρ πως τὸν τῶν γυναικῶν γένος)· “Τί βούλεται τῆς εἰκόνος ὁ μῦθος; καὶ τίνες αἱ | |
ὄρνιθες αὗται; καὶ τίνες αἱ γυναῖκες; καὶ τίς ὁ ἀναιδὴς ἐκεῖνος ἀνήρ;” κἀγὼ καταλέγειν ἄρχομαι· “Ἀηδὼν καὶ χελιδὼν καὶ ἔποψ, πάντες | 90 | |
5 | ἄνθρωποι καὶ πάντες ὄρνιθες. | |
5.5.2 | ἔποψ ὁ ἀνήρ· αἱ δύο γυναῖκες, Φιλομήλα χελιδών, καὶ Πρόκνη ἀηδών. πόλις αὐταῖς Ἀθῆναι. Τη‐ ρεὺς ὁ ἀνήρ· Πρόκνη Τηρέως γυνή. βαρβάροις δέ, ὡς ἔοικεν, οὐχ ἱκανὴ πρὸς Ἀφροδίτην μία γυνή, μάλισθ’ ὅταν αὐτῷ καιρὸς διδῷ | |
5 | πρὸς ὕβριν τρυφᾶν. | |
5.5.3 | καιρὸς οὖν γίνεται τῷ Θρᾳκὶ τούτῳ χρήσασθαι τῇ φύσει Πρόκνης ἡ φιλοστοργία· πέμπει γὰρ ἐπὶ τὴν ἀδελφὴν τὸν ἄνδρα τὸν Τηρέα. ὁ δὲ ἀπῄει μὲν ἔτι Πρόκνης ἀνήρ, ἀναστρέφει δὲ Φιλομήλας ἐραστής, καὶ κατὰ τὴν ὁδὸν ἄλλην αὑτῷ ποιεῖται τὴν | |
5 | Φιλομήλαν Πρόκνην. | |
5.5.4 | τὴν γλῶτταν τῆς Φιλομήλας φοβεῖται, καὶ ἕδνα τῶν γάμων αὐτῇ δίδωσι μηκέτι λαλεῖν καὶ κείρει τῆς φωνῆς τὸ ἄνθος. ἀλλὰ πλέον ἤνυσεν οὐδέν· ἡ γὰρ Φιλομήλας τέχνη σιω‐ πῶσαν εὕρηκε φωνήν. | |
5.5.5 | ὑφαίνει γὰρ πέπλον ἄγγελον καὶ τὸ δρᾶμα πλέκει ταῖς κρόκαις, καὶ μιμεῖται τὴν γλῶτταν ἡ χείρ, καὶ Πρόκνης τοῖς ὀφθαλμοῖς τὰ τῶν ὤτων μηνύει καὶ πρὸς αὐτὴν ἃ πέπονθε τῇ κερκίδι λαλεῖ. | |
5.5.6 | ἡ Πρόκνη τὴν βίαν ἀκούει παρὰ τοῦ πέπλου καὶ ἀμύνασθαι καθ’ ὑπερβολὴν ζητεῖ τὸν ἄνδρα. ὀργαὶ δὲ δύο, καὶ δύο γυναῖκες εἰς ἓν πνέουσαι καὶ ὕβρει κεράσασαι τὴν ζηλοτυπίαν δεῖπνον ἐπινοοῦσι τῶν γάμων ἀτυχέστερον. | |
5.5.7 | τὸ δὲ δεῖπνον ἦν ὁ παῖς Τη‐ ρέως, οὗ μήτηρ μὲν ἦν πρὸ τῆς ὀργῆς ἡ Πρόκνη· τότε δὲ τῶν ὠδίνων ἐπελέληστο. οὕτως αἱ τῆς ζηλοτυπίας ὠδῖνες νικῶσι καὶ τὴν γαστέρα. μόνον γὰρ ἐρῶσαι γυναῖκες ἀνιᾶσαι τὸν τὴν εὐνὴν λελυπηκότα, κἂν | |
5 | πάσχωσιν ἐν οἷς ποιοῦσιν οὐχ ἧττον κακόν, τὴν τοῦ πάσχειν λογί‐ ζονται συμφορὰν τῇ τοῦ ποιεῖν ἡδονῇ. | |
5.5.8 | ἐδείπνησεν ὁ Τηρεὺς δεῖπνον Ἐρινύων· αἱ δὲ ἐν κανῷ τὰ λείψανα τοῦ παιδίου παρέφερον, γελῶσαι φόβῳ. ὁ Τηρεὺς ὁρᾷ τὰ λείψανα τοῦ παιδίου καὶ πενθεῖ τὴν τροφὴν καὶ ἐγνώρισεν ὢν τοῦ δείπνου πατήρ· γνωρίσας μαίνεται καὶ σπᾶται | |
5 | τὸ ξίφος καὶ ἐπὶ τὰς γυναῖκας τρέχει, ἃς δέχεται ὁ ἀήρ. καὶ ὁ Τηρεὺς | |
αὐταῖς συναναβαίνει καὶ ὄρνις γίνεται. καὶ τηροῦσιν ἔτι τοῦ πάθους τὴν εἰκόνα· | 91 | |
5.5.9 | φεύγει μὲν ἀηδών, διώκει δὲ ὁ Τηρεύς. οὕτως ἐφύ‐ λαξε τὸ μῖσος καὶ μέχρι τῶν πτερῶν.” | |
5.6.1 | Τότε μὲν οὖν οὕτως ἐξεφύγομεν τὴν ἐπιβουλήν· ἐκερδήσαμεν δὲ οὐδὲν ἢ μίαν ἡμέραν. τῇ γὰρ ὑστεραίᾳ παρῆν ἕωθεν ὁ Χαιρέας· καὶ ἡμεῖς αἰδεσθέντες ἀντιλέγειν οὐκ εἴχομεν. ἐπιβάντες οὖν σκάφους ἤλθομεν εἰς τὴν Φάρον. ὁ δὲ Μενέλαος ἔμεινεν αὐτοῦ, φήσας οὐχ | |
5 | ὑγιῶς ἔχειν. | |
5.6.2 | πρῶτον μὲν οὖν ἡμᾶς ὁ Χαιρέας ἐπὶ τὸν πύργον ἄγει καὶ δείκνυσι τὴν κατασκευὴν κάτωθεν θαυμασίαν τινὰ καὶ παράλογον. | |
5.6.3 | ὄρος ἦν ἐν μέσῃ τῇ θαλάσσῃ κείμενον, ψαῦον αὐτῶν τῶν νεφῶν. ὑπέρρει δὲ ὕδωρ κάτωθεν αὐτοῦ τοῦ ποιήματος· τὸ δὲ ἐπὶ θαλάσσης εἱστήκει κρεμάμενον. ἐς δὲ τὴν τοῦ ὄρους ἀκρόπολιν ὁ τῶν νεῶν κυβερνήτης ἀνέτελλεν ἄλλος 〈ἥλιοσ〉. μετὰ δὲ ταῦτα ἡγεῖτο μὲν | |
5 | ἡμῖν ἐπὶ τὴν οἰκίαν· ἦν δὲ ἐπ’ ἐσχάτης τῆς νήσου κειμένη ἐπ’ αὐτῇ τῇ θαλάσσῃ. | |
5.7.1 | Ἑσπέρας οὖν γενομένης ὑπεξέρχεται μὲν ὁ Χαιρέας, πρόφασιν ποιησάμενος τὴν γαστέρα. μετὰ μικρὸν δὲ βοή τις ἐξαίφνης περὶ τὰς θύρας ἦν· καὶ εὐθὺς εἰστρέχουσιν ἄνθρωποι μεγάλοι καὶ πολλοί, μαχαίρας ἐσπασμένοι, καὶ ἐπὶ τὴν κόρην πάντες ὥρμησαν. | |
5.7.2 | ἐγὼ δὲ ὡς εἶδον φερομένην μου τὴν φιλτάτην, οὐκ ἐνεγκὼν ἵεμαι διὰ τῶν ξιφῶν· καί με παίει τις κατὰ τοῦ μηροῦ μαχαίρᾳ, καὶ ὤκλασα. ἐγὼ μὲν ἤδη καταπεσὼν ἐρρεόμην αἵματι· οἱ δὲ ἐνθέμενοι τῷ σκάφει | |
5 | τὴν κόρην ἔφευγον. | |
5.7.3 | θορύβου δὲ καὶ βοῆς οἷα ἐπὶ λῃσταῖς γενο‐ μένης, ὁ στρατηγὸς τῆς νήσου παρῆν· ἦν δέ μοι γνώριμος ἐκ τοῦ στρατοπέδου γενόμενος. δείκνυμι δὴ τὸ τραῦμα καὶ δέομαι διῶξαι τοὺς λῃστάς. ὥρμει δὲ πολλὰ πλοῖα ἐν τῇ πόλει· τούτων ἑνὶ ἐπιβὰς | |
5 | ὁ στρατηγὸς ἐδίωκεν ἅμα τῇ παρούσῃ φρουρᾷ· κἀγὼ δὲ συνανέβην φοράδην κομισθείς. | |
5.7.4 | Ὡς δὲ εἶδον οἱ λῃσταὶ προσιοῦσαν ἤδη τὴν ναῦν εἰς ναυμαχίαν, ἱστᾶσιν ἐπὶ τοῦ καταστρώματος ὀπίσω τὼ χεῖρε δεδεμένην τὴν κόρην· καί τις αὐτῶν μεγάλῃ τῇ φωνῇ, “Ἰδοὺ τὸ ἆθλον | |
ὑμῶν,” εἰπών, ἀποτέμνει αὐτῆς τὴν κεφαλὴν καὶ τὸ λοιπὸν σῶμα ὠθεῖ | 92 | |
5 | κατὰ τῆς θαλάσσης. | |
5.7.5 | ἐγὼ δὲ ὡς εἶδον, ἀνέκραγον οἰμώξας καὶ ὥρμησα ἐμαυτὸν ἐπαφεῖναι· ὡς δ’ οἱ παρόντες κατέσχον, ἐδεόμην ἐπισχεῖν τε τὴν ναῦν καί τινα ἁλέσθαι κατὰ τῆς θαλάσσης, εἴ πως κἂν πρὸς ταφὴν λάβοιμι τῆς κόρης τὸ σῶμα. | |
5.7.6 | καὶ ὁ στρατηγὸς πείθεται καὶ ἵστησι τὴν ναῦν, καὶ δύο τῶν ναυτῶν ἀκοντίζουσιν ἑαυτοὺς ἔξω τῆς νεὼς καὶ ἁρπάσαντες τὸ σῶμα ἀναφέρουσιν. ἐν τούτῳ δὲ οἱ λῃσταὶ μᾶλλον ἐρρωμενέστερον ἤλαυνον· ὡς δὲ ἦμεν πάλιν πλησίον, ὁρῶσιν | |
5 | οἱ λῃσταὶ ναῦν ἑτέραν, καὶ γνωρίσαντες ἐκάλουν πρὸς βοήθειαν· πορφυρεῖς δὲ ἦσαν πειρατικοί. | |
5.7.7 | ἰδὼν δὲ ὁ στρατηγὸς δύο ναῦς ἤδη γενομένας ἐφοβήθη καὶ πρύμναν ἐκρούετο· καὶ γὰρ οἱ πειραταὶ τοῦ φεύγειν ἀποτραπόμενοι προεκαλοῦντο εἰς μάχην. | |
5.7.8 | ἐπεὶ δὲ ἀνεστρέ‐ ψαμεν εἰς γῆν, ἀποβὰς τοῦ σκάφους καὶ τῷ σώματι περιχυθεὶς ἔκλαον· “Νῦν μοι, Λευκίππη, τέθνηκας ἀληθῶς θάνατον διπλοῦν, γῇ καὶ θαλάττῃ διαιρούμενον· τὸ μὲν γὰρ λείψανον ἔχω σου τοῦ σώματος, | |
5 | ἀπολώλεκα δὲ σέ. | |
5.7.9 | οὐκ ἴση τῆς θαλάσσης πρὸς τὴν γῆν ἡ νομή· μικρόν μοί σου μέρος καταλέλειπται ἐν ὄψει τοῦ μείζονος· αὕτη δὲ ἐν ὀλίγῳ τὸ πᾶν σου κρατεῖ. ἀλλ’ ἐπεί μοι τῶν ἐν τῷ προσώπῳ φιλημάτων ἐφθόνησεν ἡ Τύχη, φέρε σου καταφιλήσω τὴν σφαγήν.” | |
5.8.1 | Ταῦτα καταθρηνήσας καὶ θάψας τὸ σῶμα πάλιν εἰς τὴν Ἀλε‐ ξάνδρειαν ἔρχομαι, καὶ θεραπευθεὶς ἄκων τὸ τραῦμα, τοῦ Μενελάου με παρηγοροῦντος, διεκαρτέρησα ζῶν. | |
5.8.2 | καὶ ἤδη μοι γεγόνεσαν μῆνες ἕξ, καὶ τὸ πολὺ τοῦ πένθους ἤρχετο μαραίνεσθαι. χρόνος γὰρ λύπης φάρμακον καὶ πεπαίνει τῆς ψυχῆς τὰ ἕλκη. μεστὸς γὰρ ἥλιος ἡδονῆς· καὶ τὸ λυπῆσαν πρὸς ὀλίγον, κἂν ᾖ καθ’ ὑπερβολήν, ἀναζεῖ μέν, ἐφ’ | |
5 | ὅσον ἡ ψυχὴ καίεται, τῇ δὲ τῆς ἡμέρας ψυχαγωγίᾳ νικώμενον κατα‐ ψύχεται. καί μού τις κατόπιν βαδίζοντος ἐν ἀγορᾷ τῆς χειρὸς ἄφνω λαβόμενος ἐπιστρέφει καὶ οὐδὲν εἰπὼν προσπτυξάμενός με πολλὰ κατεφίλει. | |
5.8.3 | ἐγὼ δὲ τὸ μὲν πρῶτον οὐκ ᾔδειν ὅστις ἦν, ἀλλ’ εἱστή‐ κειν ἐκπεπληγμένος καὶ δεχόμενος τὰς προσβολὰς τῶν ἀσπασμάτων, | |
ὡς φιλημάτων σκοπός· ἐπεὶ δὲ μικρὸν διέσχε καὶ τὸ πρόσωπον εἶδον, Κλεινίας δὲ ἦν, ἀνακραγὼν ὑπὸ χαρᾶς ἀντιπεριβάλλω τε αὐτὸν | 93 | |
5 | καὶ τὰς αὐτὰς ἀπεδίδουν περιπλοκάς, καὶ μετὰ ταῦτα εἰς τὴν κατα‐ γωγὴν ἀνήλθομεν τὴν ἐμήν. καὶ ὁ μὲν τὰ αὑτοῦ μοι διηγεῖτο, ὅπως ἐκ τῆς ναυαγίας περιγένοιτο, ἐγὼ δὲ τὰ περὶ τῆς Λευκίππης ἅπαντα. | |
5.9.1 | “Εὐθὺς μὲν γάρ,” ἔφη, “ῥαγείσης τῆς νεὼς ἐπὶ τὸ κέρας ᾖξα, καὶ ἄκρου λαβόμενος μόλις, ἀνδρῶν ἤδη πεπληρωμένου, περιβαλὼν τὰς χεῖρας ἐπεχείρουν ἔχεσθαι παρακρεμάμενος. ὀλίγον δὲ ἡμῶν ἐμπελαγισάντων κῦμα μέγιστον ἆραν τὸ ξύλον προσρήγνυσιν ὄρθιον | |
5 | ὑφάλῳ πέτρᾳ κατὰ θάτερον, ᾧ ἐγὼ ἔτυχον κρεμάμενος. | |
5.9.2 | τὸ δὲ προσ‐ αραχθὲν βίᾳ πάλιν εἰς τοὐπίσω δίκην μηχανῆς ἀπεκρούετο καί με ὥσπερ ἀπὸ σφενδόνης ἐξερρίπισε. τοὐντεῦθεν δὲ ἐνηχόμην τὸ ἐπί‐ λοιπον τῆς ἡμέρας, οὐκέτι ἔχων ἐλπίδα σωτηρίας. | |
5.9.3 | ἤδη δὲ καμὼν καὶ ἀφεὶς ἐμαυτὸν τῇ τύχῃ ναῦν ὁρῶ κατὰ πρόσωπον φερομένην, καὶ τὰς χεῖρας ἀνασχών, ὃν ἠδυνάμην τρόπον, ἱκετηρίαν ἐδεόμην τοῖς νεύμασιν. οἱ δέ, εἴτε ἐλεήσαντές με, εἴτε καὶ τὸ πνεῦμα αὐτοὺς | |
5 | κατήγαγεν, ἔρχονται κατ’ ἐμέ, καί τις τῶν ναυτῶν πέμπει μοι κάλων ἅμα τῆς νεὼς παραθεούσης. κἀγὼ μὲν ἐλαβόμην, οἱ δὲ ἐφείλκυσάν με ἐξ αὐτῶν τῶν τοῦ θανάτου πυλῶν. ἔπλει δὲ τὸ πλοῖον εἰς Σιδῶνα· καί μέ τινες γνωρίσαντες ἐθεράπευσαν.” | |
5.10.1 | “Δύο δὲ πλεύσαντες ἡμέρας ἐπὶ τὴν πόλιν ἥκομεν, καὶ δέομαί τε τῶν ἐν τῷ πλοίῳ Σιδωνίων (Ξενοδάμας δὲ ὁ ἔμπορος ἦν καὶ Θεό‐ φιλος ὁ τούτου πενθερός), μηδενὶ Τυρίων, εἰ περιτύχοιεν, κατειπεῖν ὡς ἐκ ναυαγίας περιγενοίμην, ὡς ἂν μὴ μάθοιεν συναποδεδημηκότα. | |
5.10.2 | ἤλπιζον γὰρ λήσειν, εἰ τὰ ἀπὸ τούτων ἐν ἡσυχίᾳ γένοιτο, πέντε μόνον ἡμερῶν μοι μεταξὺ γενομένων, αἷς οὐκ ἔτυχον ὀφθείς. τοῖς δὲ κατὰ τὴν οἰκίαν τὴν ἐμήν, ὡς οἶδας, προηγορεύκειν 〈λέγειν〉 τοῖς πυνθανομένοις, εἰς κώμην ἀποδεδημηκέναι μέχρι δέκα ὅλων ἡμερῶν. | |
5.10.3 | καὶ τοῦτόν γε τὸν λόγον εὗρον περὶ ἐμοῦ κατεσχηκότα. οὔπω δὲ οὐδὲ ὁ σὸς πατὴρ ἐκ τῆς Παλαιστίνης ἔτυχεν ἥκων, ἀλλὰ δύο ἄλλων ὕστερον ἡμερῶν, καὶ καταλαμβάνει πεμφθέντα παρὰ τοῦ τῆς Λευκίπ‐ πης πατρὸς γράμματα, ἅπερ ἔτυχε μετὰ μίαν ἡμέραν τῆς ἡμετέρας | 94 |
5 | ἀποδημίας κεκομισμένα, δι’ ὧν ὁ Σώστρατος ἐγγυᾷ σοὶ τὴν θυγατέρα. | |
5.10.4 | ἐν ποικίλαις οὖν ἦν συμφοραῖς ἀναγνοὺς τὰ γράμματα καὶ τὴν ὑμετέραν ἀκούσας φυγήν, τὸ μὲν ὡς τὸ τῆς ἐπιστολῆς ἀπολέσας ἆθλον, τὸ δὲ ὅτι παρὰ μικρὸν οὕτως ἡ Τύχη τὰ πράγματα ἔθηκε· καὶ γὰρ οὐδὲν ἂν τούτων ἐγεγόνει, εἰ θᾶττον ἐκομίσθη τὰ γράμματα. | |
5.10.5 | καὶ τῶν μὲν πεπραγμένων οὐδὲν πρὸς τὸν ἀδελφὸν ἡγήσατό πω δεῖν γράφειν, ἀλλὰ καὶ τῆς μητρὸς τῆς κόρης ἐδεήθη τὸ παρὸν ἐπι‐ σχεῖν· | |
5.10.6 | ‘Τάχα γὰρ ἂν αὐτοὺς ἐξευρήσομεν· καὶ οὐ δεῖ τὸ συμβὰν ἀτύχημα μανθάνειν Σώστρατον. ἀσμένως δέ, ὅπου ποτ’ ἂν ὄντες μάθωσι τὴν ἐγγύην, καὶ ἀφίξονται, εἴγε αὐτοῖς ἐξέσται φανερῶς ἔχειν ὑπὲρ οὗ πεφεύγασιν.‘ | |
5.10.7 | ἐπολυπραγμόνει δὲ παντὶ σθένει, ποῖ κεχωρήκατε· καὶ ὡς ὀλίγον πρὸ τούτων τῶν ἡμερῶν ἔρχεται Διό‐ φαντος ὁ Τύριος ἐξ Αἰγύπτου πεπλευκὼς καὶ λέγει πρὸς αὐτὸν ὅτι σε ἐνθάδε ἐθεάσατο· κἀγὼ μαθών, ὡς εἶχον εὐθὺς ἐπιβὰς νεώς, | |
5 | ὀγδόην ταύτην ἡμέραν πᾶσάν σε περιῆλθον ζητῶν τὴν πόλιν. πρὸς ταῦτα οὖν σοι βουλευτέον ἐστίν, ὡς τάχα καὶ τοῦ πατρὸς ἥξοντος ἐνταῦθα τοῦ σοῦ.” | |
5.11.1 | Ταῦτα ἀκούσας ἀνῴμωξα ἐπὶ τῇ τῆς Τύχης παιδιᾷ, “Ὦ δαῖμον,” λέγων, “νῦν μὲν Σώστρατός μοι Λευκίππην ἐκδίδωσι καί μοι γάμος ἐκ μέσου πολέμου πέμπεται, μετρήσας ἀκριβῶς τὰς ἡμέ‐ ρας, ἵνα μὴ φθάσῃ τὴν φυγήν. | |
5.11.2 | ὢ τῶν ἐξώρων εὐτυχημάτων· ὢ | |
μακάριος ἐγὼ παρὰ μίαν ἡμέραν· μετὰ θάνατον γάμοι, μετὰ θρῆνον ὑμέναιοι. τίνα μοι δίδωσι νύμφην ἡ Τύχη, ἣν οὐδὲ ὁλόκληρόν μοι δέδωκε νεκράν;” | 95 | |
5.11.3 | “Οὐ θρήνων νῦν καιρός,” ὁ Κλεινίας εἶπεν, “ἀλλὰ σκεψώμεθα πότερον εἰς τὴν πατρίδα σοι νῦν ἀνακομιστέον ἢ τὸν πατέρα ἐνταῦθα ἀναμενητέον.” “Οὐδέτερον,” εἶπον· “ποίῳ γὰρ ἴδοιμι προσώπῳ τὸν πατέρα, μάλιστα μὲν οὕτως αἰσχρῶς φυγών, | |
5 | εἶτα καὶ τὴν παρακαταθήκην αὐτοῦ τἀδελφοῦ διαφθείρας; φεύγειν οὖν ἐντεῦθεν ὑπολείπεται πρὶν ἥκειν αὐτόν.” | |
5.11.4 | ἐν τούτῳ δὴ ὁ Μενέ‐ λαος ὑπεισέρχεται καὶ ὁ Σάτυρος μετ’ αὐτοῦ, καὶ τόν τε Κλεινίαν περιπτύσσονται καὶ μανθάνουσι παρ’ ἡμῶν τὰ πεπραγμένα. καὶ ὁ Σάτυρος, “Ἀλλ’ ἔστι σοι,” ἔφη, “καὶ τὰ παρόντα θέσθαι καλῶς καὶ | |
5 | ἐλεῆσαι ψυχὴν ἐπὶ σοὶ φλεγομένην. ἀκουσάτω δὴ καὶ ὁ Κλεινίας. | |
5.11.5 | ἡ Ἀφροδίτη μέγα τούτῳ παρέσχεν ἀγαθόν, ὁ δὲ οὐκ ἐθέλει λαβεῖν. γυναῖκα γὰρ ἐξέμηνεν ἐπ’ αὐτῷ πάνυ καλήν, ὥστε ἂν ἰδὼν αὐτὴν εἴποις ἄγαλμα, Ἐφεσίαν τὸ γένος, ὄνομα Μελίτην· πλοῦτος πολὺς καὶ ἡλικία νέα. | |
5.11.6 | τέθνηκε δὲ αὐτῆς προσφάτως ὁ ἀνὴρ κατὰ θάλασ‐ σαν· βούλεται δὲ τοῦτον ἔχειν δεσπότην, οὐ γὰρ ἄνδρα ἐρῶ, καὶ δίδωσιν ἑαυτὴν καὶ πᾶσαν ἑαυτῆς τὴν οὐσίαν. δι’ αὐτὸν γὰρ τέσσαρας μῆνας ἐνθάδε διέτριψεν, ἀκολουθῆσαι δεομένη. ὁ δὲ οὐκ οἶδα τί | |
5 | παθὼν ὑπερηφανεῖ, νομίζων αὐτῷ Λευκίππην ἀναβιώσεσθαι.” | |
5.12.1 | Καὶ ὁ Κλεινίας, “Οὐκ ἀπὸ τρόπου δοκεῖ μοι,” φησίν, “ὁ Σάτυρος λέγειν. κάλλος γὰρ καὶ πλοῦτος καὶ ἔρως εἰ συνῆλθον ἐπὶ σέ, οὐχ ἕδρας 〈ἔργον〉 οὐδ’ ἀναβολῆς· τὸ μὲν γὰρ κάλλος ἡδονήν, ὁ δὲ πλοῦτος τρυφήν, ὁ δὲ ἔρως αἰδῶ προξενεῖ. μισεῖ δὲ ὁ θεὸς τοὺς | |
5 | ἀλαζόνας. | |
5.12.2 | φέρε πείσθητι τῷ Σατύρῳ καὶ χάρισαι τῷ θεῷ.” κἀγὼ στενάξας, “Ἄγε με,” εἶπον, “ὅποι θέλεις, εἰ καὶ Κλεινίᾳ τοῦτο | |
δοκεῖ· μόνον ὅπως τὸ γύναιόν μοι μὴ παρέχῃ πράγματα, ἐπείγουσα πρὸς τὸ ἔργον, ἔστ’ ἂν εἰς Ἔφεσον ἀφικώμεθα. | 96 | |
5.12.3 | φθάνω γὰρ ἐπο‐ μοσάμενος ἐνταῦθα μὴ συνελθεῖν, ἔνθα Λευκίππην ἀπολώλεκα.” ταῦτα ἀκούσας ὁ Σάτυρος προστρέχει πρὸς τὴν Μελίτην εὐαγγέλια φέρων. καὶ μικρὸν αὖθις διαλιπὼν ἐπανέρχεται, λέγων ἀκούσασαν τὴν γυ‐ | |
5 | ναῖκα ὑφ’ ἡδονῆς παρὰ μικρὸν τὴν ψυχὴν ἀφεῖναι, δεῖσθαι δὲ ἥκειν ὡς αὐτὴν δειπνήσοντα τὴν ἡμέραν γάμων προοίμιον. ἐπείσθην καὶ ᾠχόμην. | |
5.13.1 | Ἡ δὲ ὡς εἶδέ με, ἀναθοροῦσα περιβάλλει καὶ πᾶν μου τὸ πρόσωπον ἐμπίπλησι φιλημάτων. ἦν δὲ τῷ ὄντι καλή, καὶ γάλακτι μὲν ἂν εἶπες τὸ πρόσωπον αὐτῆς κεχρῖσθαι, ῥόδον δὲ ἐμπεφυτεῦσθαι ταῖς παρειαῖς. | |
5.13.2 | ἐμάρμαιρεν αὐτῆς τὸ βλέμμα μαρμαρυγὴν Ἀφρο‐ δίσιον· κόμη πολλὴ καὶ βαθεῖα καὶ κατάχρυσος τῇ χροιᾷ, ὥστε ἔδοξα οὐκ ἀηδῶς ἰδεῖν τὴν γυναῖκα. | |
5.13.3 | τὸ μὲν οὖν δεῖπνον ἦν πολυτε‐ λές· ἡ δὲ ἐφαπτομένη τῶν παρακειμένων, ὡς δοκεῖν ἐσθίειν, οὐκ ἠδύνατο τυχεῖν ὁλοκλήρου τροφῆς, πάντα δὲ ἔβλεπέ με. οὐδὲν γὰρ ἡδὺ τοῖς ἐρῶσι πλὴν τὸ ἐρώμενον· τὴν γὰρ ψυχὴν πᾶσαν ὁ ἔρως | |
5 | καταλαβὼν οὐδὲ αὐτῇ χώραν δίδωσι τῇ τροφῇ. | |
5.13.4 | ἡ δὲ τῆς θέας ἡδονὴ διὰ τῶν ὀμμάτων εἰσρέουσα τοῖς στέρνοις ἐγκάθηται· ἕλκουσα δὲ τοῦ ἐρωμένου τὸ εἴδωλον ἀεί, ἐναπομάττεται τῷ τῆς ψυχῆς κατόπ‐ τρῳ καὶ ἀναπλάττει τὴν μορφήν· ἡ δὲ τοῦ κάλλους ἀπορροὴ δι’ | |
5 | ἀφανῶν ἀκτίνων ἐπὶ τὴν ἐρωτικὴν ἑλκομένη καρδίαν ἐναποσφραγίζει κάτω τὴν σκιάν. | |
5.13.5 | λέγω δὴ πρὸς αὐτὴν συνείς· “Ἀλλὰ σύ γε οὐδε‐ νὸς μετέχεις τῶν σαυτῆς, ἀλλ’ ἔοικας τοῖς ἐν γραφαῖς ἐσθίουσιν.” ἡ δέ, “Ποῖον γὰρ ὄψον,” ἔφη, “μοι πολυτελὲς ἢ ποῖος οἶνος τιμιώ‐ τερος τῆς σῆς ὄψεως;” καὶ ἅμα λέγουσα κατεφίλησέ με, προσιέμενον | |
5 | οὐκ ἀηδῶς τὰ φιλήματα· εἶτα διασχοῦσα εἶπεν· “Αὕτη μοι τροφή.” | |
5.14.1 | Τότε μὲν οὖν ἐν τούτοις ἦμεν· ἑσπέρας δὲ γενομένης ἡ μὲν | |
ἐπεχείρει με κρατεῖν ἐκεῖ κοιμηθησόμενον, ἐγὼ δὲ παρῃτούμην, εἰπὼν ἃ καὶ πρὸς τὸν Σάτυρον ἔτυχον προαγορεύσας. μόλις οὖν ἀφίησιν ἀνιωμένη· | 97 | |
5.14.2 | τῇ δὲ ὑστεραίᾳ συνέκειτο ἡμῖν εἰς τὸ τῆς Ἴσιδος ἱερὸν ἀπαντῆσαι διαλεξομένοις τε ἀλλήλοις καὶ πιστωσομένοις ἐπὶ μάρτυρι τῇ θεῷ. συμπαρῆσαν δὲ ἡμῖν ὅ τε Μενέλαος καὶ ὁ Κλεινίας· καὶ ὠμνύομεν, ἐγὼ μὲν ἀγαπήσειν ἀδόλως, ἡ δὲ ἄνδρα ποιήσασθαι καὶ | |
5 | πάντων ἀποφῆναι δεσπότην. | |
5.14.3 | “Ἄρξει δέ,” εἶπον ἐγώ, “τῶν συν‐ θηκῶν ἡ εἰς Ἔφεσον ἡμῶν ἄφιξις· ἐνταῦθα γάρ, ὡς ἔφην, Λευκίππῃ παραχωρήσεις.” δεῖπνον οὖν ἡμῖν ηὐτρεπίζετο πολυτελές· καὶ ὄνομα μὲν ἦν τῷ δείπνῳ γάμοι, τὸ δὲ ἔργον συνέκειτο ταμιεύεσθαι. | |
5.14.4 | καί τι μέμνημαι καὶ γελοῖον παρὰ τὴν ἑστίασιν τῆς Μελίτης· ὡς γὰρ ἐπευφήμουν τοῖς γάμοις οἱ παρόντες, νεύσασα πρός με ἡσυχῇ, “Και‐ νόν,” εἶπεν, “ἐγὼ μόνη πέπονθα καὶ οἷον ἐπὶ τοῖς ἀφανέσι ποιοῦσι | |
5 | νεκροῖς· κενοτάφιον μὲν γὰρ εἶδον, κενογάμιον δὲ οὔ.” ταῦτα μὲν οὖν ἔπαιζε σπουδῇ. | |
5.15.1 | Τῇ δὲ ἐπιούσῃ στελλόμεθα πρὸς ἀποδημίαν· κατὰ τύχην δὲ καὶ τὸ πνεῦμα ἐκάλει ἡμᾶς. καὶ ὁ Μενέλαος μέχρι τοῦ λιμένος ἐλθὼν καὶ ἀσπασάμενος, εὐτυχεστέρας εἰπὼν νῦν ἡμᾶς τυχεῖν θαλάσσης, ἀπετράπετο αὖθις, νεανίσκος πάνυ χρηστὸς καὶ θεῶν ἄξιος, καὶ ἅμα | |
5 | δακρύων ἐμπεπλησμένος· καὶ ἡμῖν δὲ πᾶσι κατεφέρετο δάκρυα. | |
5.15.2 | τῷ δὲ Κλεινίᾳ ἐδόκει μή με καταλιπεῖν, ἀλλὰ μέχρις Ἐφέσου συμπλεύ‐ σαντα καί τινα ἐνδιατρίψαντα τῇ πόλει χρόνον ἐπανελθεῖν, εἰ τἀμὰ ἐν καλῷ κείμενα καταμάθοι. | |
5.15.3 | γίνεται δὴ κατ’ οὐρὰν ἡμῶν ὁ ἄνεμος· ἑσπέρα τε ἦν, καὶ δειπνήσαντες ἐκείμεθα κοιμησόμενοι. ἰδία δὲ ἐμοί τε καὶ τῇ Μελίτῃ καλύβη τις ἦν ἐπὶ τοῦ σκάφους περιπεφραγμένη. | |
5.15.4 | περιβαλοῦσα οὖν με κατεφίλει καὶ ἀπῄτει τὸν γάμον, “Νῦν μέν,” λέγουσα, “Λευκίππης τοὺς ὅρους ἐξήλθομεν καὶ τῶν συνθηκῶν τοὺς ὅρους ἀπειλήφαμεν· ἐντεῦθεν ἡ προθεσμία. τί με δεῖ νῦν εἰς Ἔφεσον | |
περιμένειν; ἄδηλοι τῆς θαλάσσης αἱ τύχαι· ἄπιστοι τῶν ἀνέμων αἱ | 98 | |
5 | μεταβολαί. | |
5.15.5 | πίστευσόν μοι, Κλειτοφῶν, καίομαι· ὄφελον ἠδυνάμην δεῖξαι τὸ πῦρ· ὄφελον εἶχον τὴν αὐτὴν φύσιν τῷ κοινῷ τοῦ ἔρωτος πυρί, ἵνα σοι περιχυθεῖσα κατέφλεξα· νῦν δὲ πρὸς τοῖς ἄλλοις τοῦτο μόνον τὸ πῦρ ἰδίαν ὕλην ἔχει καὶ ἐν ταῖς περὶ τοὺς ἐραστὰς συμπλοκαῖς | |
5 | ἀνακαιόμενον λάβρον τῶν συμπλεκομένων φείδεται. | |
5.15.6 | ὢ πυρὸς μυ‐ στικοῦ, πυρὸς ἐν ἀπορρήτῳ δᾳδουχουμένου, πυρὸς τοὺς ὅρους αὐτοῦ φυγεῖν μὴ θέλοντος. μυηθῶμεν οὖν, ὦ φίλτατε, τὰ τῆς Ἀφροδίτης μυστήρια.” | |
5.16.1 | Κἀγὼ εἶπον· “Μή με βιάσῃ λῦσαι θεσμὸν ὁσίας νεκρῶν. οὔπω τῆς ἀθλίας ἐκείνης τοὺς ὅρους παρήλθομεν, ἕως ἂν γῆς ἐπιβῶ‐ μεν ἑτέρας. οὐκ ἤκουσας ὡς ἐν θαλάσσῃ τέθνηκεν; ἔτι πλέω Λευ‐ κίππης τὸν τάφον. τάχα που περὶ τὴν ναῦν αὐτῆς εἰλεῖται τὸ εἴδω‐ | |
5 | λον. | |
5.16.2 | λέγουσι δὲ τὰς ἐν ὕδατι ψυχὰς ἀνῃρημένας μηδὲ εἰς Ἅιδου καταβαίνειν ὅλως, ἀλλ’ αὐτοῦ περὶ τὸ ὕδωρ ἔχειν τὴν πλάνην, καὶ ἐπιστήσεται τάχα ἡμῖν συμπλεκομένοις. ἐπιτήδειον δέ σοι δοκεῖ καὶ τὸ χωρίον εἶναι πρὸς γάμον; γάμος ἐπὶ κύματος, γάμος ὑπὸ θαλάσσης | |
5 | φερόμενος; θάλαμον ἡμῖν θέλεις γενέσθαι μὴ μένοντα;” | |
5.16.3 | “Σὺ μέν,” ἔφη, “σοφίζῃ, φίλτατε· πᾶς δὲ τόπος τοῖς ἐρῶσι θάλαμος· οὐδὲν γὰρ ἄβατον τῷ θεῷ. ἐν θαλάσσῃ δὲ μὴ καὶ οἰκειότερόν ἐστιν Ἔρωτι καὶ Ἀφροδισίοις μυστηρίοις; θυγάτηρ Ἀφροδίτη θαλάσσης. | |
5.16.4 | χαρισώ‐ μεθα τῇ γαμηλίῳ θεῷ, τιμήσωμεν αὐτῆς γάμῳ τὴν μητέρα. ἐμοὶ μὲν γὰρ δοκεῖ τὰ παρόντα γάμων εἶναι σύμβολα· ζυγὸς μὲν οὗτος ὑπὲρ κεφαλῆς κρεμάμενος, δεσμοὶ δὲ περὶ τὴν κεραίαν τεταμένοι. | |
5 | καλά γε, ὦ δέσποτα, τὰ μαντεύματα· ὑπὸ ζυγὸν ὁ θάλαμος, καὶ κάλω δεδεμένοι. ἀλλὰ καὶ πηδάλιον τοῦ θαλάμου πλησίον· | |
5.16.5 | ἰδοὺ τοὺς γάμους ἡμῶν ἡ Τύχη κυβερνᾷ. νυμφοστολήσουσι δὲ ἡμᾶς Ποσειδῶν καὶ Νηρεΐδων χορός· ἐνταῦθα γὰρ καὶ αὐτὸς Ἀμφιτρίτην γαμεῖ. λιγυρὸν δὲ συρίζει περὶ τοὺς κάλως καὶ τὸ πνεῦμα· ἐμοὶ μὲν ὑμέ‐ | |
5 | ναιον ᾄδειν δοκεῖ τὰ τῶν ἀνέμων αὐλήματα. | |
5.16.6 | ὁρᾷς δὲ καὶ τὴν ὀθόνην κεκυρτωμένην ὥσπερ ἐγκύμονα γαστέρα· δεξιόν μοι καὶ τοῦτο τῶν οἰωνισμάτων· ἔσῃ μοι ταχὺ καὶ πατήρ.” | 99 |
5.16.7 | ἰδὼν οὖν αὐτὴν σφόδρα ἐγκειμένην, “Φιλοσοφήσωμεν,” εἶπον, “ὦ γύναι, μέχρι λα‐ βώμεθα γῆς· ὄμνυμι γάρ σοι τὴν θάλασσαν αὐτὴν καὶ τὴν τοῦ πλοῦ τύχην, ὡς ἐσπούδακα καὶ αὐτός. ἀλλ’ εἰσὶ καὶ θαλάσσης νόμοι. | |
5.16.8 | πολλάκις ἤκουσα παρὰ τῶν ναυτικωτέρων καθαρὰ δεῖν Ἀφροδι‐ σίων εἶναι τὰ σκάφη, τάχα μὲν ὡς ἱερά, τάχα δὲ ἵνα μή τις ἐπὶ τηλι‐ κούτῳ κινδύνῳ τρυφᾷ. μὴ ἐνυβρίσωμεν, ὦ φιλτάτη, τῇ θαλάσσῃ· μὴ συμμείξωμεν γάμον ὁμοῦ καὶ φόβον. τηρήσωμεν ἑαυτοῖς καθαρὰν | |
5 | τὴν ἡδονήν.” ταῦτα λέγων καὶ μειλισσόμενος τοῖς φιλήμασιν ἔπειθον, καὶ τὸ λοιπὸν οὕτως ἐκαθεύδομεν. | |
5.17.1 | Πέντε δὲ τῶν ἑξῆς ἡμερῶν διανύσαντες τὸν πλοῦν ἥκομεν εἰς τὴν Ἔφεσον. οἰκία μεγάλη καὶ πρώτη τῶν ἐκεῖ· θεραπεία πολλὴ καὶ ἡ ἄλλη παρασκευὴ πολυτελής. | |
5.17.2 | κελεύει δὴ δεῖπνον ὡς ὅτι ἐκπρεπέστατον ἑτοιμάζειν. “Ἡμεῖς δὲ τέως,” ἔφη, “χωρήσωμεν εἰς τοὺς ἀγρούς.” ἀπεῖχον δὲ τῆς πόλεως σταδίους τέσσαρας. ἐπικα‐ θίσαντες οὖν ὀχήματι ἐξήλθομεν. | |
5.17.3 | καὶ ἐπεὶ τάχιστα παρεγενόμεθα, διεβαδίζομεν τοὺς ὀρχάτους τῶν φυτῶν, καὶ ἐξαίφνης προσπίπτει τοῖς γόνασιν ἡμῶν γυνή, χοίνιξι παχείαις δεδεμένη, δίκελλαν κρα‐ τοῦσα, τὴν κεφαλὴν κεκαρμένη, ἐρρυπωμένη τὸ σῶμα, χιτῶνα ἀνε‐ | |
5 | ζωσμένη ἄθλιον πάνυ, καί, “Ἐλέησόν με,” ἔφη, “δέσποινα, γυνὴ γυναῖκα, ἐλευθέραν μέν, ὡς ἔφυν, δούλην δὲ νῦν, ὡς δοκεῖ τῇ Τύχῃ·” καὶ ἅμα ἐσιώπησε. | |
5.17.4 | λέγει οὖν ἡ Μελίτη· “Ἀνάστηθι, ὦ γύναι· λέγε, τίς εἶ, καὶ πόθεν, καὶ τίς σοι τοῦτον περιέθηκε τὸν σίδηρον· κέκραγε γάρ σου καὶ ἐν κακοῖς ἡ μορφὴ τὴν εὐγένειαν.” “Ὁ σός,” εἶπεν, “οἰκέτης, ὅτι αὐτῷ μὴ πρὸς εὐνὴν ἐδούλευον. | |
5.17.5 | ὄνομα Λά‐ καινα, Θετταλὴ τὸ γένος· καί σοι προσφέρω μου ταύτην τὴν τύχην ἱκετηρίαν. ἀπόλυσόν με τῆς καθεστώσης συμφορᾶς· πάρασχε δέ μοι τὴν ἀσφάλειαν, ἔστ’ ἂν ἀποτίσω τὰς δισχιλίας· τοσούτου γάρ με ὁ | |
5 | Σωσθένης ἀπὸ τῶν λῃστῶν ἐωνήσατο. | |
5.17.6 | ποριοῦμεν δέ, εὖ ἴσθι, τὴν ταχίστην· εἰ δὲ μή, σοὶ δουλεύσομεν. ὁρᾷς δὲ καὶ πληγαῖς ὡς κατέ‐ ξανέ με πολλαῖς.” καὶ ἅμα διανοίξασα τὸν χιτῶνα δείκνυσι τὰ νῶτα διαγεγραμμένα ἔτι οἰκτρότερον. | 100 |
5.17.7 | ὡς οὖν ταῦτα ἠκούσαμεν, ἐγὼ μὲν συνεχύθην· καὶ γάρ τι ἐδόκει Λευκίππης ἔχειν· ἡ δὲ Μελίτη ἔφη· “Θάρρει, γύναι· τούτων γάρ σε λύσομεν εἴς τε τὴν οἰκείαν προῖκα ἀποπέμψομεν. τὸν Σωσθένην καλεσάτω τις ἡμῖν.” | |
5.17.8 | ἡ μὲν οὖν εὐθὺς τῶν δεσμῶν ἠλευθεροῦτο, ὁ δὲ παρῆν τεταραγμένος. λέγει οὖν ἡ Μελίτη· “Ὦ κακὴ κεφαλή, τίνα ποτὲ κἂν τῶν ἀχρειοτάτων οἰκετῶν τεθέασαι παρ’ ἡμῖν οὕτως ᾐκισμένον; τίς αὕτη; λέγε μηδὲν | |
5 | ψευσάμενος.” | |
5.17.9 | “Οὐκ οἶδα,” εἶπεν, “ὦ δέσποινα, πλὴν ἔμπορός τις, ὄνομα Καλλισθένης, ταύτην μοι πέπρακε, φάσκων ἐωνῆσθαι μὲν αὐτὴν ἀπὸ λῃστῶν, εἶναι δὲ ἐλευθέραν. ὄνομα δὲ αὐτὴν ὁ ἔμπορος ἐκάλει Λάκαιναν.” | |
5.17.10 | ἡ δὲ τὸν μὲν τῆς διοικήσεως, ἧς εἶχεν, ἀπέπαυσεν, αὐτὴν δὲ παραδίδωσι θεραπαίναις, κελεύσασα λοῦσαι καὶ ἐσθῆτα ἀμφιάσαι καθαρὰν καὶ εἰς ἄστυ ἀγαγεῖν. διοικήσασα δέ τινα τῶν κατὰ τοὺς ἀγρούς, ὧν ἕνεκεν παρῆν, ἐπιβᾶσα τοῦ ὀχήματος ἅμα ἐμοί, | |
5 | ἐπανῄειμεν εἰς τὴν πόλιν καὶ περὶ τὸ δεῖπνον ἦμεν. | |
5.18.1 | Ἑστιωμένῳ δέ μοι μεταξὺ σημαίνει νεύσας ὁ Σάτυρος προανί‐ στασθαι, καὶ ἦν τὸ πρόσωπον ἐσπουδακώς. σκηψάμενος οὖν ἐπί τινι τῶν κατὰ τὴν γαστέρα ἐπείγειν, διανίσταμαι. καὶ ἐπεὶ προῆλθον, λέγει μὲν οὐδέν, ἐπιστολὴν δὲ ὀρέγει. | |
5.18.2 | λαβὼν δέ, πρὶν ἀναγνῶναί με, κατεπλάγην εὐθύς· ἐγνώρισα γὰρ Λευκίππης τὰ γράμματα. ἐγέ‐ γραπτο δὲ τάδε· “Λευκίππη Κλειτοφῶντι τῷ δεσπότῃ μου. | |
5.18.3 | Τοῦτο γάρ σε δεῖ καλεῖν, ἐπεὶ καὶ τῆς δεσποίνης ἀνὴρ εἶ τῆς ἐμῆς. ὅσα μὲν διὰ σὲ πέπονθα, οἶδας· ἀνάγκη δὲ νῦν ὑπομνῆσαί σε. | |
5.18.4 | διὰ σὲ τὴν μητέρα κατέλιπον καὶ πλάνην εἱλόμην· διὰ σὲ πέ‐ πονθα ναυαγίαν καὶ λῃστῶν ἠνεσχόμην· διὰ σὲ ἱερεῖον γέγονα καὶ καθαρμὸς καὶ τέθνηκα ἤδη δεύτερον· διὰ σὲ πέπραμαι καὶ ἐδέθην | |
σιδήρῳ καὶ δίκελλαν ἐβάστασα καὶ ἔσκαψα γῆν καὶ ἐμαστιγώθην, | 101 | |
5 | ἵνα σὺ ὃ γέγονας ἄλλῃ γυναικί, καὶ ἐγώ τῳ ἑτέρῳ ἀνδρὶ γένωμαι; μὴ γένοιτο. | |
5.18.5 | ἀλλ’ ἐγὼ μὲν ἐπὶ τοσαύταις ἀνάγκαις διεκαρτέρησα, σὺ δὲ ἄπρατος, ἀμαστίγωτος γαμεῖς. εἴ τις οὖν τῶν πεπονημένων διὰ σὲ κεῖται χάρις, δεήθητί σου τῆς γυναικὸς ἀποπέμψαι, ὡς ἐπηγ‐ γείλατο· τὰς δὲ δισχιλίας, ἃς ὁ Σωσθένης ὑπὲρ ἐμοῦ κατεβάλετο, | |
5 | πίστευσον ἡμῖν καὶ ἐγγύησαι πρὸς τὴν Μελίτην ὅτι πέμψομεν· ἐγγὺς γὰρ τὸ Βυζάντιον. | |
5.18.6 | ἐὰν δὲ ἀποτίσῃς, νόμιζε μισθόν μοι δεδωκέναι τῶν ὑπὲρ σοῦ πόνων. ἔρρωσο, καὶ ὄναιο τῶν καινῶν γάμων. ἐγὼ δὲ ἔτι σοι ταῦτα γράφω παρθένος.” | |
5.19.1 | Τούτοις ἐντυχὼν πάντα ἐγινόμην ὁμοῦ· ἀνεφλεγόμην, ὠχρίων, ἐθαύμαζον, ἠπίστουν, ἔχαιρον, ἠχθόμην. | |
5.19.2 | λέγω οὖν πρὸς τὸν Σάτυ‐ ρον· “Πότερον ἐξ Ἅιδου ἥκεις φέρων τὴν ἐπιστολήν, ἢ τί ταῦτα θέλει; Λευκίππη πάλιν ἀνεβίω;” “Μάλιστα,” ἔφη, “καὶ ἔστιν ἣν εἶδες ἐν τοῖς ἀγροῖς. καὶ τότε μὲν οὖν οὐδ’ ἂν ἄλλος αὐτὴν ἰδὼν | |
5 | γνωρίσειεν, ἔφηβον οὕτω γενομένην· τοῦτο γὰρ ἡ τῶν τριχῶν αὐτῆς κουρὰ μόνον ἐνήλλαξεν.” | |
5.19.3 | “Εἶτα ἕστηκας,” ἔφην, “ἐπὶ τηλικούτοις ἀγαθοῖς καὶ μέχρι τῶν ὤτων μόνον εὐφραίνεις, ἀλλ’ οὐ δεικνύεις καὶ τοῖς ὄμμασι τἀγαθά;” “Μὴ σύ γε,” εἶπεν ὁ Σάτυρος· “ἀλλ’ ἐνεὸς κάτασχε, μὴ πάντας ἀπολέσῃς, ἕως περὶ τούτων ἀσφαλέστερον βου‐ | |
5 | λευσώμεθα. | |
5.19.4 | γυναῖκα ὁρᾷς πρώτην Ἐφεσίων μαινομένην ἐπὶ σοί, ἡμᾶς δὲ ἐρήμους ἐν μέσαις ἄρκυσιν.” “Ἀλλ’ οὐ δύναμαι,” ἔφην· “ἐπέρχεται γὰρ διὰ πασῶν τῶν τοῦ σώματος ὁδῶν ἡ χαρά. | |
5.19.5 | ἀλλ’ ἰδού μοι διὰ τῶν γραμμάτων ἐγκαλεῖ.” καὶ ἅμα αὖθις ἐντυγχάνων τοῖς γράμμασιν, ὡς ἐκείνην δι’ αὐτῶν βλέπων, καὶ ἀναγινώσκων καθ’ ἓν ἔλεγον· “Δίκαια ἐγκαλεῖς, φιλτάτη. πάντα δι’ ἐμὲ ἔπαθες· | |
5 | πολλῶν σοι γέγονα κακῶν αἴτιος.” | |
5.19.6 | ὡς δὲ εἰς τὰς μάστιγας καὶ εἰς τὰς βασάνους ἐγενόμην, ἃς ὁ Σωσθένης αὐτῇ παρετρίψατο, ἔκλαον ὥσπερ αὐτὰς τὰς βασάνους βλέπων αὐτῆς· ὁ γὰρ λογισμός, | |
πέμπων τῆς ψυχῆς τὰ ὄμματα πρὸς τὴν ἀπαγγελίαν τῶν γραμμάτων, | 102 | |
5 | ἐδείκνυ τὰ ὁρώμενα ὡς δρώμενα. πάνυ δὲ ἠρυθρίων ἐφ’ οἷς μοι τὸν γάμον ὠνείδιζεν, ὥσπερ ἐπ’ αὐτοφώρῳ μοιχὸς κατειλημμένος. οὕτως ᾐσχυνόμην καὶ τὰ γράμματα. | |
5.20.1 | “Οἴμοι, πῶς ἀπολογήσομαι, Σάτυρε;” ἔφην· “ἑαλώκαμεν. Λευκίππη κατέγνωκεν ἡμῶν· τάχα δὲ καὶ μεμισήμεθα. ἀλλὰ πῶς ἐσώθη, φράσον σύ· καὶ τίνος σῶμα ἐθάψαμεν;” “Αὐτή σοι κατὰ καιρὸν φράσει· τὸ δὲ νῦν,” ὁ Σάτυρος ἔφη, “ἀντιγράψαι σε δεῖ καὶ | |
5 | ἱλάσασθαι τὴν κόρην. | |
5.20.2 | κἀγὼ γὰρ αὐτῇ διωμοσάμην, ὡς ἄκων αὐτὴν ἔγημας.” “Εἶπας γάρ,” ἔφην, “ὅτι καὶ ἔγημα; ἀπολώλεκάς με.” “Τῆς εὐηθείας· ὅλη γὰρ ἡ πόλις οὐκ οἶδε τὸν γάμον;” “Ἀλλ’ οὐκ ἔγημα, μὰ τὸν Ἡρακλέα, Σάτυρε, καὶ τὴν παροῦσαν τύχην.” | |
5.20.3 | “Παί‐ ζεις, ὠγαθέ· συγκαθεύδεις.” “Οἶδα μὲν ἄπιστα λέγων, ἀλλ’ οὔπω πέπρακται· καθαρὸς εἰς ταύτην τὴν ἡμέραν Μελίτης Κλειτοφῶν. | |
5.20.4 | ἀλλὰ τί γράφω, λέγε· σφόδρα γάρ με ἐξέπληξε τὸ συμβάν, ὥστε ἀπόρως ἔχω.” “Οὔκ εἰμί σου σοφώτερος,” ὁ Σάτυρος εἶπεν· “ἀλλὰ καὶ αὐτός σοι ὁ Ἔρως ὑπαγορεύσει. μόνον διὰ ταχέων.” ἄρχομαι δὴ γράφειν· | |
5.20.5 | “Χαῖρέ μοι, ὦ δέσποινα Λευκίππη. δυστυχῶ μὲν ἐν οἷς εὐτυχῶ, ὅτι σὲ παρὼν παροῦσαν ὡς ἀποδημοῦσαν ὁρῶ διὰ γραμμάτων. εἰ μὲν οὖν τὴν ἀλήθειαν περιμένεις, μηδὲν προκαταγινώσκουσά μου, μαθήσῃ τὴν σήν με παρθενίαν μεμιμημένον, εἴ τις ἔστι καὶ ἐν ἀνδράσι | |
5 | παρθενία· εἰ δέ με χωρὶς ἀπολογίας ἤδη μεμίσηκας, ὄμνυμί σοι τοὺς σώσαντάς σε θεούς, ὡς ἐν βραχεῖ σοι τὸ ἔργον ἀπολογήσομαι. ἔρρωσό μοι, φιλτάτη, καὶ ἵλεως γένοιο.” | |
5.21.1 | Δίδωμι δὴ τῷ Σατύρῳ τὴν ἐπιστολὴν καὶ δέομαι τὰ εἰκότα εἰπεῖν πρὸς αὐτὴν περὶ ἐμοῦ. ἐγὼ δὲ αὖθις ἐπὶ τὸ συμπόσιον ἀπῄειν, ἡδονῆς ἅμα καὶ λύπης γεγεμισμένος. ᾔδειν γὰρ τὴν Μελίτην οὐκ | |
ἀνήσουσάν με τῆς νυκτὸς τὸ μὴ οὐ γενέσθαι τοὺς γάμους ἡμῖν· ἐμοὶ | 103 | |
5 | δὲ ἀδύνατον ἦν Λευκίππην ἀπολαβόντι γυναῖκα ἑτέραν κἂν ἰδεῖν. | |
5.21.2 | τὸ μὲν οὖν πρόσωπον ἐβιαζόμην μηδὲν ἀλλοῖον παρέχειν ἢ πρὶν ἦν· οὐ πάντῃ δὲ κρατεῖν ἠδυνάμην. ὡς δὲ ἐνικώμην, σκήπτομαι φρίκην μοι ὑποδραμεῖν. ἡ δὲ συνῆκε μὲν ὅτι κατὰ τῆς ὑποσχέσεως προοιμιάζομαι, ἐλέγχειν δὲ οὐκ ἠδύνατο τὸ προοίμιον. | |
5.21.3 | ἐγὼ μὲν δὴ ἄδειπνος ἀνίσταμαι κοιμησόμενος, ἡ δὲ κατὰ πόδας ὡς εἶχεν ἐφ’ ἡμιτελεῖ τῷ δείπνῳ συνανίσταται. ὡς δὲ εἰς τὸν θάλαμον παρήλ‐ θομεν, ἐγὼ μὲν ἔτι μᾶλλον ἐπέτεινον τῆς νόσου τὴν ὑπόκρισιν, ἡ δὲ | |
5 | ἐλιπάρει καὶ ἔλεγε· “Τί ταῦτα ποιεῖς; μέχρι τίνος με ἀπολλύεις; ἰδοὺ καὶ τὴν θάλασσαν διεπλεύσαμεν· ἰδοὺ καὶ Ἔφεσος, ἡ προθεσμία τῶν γάμων. | |
5.21.4 | ποίαν ἔτι περιμένομεν ἡμέραν; μέχρι τίνος ὡς ἐν ἱερῷ συγκαθεύδομεν; ποταμὸν παρατιθεὶς πολὺν κωλύεις πίνειν. τοσοῦτον χρόνον ὕδωρ ἔχουσα διψῶ, ἐν αὐτῇ καθεύδουσα τῇ πηγῇ. τοιαύτην ἔχω τὴν εὐνήν, οἵαν ὁ Τάνταλος τὴν τροφήν.” | |
5.21.5 | ταῦτα ἔλεγε καὶ ἔκλαεν, ἐπιθεῖσά μου τοῖς στέρνοις τὴν κεφαλὴν οὕτως ἐλεεινῶς, ὥστε συμπαθεῖν μέ τι τὴν ψυχήν. οὐκ εἶχον δὲ ὅστις γένωμαι· καὶ γὰρ ἐδόκει μοι δίκαια ἐγκαλεῖν. | |
5.21.6 | λέγω οὖν πρὸς αὐτήν· “Ὄμνυμί σοι, φιλτάτη, τοὺς πατρῴους θεούς, ἦ μὴν σφόδρα καὶ αὐτὸς ἐπείγεσθαί σου τὴν σπουδὴν ἀμείψασθαι. ἀλλ’ οὐκ οἶδα,” ἔφην, “τί πέπονθα· νόσος γάρ μοι ἐξαίφνης ἐνέπεσεν. | |
5.21.7 | οἶσθα δὲ ὅτι ὑγιείας χωρὶς οὐδέν ἐστιν Ἀφροδίτη.” καὶ ἅμα λέγων ἀπέψων αὐτῆς τὰ δάκρυα καὶ ὅρκοις ἑτέροις ἐπιστούμην, ὡς οὐκ εἰς μακρὰν ὧν θέλει τεύξεται. τότε μὲν οὖν καὶ μάλα μόλις ἠνέσχετο. | |
5.22.1 | Τῇ δὲ ὑστεραίᾳ καλέσασα τὰς θεραπαινίδας, αἷς τὴν ἐπιμέ‐ λειαν τῆς Λευκίππης ἐνεχείρισεν, ἐπηρώτα μὲν τὸ πρῶτον, εἰ δεξιῶς αὐτῇ κέχρηνται. φασκουσῶν δὲ μηδὲν τῶν δεόντων παραλιπεῖν αὐτῇ, ἄγειν ἐκέλευσε τὴν ἄνθρωπον πρὸς αὐτήν. | |
5.22.2 | ὡς δὲ ἦλθε, “Τὰ μὲν ἐμὰ ὅπως ἔσχεν,” ἔφη, “πρὸς σὲ φιλανθρωπίας, περισσὸν εἰδυίᾳ σοι λέγειν. δικαία τυγχάνειν, ἀλλ’ οἷς ἂν δύνῃ, τὴν ἴσην ἀπότισαί μοι χάριν. ἀκούω τὰς Θετταλὰς ὑμᾶς ὧν ἂν ἐρασθῆτε μαγεύειν οὕτως, | 104 |
5 | ὥστε μὴ πρὸς ἑτέραν ἔτι τὸν ἄνθρωπον ἀποκλίνειν γυναῖκα πρός τε τὴν μαγεύουσαν οὕτως ἔχειν, ὡς πάντα νομίζειν ἐκείνην αὐτῷ. | |
5.22.3 | ἐμοὶ τοῦτο, ὦ φιλτάτη, φλεγομένῃ πάρασχε φάρμακον. τὸν νεανίσκον εἶδες τὸν ἅμα ἐμοὶ χθὲς βαδίζοντα;” “Τὸν ἄνδρα”, ἔφη, “λέγεις τὸν σόν;” ὑπολαβοῦσα πάνυ κακοήθως ἡ Λευκίππη· “τοῦτο γὰρ ἀκήκοα | |
5 | παρὰ τῶν κατὰ τὴν οἰκίαν.” “Ποῖον ἄνδρα;” Μελίτη εἶπεν· “οὐδὲν κοινόν ἐστιν ἢ τοῖς λίθοις. | |
5.22.4 | ἀλλ’ ἐμὲ παρευδοκιμεῖ τις νεκρά· οὔτε γὰρ ἐσθίων οὔτε κοιμώμενος ἐπιλαθέσθαι δύναται τοῦ Λευκίππης ὀνόματος· τοῦτο γὰρ αὐτὴν καλεῖ. ἐγὼ δέ, φίλη, μηνῶν τεσσάρων ἐν Ἀλεξανδρείᾳ δι’ αὐτὸν διέτριψα, δεομένη, λιπαροῦσα, ὑπισχνου‐ | |
5 | μένη, τί γὰρ οὐ λέγουσα, τί δὲ οὐ ποιοῦσα τῶν ἀρέσαι δυναμένων; | |
5.22.5 | ὁ δὲ σίδηρός τις ἢ ξύλον ἤ τι τῶν ἀναισθήτων ἦν ἄρα πρὸς τὰς δεήσεις τὰς ἐμάς. μόλις δὲ τῷ χρόνῳ πείθεται· ἐπείσθη δὲ μέχρι τῶν ὀμμάτων. ὄμνυμι γάρ σοι τὴν Ἀφροδίτην αὐτήν, ὡς ἤδη πέμ‐ πτην ἡμέραν αὐτῷ συγκαθεύδουσα οὕτως ἀνέστην ὡς ἀπὸ εὐνούχου. | |
5 | ἔοικα δὲ εἰκόνος ἐρᾶν· μέχρι γὰρ τῶν ὀμμάτων ἔχω τὸν ἐρώμενον. | |
5.22.6 | δέομαι δέ σου γυναικὸς γυνὴ τὴν αὐτὴν δέησιν, ἣν καὶ σύ μου χθὲς ἐδεήθης· δός μοί τι ἐπὶ τοῦτον τὸν ὑπερήφανον· σώσεις γάρ μου τὴν ψυχὴν διαρρεύσασαν ἤδη.” | |
5.22.7 | ὡς οὖν ἤκουσεν ἡ Λευκίππη, ἡσθῆναι μὲν ἐδόκει τῷ μηδὲν πρὸς τὴν ἄνθρωπόν μοι πεπρᾶχθαι· φήσασα δὲ ἀνερευνήσειν, εἰ συγχωρήσειεν αὐτῇ, βοτάνας γενομένη κατὰ τοὺς ἀγρούς, ἀπιοῦσα ᾤχετο· ἀρνουμένη γὰρ οὐκ ᾤετο πίστιν | |
5 | ἕξειν· ὅθεν οἶμαι καὶ ἐπηγγείλατο. | |
5.22.8 | ἡ μὲν δὴ Μελίτη ῥᾴων ἐγεγό‐ νει μόνον ἐλπίσασα. τὰ γὰρ ἡδέα, κἂν μήπω παρῇ, τέρπει ταῖς ἐλπίσιν. | 105 |
5.23.1 | Ἐγὼ δὲ τούτων ἐπιστάμενος οὐδὲν ἠθύμουν μέν, σκοπῶν πῶς ἂν διακρουσαίμην καὶ τὴν ἐπιοῦσαν νύκτα τὴν γυναῖκα καὶ πῶς ἂν συντυχεῖν Λευκίππῃ δυναίμην. | |
5.23.2 | ἐδόκει δέ μοι κἀκείνη τὴν ἴσην σπουδὴν ποιεῖσθαι τοῦ ἀπελθεῖν δι’ αὐτὴν εἰς τοὺς ἀγροὺς καὶ περὶ τὴν ἑσπέραν αὖθις ἥκειν. ἔμελλεν ἡ Μελίτη παρέξειν ὄχημα· ἡμεῖς δὲ ἐπὶ τὸν πότον ᾖμεν. | |
5.23.3 | ἄρτι δὲ κατακλιθέντων ἡμῶν θόρυ‐ βος πολὺς κατὰ τὸν ἀνδρῶνα ἀκούεται καὶ συνδρομή, καὶ εἰστρέχει τις τῶν θεραπόντων, ἀσθμαίνων ἅμα καὶ λέγων· “Θέρσανδρος ζῇ καὶ πάρεστιν.” | |
5.23.4 | ἦν δὲ ὁ Θέρσανδρος οὗτος ὁ τῆς Μελίτης ἀνήρ, ὃν ἐνόμιζε τεθνηκέναι κατὰ θάλασσαν. τῶν γὰρ συνόντων αὐτῷ τινες οἰκετῶν, ὡς περιετράπη τὸ σκάφος, σωθέντες καὶ νομίσαντες ἀπο‐ λωλέναι, τοῦτο ἀπαγγείλαντες ἔτυχον. ἅμα οὖν ὁ οἰκέτης εἶπε καὶ ὁ | |
5 | Θέρσανδρος κατὰ πόδας εἰστρέχει· πάντα γὰρ τὰ περὶ ἐμοῦ πυθό‐ μενος κατὰ τὴν ὁδόν, ἔσπευδε φθάσας καταλαβεῖν με. | |
5.23.5 | ἡ μὲν δὴ Μελίτη ἀνέθορεν ὑπὸ ἐκπλήξεως τοῦ παραλόγου καὶ περιβάλλειν ἐπεχείρει τὸν ἄνδρα. ὁ δὲ τὴν μὲν ὡς εἶχεν ὤθει μάλα ἐρρωμένως, ἐμὲ δὲ ἰδὼν καὶ εἰπών· “Ὁ μοιχὸς οὗτος,” ἐμπηδᾷ καὶ ῥαπίζει με | |
5 | κατὰ κόρρης πληγὴν θυμοῦ γέμουσαν· ἑλκύσας δὲ τῶν τριχῶν ῥάσσει πρὸς τοὔδαφος καὶ προσπίπτων κατακόπτει με πληγαῖς. | |
5.23.6 | ἐγὼ δὲ ὥσπερ ἐν μυστηρίῳ μηδὲν 〈ᾔδειν〉, μήθ’ ὅστις ὁ ἄνθρωπος ἦν μήθ’ οὗ χάριν ἔτυπτεν, ὑποπτεύσας δέ τι κακὸν εἶναι ἐδεδοίκειν ἀμύνα‐ σθαι, καίτοι δυνάμενος. | |
5.23.7 | ἐπεὶ δὲ ἔκαμεν ὁ μὲν τύπτων, ἐγὼ δὲ φιλοσοφῶν, λέγω πρὸς αὐτὸν ἀναστάς· “Τίς ποτε εἶ, ὦ ἄνθρωπε, καὶ | |
τί με οὕτως ᾐκίσω;” ὁ δὲ ἔτι μᾶλλον ὀργισθείς, ὅτι καὶ φωνὴν ἀφῆκα, ῥαπίζει πάλιν καὶ καλεῖ δεσμὰ καὶ πέδας. δεσμεύουσιν οὖν με καὶ | 106 | |
5 | ἄγουσιν εἴς τι δωμάτιον. | |
5.24.1 | Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, λανθάνει μου διαρρυεῖσα ἡ τῆς Λευκίππης ἐπιστολή· ἔτυχον γὰρ αὐτὴν εἴσω τοῦ χιτωνίσκου προσ‐ δεδεμένην ἐκ τῶν τῆς ὀθόνης θυσάνων ἔχων. καὶ ἡ Μελίτη ἀναι‐ ρεῖται λαθοῦσα· ἐδεδίει γὰρ μή τινα τῶν πρός με αὐτῆς γραμμάτων | |
5 | ἦν. | |
5.24.2 | ὡς δὲ ἀνέγνω καθ’ ἑαυτὴν γενομένη καὶ τὸ τῆς Λευκίππης εὗρεν ὄνομα, βάλλεται μὲν τὴν καρδίαν εὐθέως, γνωρίσασα τοὔνομα. οὐ μὴν αὐτὴν ἐνόμιζεν εἶναι τῷ πολλάκις αὐτὴν ἀκοῦσαι τετελευτη‐ κέναι. | |
5.24.3 | ὡς δὲ προϊοῦσα καὶ τοῖς λοιποῖς τῶν γεγραμμένων ἐνέ‐ τυχε, πᾶσαν μαθοῦσα τὴν ἀλήθειαν ἐμεμέριστο πολλοῖς ἅμα τὴν ψυχήν, αἰδοῖ καὶ ὀργῇ καὶ ἔρωτι καὶ ζηλοτυπίᾳ. ᾐσχύνετο τὸν ἄνδρα, ὠργίζετο τοῖς γράμμασιν, ὁ ἔρως ἐμάραινε τὴν ὀργήν, ἐξῆπτε τὸν | |
5 | ἔρωτα ἡ ζηλοτυπία, καὶ τέλος ἐκράτησεν ὁ ἔρως. | |
5.25.1 | Ἦν δὲ πρὸς ἑσπέραν, καὶ ἔτυχε Θέρσανδρος ἐκ τῆς πρώτης ὀργῆς πρὸς ἑταῖρόν τινα τῶν ἐγχωρίων ἐκθορών. ἡ δὲ διαλεχθεῖσα τῷ τὴν φυλακὴν τὴν ἐμὴν πεπιστευμένῳ εἰσέρχεται πρός με λαθοῦσα τοὺς ἄλλους, θεράποντας δύο τοῦ δωματίου προκαθίσασα, καὶ κατα‐ | |
5 | λαμβάνει χαμαὶ καταβεβλημένον. | |
5.25.2 | παραστᾶσα οὖν πάντα ἤθελεν εἰπεῖν ὁμοῦ· τὸ σχῆμα τοῦ προσώπου τοσαῦτα εἶχεν, ὅσα εἰπεῖν ἤθελεν. “Ὦ δυστυχὴς ἐγὼ καὶ ἐπὶ τῷ ἐμαυτῆς κακῷ τεθεαμένη σε, τὸ μὲν πρῶτον ἀτέλεστα ἐρασθεῖσα καὶ μετὰ πάσης ἀνοίας, ἣ καὶ | |
5 | μισουμένη τὸν μισοῦντα φιλῶ καὶ ὀδυνωμένη τὸν ὀδυνῶντα ἐλεῶ, καὶ οὐδὲ ὕβρις τὸν ἔρωτα παύει. | |
5.25.3 | ὦ ζεῦγος κατ’ ἐμοῦ γοήτων, ἀνδρὸς καὶ γυναικός. ὁ μὲν τοσοῦτόν μου χρόνον κατεγέλα, ἡ δὲ ἀπῆλθε κοιμοῦσά μοι φίλτρον. ἐγὼ δὲ ἡ κακοδαίμων ἠγνόουν αἰ‐ τοῦσα παρὰ τῶν ἐχθίστων κατ’ ἐμαυτῆς φάρμακον.” | |
5.25.4 | καὶ ἅμα τὴν ἐπιστολὴν τῆς Λευκίππης μοι προσέρριψεν. ἰδὼν οὖν καὶ γνωρίσας ἔφριξα καὶ ἔβλεπον εἰς γῆν ὡς ἐληλεγμένος. ἡ δὲ ἐτραγῴδει πάλιν· “Οἴμοι δειλαία τῶν κακῶν· καὶ γὰρ τὸν ἄνδρα ἀπώλεσα διὰ σέ, | |
5 | οὔτε γὰρ ἂν ἔχοιμί σε τοῦ λοιποῦ χρόνου κἂν μέχρι τῶν ὀμμάτων τῶν κενῶν, ἐπεὶ μὴ δεδύνησαι τούτων πλέον. | 107 |
5.25.5 | οἶδα ὅτι ὁ ἀνήρ με μισεῖ καὶ μοιχείαν κατέγνωκεν ἐπὶ σοί, μοιχείαν ἄκαρπον, μοιχείαν ἀναφρόδιτον, ἧς μόνον τὴν λοιδορίαν κεκέρδακα. αἱ μὲν γὰρ ἄλλαι γυναῖκες μισθὸν τῆς αἰσχύνης ἔχουσι τὴν τῆς ἐπιθυμίας ἡδονήν, ἐγὼ | |
5 | δὲ ἡ δυστυχὴς τὴν μὲν αἰσχύνην ἐκαρπωσάμην, τὸ δὲ τῆς ἡδονῆς οὐδαμοῦ. | |
5.25.6 | ἄπιστε καὶ βάρβαρε, ἐτόλμησας οὕτως ἐρῶσαν γυναῖκα κατατῆξαι, καὶ ταῦτα Ἔρωτος καὶ σὺ δοῦλος ὤν; οὐκ ἐφοβήθης αὐτοῦ τὰ μηνίματα; οὐκ ᾐδέσθης αὐτοῦ τὸ πῦρ; οὐκ ἐτίμησας αὐτοῦ τὰ μυστήρια; οὐ κατέκλασέ σε ταῦτα τὰ ὄμματα δακρύοντα; | |
5.25.7 | ὦ καὶ λῃστῶν ἀγριώτερε· δάκρυα γὰρ καὶ λῃστὴς αἰσχύνεται. οὐδέν σε ἠρέθισεν εἰς Ἀφροδίτην κἂν μίαν, οὐ δέησις, οὐ χρόνος, οὐχ ἡ τῶν σωμάτων συμπλοκή, ἀλλά, τὸ πάντων ὑβριστικώτατον, προσ‐ | |
5 | απτόμενος, καταφιλῶν, οὕτως ἀνέστης ὡς ἄλλη γυνή. | |
5.25.8 | τίς αὕτη τῶν γάμων ἡ σκιά; οὐ μὲν δὴ γεγηρακυίᾳ συνεκάθευδες, οὐδὲ ἀπο‐ στρεφομένῃ σου τὰς περιπλοκάς, ἀλλὰ καὶ νέᾳ καὶ φιλούσῃ, εἴποι δ’ ἂν ἄλλος ὅτι καὶ καλῇ. εὐνοῦχε καὶ ἀνδρόγυνε καὶ κάλλους βά‐ | |
5 | σκανε, ἐπαρῶμαί σοι δικαιοτάτην ἀράν· οὕτως σε ἀμύναιτο ὁ Ἔρως εἰς τὰ σά.” ταῦτα ἔλεγε, καὶ ἅμα ἔκλαεν. | |
5.26.1 | Ὡς δὲ ἐσιώπων ἐγὼ κάτω νενευκώς, μικρὸν διαλιποῦσα λέγει μεταβαλοῦσα· “Ἃ μὲν εἶπον, ὦ φίλτατε, θυμὸς ἔλεγε καὶ λύπη· ἃ δὲ νῦν μέλλω λέγειν, ἔρως λέγει. κἂν ὀργίζωμαι, καίομαι· κἂν ὑβρίζωμαι, φιλῶ. | |
5.26.2 | σπεῖσαι κἂν νῦν, ἐλέησον· οὐκέτι δέομαι πολλῶν ἡμερῶν καὶ γάμου μακροῦ, ὃν ἡ δυστυχὴς ὠνειροπόλουν ἐπὶ σοί· ἀρκεῖ μοι κἂν μία συμπλοκή· μικροῦ δέομαι φαρμάκου πρὸς τηλικαύτην νόσον. σβέσον μοι ὀλίγον τοῦ πυρός. εἰ δέ τί σοι προ‐ | |
5 | πετῶς ἐθρασυνάμην, σύγγνωθι, φίλτατε· ἔρως ἀτυχῶν καὶ μαίνεται. | |
5.26.3 | ἀσχημονοῦσα οἶδα, ἀλλ’ οὐκ αἰσχύνομαι τὰ τοῦ Ἔρωτος ἐξαγο‐ ρεύουσα μυστήρια. πρὸς ἄνδρα λαλῶ μεμυημένον· οἶδας τί πάσχω. τοῖς δὲ ἄλλοις ἀνθρώποις ἀθέατα τὰ βέλη τοῦ θεοῦ, καὶ οὐκ ἄν τις ἐπιδεῖξαι δύναιτο τὰ τοξεύματα· μόνοι δὲ οἴδασιν οἱ ἐρῶντες τὰ | |
5 | τῶν ὁμοίων τραύματα. | |
5.26.4 | ἔτι μόνον ἔχω ταύτην τὴν ἡμέραν· τὴν | |
ὑπόσχεσιν ἀπαιτῶ. ἀναμνήσθητι τῆς Ἴσιδος, αἰδέσθητι τοὺς ὅρκους τοὺς ἐκεῖ. εἰ μὲν γὰρ καὶ συνοικεῖν ἤθελες, ὥσπερ ὤμοσας, οὐκ ἂν ἐφρόντισα μυρίων Θερσάνδρων. ἐπεὶ δὲ Λευκίππην εὑρόντι σοι γάμος | 108 | |
5 | ἀδύνατος ἄλλης γυναικός, ἑκοῦσά σοι κἀγὼ τοῦτο παραχωρῶ. οἶδα νικωμένη· οὐκ αἰτῶ πλέον ἢ δύναμαι τυχεῖν. κατ’ ἐμοῦ γὰρ πάντα καινά· ἀναβιοῦσι καὶ νεκροί. | |
5.26.5 | ὦ θάλασσα, πλέουσαν μέν με διέ‐ σωσας, σώσασα δὲ μᾶλλον ἀπολώλεκας, δύο ἀποστείλασα κατ’ ἐμοῦ νεκρούς· οὐκ ἤρκει γὰρ Λευκίππη μόνη (ζησάτω, ἵνα μηκέτι λυπῆ‐ ται Κλειτοφῶν)· νῦν δὲ καὶ ὁ ἄγριος Θέρσανδρος ἡμῖν πάρεστι. | |
5.26.6 | τετύπτησαι βλεπούσης μου, καὶ βοηθεῖν ἡ δυστυχὴς οὐκ ἠδυνάμην· ἐπὶ τοῦτο τὸ πρόσωπον πληγαὶ κατηνέχθησαν, ὦ θεοί· δοκῶ, τυφλὸς Θέρσανδρος ἦν. | |
5.26.7 | ἀλλὰ δέομαι, Κλειτοφῶν δέσποτα (δεσπότης γὰρ εἶ ψυχῆς τῆς ἐμῆς), ἀπόδος σεαυτὸν τήμερον πρῶτα καὶ ὕστατα· ἐμοὶ δὲ ἡμέραι τὸ βραχὺ τοῦτο πολλαί. οὕτω μηκέτι Λευκίππην ἀπολέσειας, οὕτω μηκέτι μηδὲ ψευδῶς ἀποθάνοι. | |
5.26.8 | μὴ ἀτιμάσῃς τὸν ἔρωτα τὸν ἐμόν, δι’ ὃν τὰ μέγιστα εὐτυχεῖς. οὗτός σοι Λευκίππην ἀποδέδωκεν· εἰ γάρ σου μὴ ἠράσθην ἐγώ, εἰ γάρ σε μὴ ἐνταῦθα ἤγαγον, ἦν ἂν ἔτι σοι Λευκίππη νεκρά. | |
5.26.9 | εἰσίν, ὦ Κλειτοφῶν, καὶ Τύχης δωρεαί. ἤδη τις θησαυρῷ περιτυχὼν τὸν τόπον τῆς εὑρέσεως ἐτίμησε, βωμὸν ἤγειρε, θυσίαν προσήνεγκεν, ἐστεφάνωσε τὴν γῆν· σὺ δὲ παρ’ ἐμοὶ θησαυρὸν ἔρωτος εὑρὼν ἀτιμάζεις τὰ εὐεργετήματα. | |
5.26.10 | νόμιζέ σοι τὸν Ἔρωτα δι’ ἐμοῦ λέγειν· ‘Ἐμοὶ χάρισαι τοῦτο, Κλειτοφῶν, τῷ σῷ μυσταγωγῷ· μὴ ἀμύητον Μελίτην ἀπέλθῃς κατα‐ λιπών· καὶ τὸ ταύτης ἐμόν ἐστι πῦρ.‘ ἄκουσον δὲ ὡς καὶ τἆλλα μοι μέλει περὶ σοῦ. | |
5.26.11 | λυθήσῃ μὲν γὰρ ἄρτι τῶν δεσμῶν, κἂν Θερσάνδρῳ μὴ δοκῇ. καταγωγῆς δὲ τεύξῃ τοσούτων ἡμερῶν, ὅσων ἐὰν θέλῃς, πρὸς ἐμὸν σύντροφον. ἕωθεν δὲ καὶ τὴν Λευκίππην παρέ‐ σεσθαι προσδόκα· | |
5.26.12 | διανυκτερεύσειν γὰρ ἔλεγεν εἰς τὸν ἀγρὸν βοτανῶν ἕνεκεν χάριν, ὡς ἐν ὄψει τῆς σελήνης αὐτὰς ἀναλάβοι. οὕτω γάρ μου κατεγέλα· ᾔτησα γὰρ φάρμακον παρ’ αὐτῆς ὡς Θετταλῆς | |
κατὰ σοῦ. τί γὰρ ἠδυνάμην ἔτι ποιεῖν ἀποτυγχάνουσα ἢ βοτάνας | 109 | |
5 | ζητεῖν καὶ φάρμακα; αὕτη γὰρ τῶν ἐν ἔρωτι δυστυχούντων ἡ κατα‐ φυγή. | |
5.26.13 | ὁ Θέρσανδρος, ὡς καὶ περὶ τούτου θαρρήσῃς, ἐξεπήδησε πρὸς ἑταῖρον αὑτοῦ, ἐξανιστάμενος ἐμοὶ τῆς οἰκίας ὑπὸ ὀργῆς· δοκεῖ δ’ ἔμοιγε θεός τις αὐτὸν ἐντεῦθεν ἐξεληλακέναι, ἵνα σου τὰ τελευταῖα ταῦτα δυνηθῶ τυχεῖν. ἀλλά μοι σαυτὸν ἀπόδος.” | |
5.27.1 | Ταῦτα φιλοσοφήσασα (διδάσκει γὰρ ὁ Ἔρως καὶ λόγους) ἔλυε τὰ δεσμὰ καὶ τὰς χεῖρας κατεφίλει καὶ τοῖς ὀφθαλμοῖς καὶ τῇ καρδίᾳ προσέφερε καὶ εἶπεν· “Ὁρᾷς πῶς πηδᾷ καὶ πάλλει πυκνὸν παλμὸν ἀγωνίας γέμοντα καὶ ἐλπίδος, γένοιτο δὲ καὶ ἡδονῆς· καὶ | |
5 | ἔοικεν ἱκετεύειν σε τῷ πηδήματι.” | |
5.27.2 | ὡς οὖν με ἔλυσε καὶ περιέβαλε κλαίουσα, ἔπαθόν τι ἀνθρώπινον καὶ ἀληθῶς ἐφοβήθην τὸν Ἔρωτα, μή μοι γένηται μήνιμα ἐκ τοῦ θεοῦ, καὶ ἄλλως ὅτι Λευκίππην ἀπει‐ λήφειν, καὶ ὅτι μετὰ ταῦτα τῆς Μελίτης ἀπαλλάττεσθαι ἔμελλον, καὶ | |
5 | ὅτι οὐδὲ γάμος ἔτι τὸ πραττόμενον ἦν, ἀλλὰ φάρμακον ὥσπερ ψυχῆς νοσούσης. | |
5.27.3 | περιβαλλούσης οὖν ἠνειχόμην καὶ περιπλεκομένης πρὸς τὰς περιπλοκὰς οὐκ ἀντέλεγον· καὶ ἐγένετο ὅσα ὁ Ἔρως ἤθελεν, οὔτε στρωμνῆς ἡμῶν δεηθέντων οὔτε ἄλλου τινὸς τῶν εἰς παρασκευὴν Ἀφροδισίων. | |
5.27.4 | αὐτουργὸς γὰρ ὁ Ἔρως καὶ αὐτοσχέδιος σοφιστὴς καὶ πάντα τόπον αὑτῷ τιθέμενος μυστήριον. τὸ δ’ ἀπερίεργον εἰς Ἀφροδίτην ἥδιον μᾶλλον τοῦ πολυπράγμονος· αὐτοφυῆ γὰρ ἔχει τὴν | |
ἡδονήν. | 110 | |
6.1.1 | Ἐπεὶ οὖν τὴν Μελίτην ἰασάμην, λέγω πρὸς αὐτήν· “Ἀλλ’ ὅπως μοι τῆς φυγῆς παράσχῃς τὴν ἀσφάλειαν καὶ τἆλλα ὡς ὑπέσχου περὶ Λευκίππης.” “Μὴ φροντίσῃς,” εἶπε, “τοῦ γε κατ’ ἐκείνην μέρους, ἀλλ’ ἤδη νόμιζε Λευκίππην ἔχειν. σὺ δὲ ἔνδυθι τὴν ἐσθῆτα | |
5 | τὴν ἐμὴν καὶ κλέπτε τὸ πρόσωπον τῷ πέπλῳ. | |
6.1.2 | ἡγήσεται δέ σοι τῆς ἐπὶ τὰς θύρας ὁδοῦ Μελανθώ· περιμενεῖ δέ σε καὶ νεανίσκος ἐπ’ αὐταῖς ταῖς θύραις, ᾧ προστεταγμένον ἐστὶν ἐξ ἐμοῦ κομίσαι σε εἰς τὴν οἰκίαν, οὗ καὶ Κλεινίαν καὶ Σάτυρον εὑρήσεις καὶ Λευκίππη σοι | |
5 | παρέσται.” | |
6.1.3 | ταῦτα ἅμα λέγουσα ἐσκεύασέ με ὡς ἑαυτὴν καὶ κατα‐ φιλοῦσα, “Ὡς εὐμορφότερος,” ἔφη, “παρὰ πολὺ γέγονας τῇ στολῇ· τοιοῦτον Ἀχιλλέα ποτ’ ἐθεασάμην ἐν γραφῇ. ἀλλά μοι, φίλτατε, σώζοιο καὶ τὴν ἐσθῆτα ταύτην φύλαττε μνήμην· ἐμοὶ δὲ τὴν σὴν | |
5 | κατάλιπε, ὡς ἂν ἔχοιμι ἐνδυομένη σοι περικεχύσθαι.” | |
6.1.4 | δίδωσι δέ μοι καὶ χρυσοῦς ἑκατὸν καὶ καλεῖ τὴν Μελανθώ· θεράπαινα δὲ ἦν αὕτη τῶν πιστῶν καὶ ἐφήδρευε ταῖς θύραις. ὡς δὲ εἰσῆλθε, λέγει περὶ ἐμοῦ τὰ συγκείμενα καὶ κελεύει πάλιν ἀναστρέφειν πρὸς αὐτήν, | |
5 | ἐπειδὰν ἔξω γένωμαι θυρῶν. | |
6.2.1 | Ἐγὼ μὲν δὴ τοῦτον τὸν τρόπον ὑπεκδύομαι· καὶ ὁ φύλαξ τοῦ οἰκήματος ἀνεχώρησε, νομίσας τὴν δέσποιναν εἶναι, νευσάσης αὐτῷ τῆς Μελανθοῦς· καὶ διὰ τῶν ἐρήμων τῆς οἰκίας ἐπί τινα θύραν οὐκ ἐν ὁδῷ κειμένην ἔρχομαι, καί με ὁ πρὸς τῆς Μελίτης ταύτῃ προστε‐ | 111 |
5 | ταγμένος ἀπολαμβάνει. | |
6.2.2 | ἀπελεύθερος δὲ αὐτὸς τῶν συμπεπλευκό‐ των ἦν ἡμῖν καὶ ἄλλως ἐμοὶ κεχαρισμένος. ὡς δὲ ἀνέστρεψεν ἡ Μελανθώ, καταλαμβάνει τὸν φρουρὸν ἄρτι ἐπικλείσαντα τὸ οἴκημα, καὶ ἀνοίγειν ἐκέλευεν αὖθις. | |
6.2.3 | ὡς δὲ ἤνοιξε καὶ παρελθοῦσα ἐμή‐ νυσε τῇ Μελίτῃ τὴν ἔξοδον τὴν ἐμήν, καλεῖ τὸν φύλακα. κἀκεῖνος, ὡς τὸ εἰκός, θέαμα ἰδὼν παραδοξότατον τῆς κατὰ τὴν ἔλαφον ἀντὶ παρθένου παροιμίας, ἐξεπλάγη καὶ ἔστη σιωπῇ. | |
6.2.4 | λέγει οὖν πρὸς αὐτόν· “Οὐκ ἀπιστοῦσά σοι μὴ οὐκ ἐθελήσῃς ἀφεῖναι Κλειτοφῶντα ταύτης ἐδεήθην τῆς κλοπῆς, ἀλλ’ ἵνα σοι πρὸς Θέρσανδρον ἡ τῆς αἰτίας ἀπόλυσις ᾖ ὡς οὐ συνεγνωκότι. | |
6.2.5 | χρυσοῖ δέ σοι οὗτοι δῶρον δέκα, δῶρον μέν, ἂν ἐνταῦθα μένῃς, παρὰ Κλειτοφῶντος· ἐὰν δὲ νομίσῃς φυγεῖν βέλτιον, ἐφόδιον.” καὶ ὁ Πασίων (τοῦτο γὰρ ἦν ὄνομα τῷ φύλακι), “Πάνυ,” ἔφη, “δέσποινα, τὸ σοὶ δοκοῦν κἀμοὶ | |
5 | δοκεῖ καλῶς ἔχειν.” | |
6.2.6 | ἔδοξεν οὖν τῇ Μελίτῃ τὸ νῦν ἀναχωρεῖν, ὅταν δὲ ἐν καλῷ θῆται τὰ πρὸς τὸν ἄνδρα καὶ γένηται τὰ τῆς ὀργῆς ἐν γαλήνῃ, τότε μετιέναι. καὶ ὁ μὲν οὕτως ἔπραξεν. | |
6.3.1 | Ἐμοὶ δὲ ἡ συνήθης Τύχη πάλιν ἐπιτίθεται καὶ συντίθεται κατ’ ἐμοῦ δρᾶμα καινόν· ἐπάγει γάρ μοι τὸν Θέρσανδρον εὐθὺς παρελ‐ θόντα. μεταπεισθεὶς γὰρ ὑπὸ τοῦ φίλου, πρὸς ὃν ᾤχετο, μὴ ἀπό‐ κοιτος γενέσθαι, δειπνήσας πάλιν ἀνέστρεφεν ἐπὶ τὴν οἰκίαν. | |
6.3.2 | ἦν δὲ τῆς Ἀρτέμιδος ἱερομηνία καὶ μεθυόντων πάντα μεστά, ὥστε καὶ δι’ ὅλης νυκτὸς τὴν ἀγορὰν ἅπασαν κατεῖχε πλῆθος ἀνθρώπων. κἀγὼ μὲν ἐδόκουν τοῦτο μόνον εἶναι τὸ δεινόν· ἐλελήθει δὲ καὶ | |
5 | ἄλλο τεχθέν μοι χαλεπώτερον. | |
6.3.3 | ὁ γὰρ Σωσθένης ὁ τὴν Λευκίππην ἐωνημένος, ὃν ἡ Μελίτη τῆς τῶν ἀγρῶν ἐκέλευσεν ἀποστῆναι διοική‐ σεως, μαθὼν παρεῖναι τὸν δεσπότην τούς τε ἀγροὺς οὐκέτι ἀφῆκε τήν τε Μελίτην ἤθελεν ἀμύνασθαι. | |
6.3.4 | καὶ πρῶτον μὲν φθάσας κατα‐ μηνύει μου πρὸς τὸν Θέρσανδρον (ὁ γὰρ διαβαλὼν αὐτὸς ἦν), ἔπειτα καὶ περὶ Λευκίππης λέγει πάνυ πιθανῶς πλασάμενος. ἐπεὶ γὰρ αὐτὸς αὐτῆς ἀπεγνώκει τυχεῖν, μαστροπεύει πρὸς τὸν δεσπότην, ὡς ἂν | 112 |
5 | αὐτὸν τῆς Μελίτης ἀπαγάγοι· “Κόρην ἐωνησάμην, ὦ δέσποτα, καλήν, ἀλλὰ χρῆμά τι κάλλους ἄπιστον· | |
6.3.5 | οὕτως αὐτὴν πιστεύσειας ἀκούων, ὡς ἰδών. ταύτην ἐφύλαττόν σοι· καὶ γὰρ ἠκηκόειν ζῶντά σε, καὶ ἐπίστευον, ὅπερ ἤθελον. ἀλλ’ οὐκ ἐξέφαινον, ἵνα τὴν δέ‐ σποιναν ἐπ’ αὐτοφώρῳ καταλάβοις καὶ μή σου καταγελᾷ μοιχὸς ἄτιμος | |
5 | καὶ ξένος. | |
6.3.6 | ἀφῄρηται δὲ ταύτην χθὲς ἡ δέσποινα καὶ ἔμελλεν ἀπο‐ πέμψειν· ἡ τύχη δὲ ἐτήρησέ σοι, ὥστε τοσοῦτον κάλλος λαβεῖν. ἔστι δὲ νῦν ἐν τοῖς ἀγροῖς, οὐκ οἶδ’ ὅπως πρὸς αὐτῆς ἀπεσταλμένη. πρὶν οὖν αὖθις ἐπανελθεῖν, εἰ θέλεις, κατακλείσας αὐτὴν φυλάξω σοι, ὡς | |
5 | ὑπὸ σοὶ γένοιτο.” | |
6.4.1 | Ἐπῄνεσεν ὁ Θέρσανδρος καὶ ἐκέλευσε τοῦτο ποιεῖν. ἔρχεται δὴ σπουδῇ μάλα ὁ Σωσθένης εἰς τοὺς ἀγρούς, καὶ τὴν καλύβην ἑωρα‐ κώς, ἔνθα ἡ Λευκίππη διανυκτερεύειν ἔμελλε, δύο τῶν ἐργατῶν παρα‐ λαβὼν τοὺς μὲν κελεύει τὰς θεραπαινίδας, αἵπερ ἦσαν ἅμα τῇ Λευ‐ | |
5 | κίππῃ παροῦσαι, περιελεῖν δόλῳ καὶ καλεσαμένους ὅτι πορρωτάτω διατρίβειν ἔχοντας ἐφ’ ὁμιλίᾳ· | |
6.4.2 | δύο δὲ ἄλλους διάγων, ὡς εἶδε τὴν Λευκίππην μόνην, εἰσπηδήσας καὶ τὸ στόμα ἐπισχὼν συναρπάζει καὶ κατὰ θάτερα τῆς τῶν θεραπαινίδων ἐκτροπῆς χωρεῖ, φέρων εἴς τι δωμάτιον ἀπόρρητον, καὶ καταθέμενος λέγει πρὸς αὐτήν· “Ἥκω | |
5 | σοι φέρων σωρὸν ἀγαθῶν· ἀλλ’ ὅπως εὐτυχήσασα μὴ ἐπιλήσῃ μου. | |
6.4.3 | μὴ γὰρ φοβηθῇς ταύτην τὴν ἁρπαγήν, μηδὲ ἐπὶ κακῷ τῷ σῷ γεγονέναι δόξῃς· αὕτη γὰρ τὸν δεσπότην τὸν ἐμὸν ἐραστήν σοι προ‐ ξενεῖ.” ἡ μὲν δὴ τῷ παραλόγῳ τῆς συμφορᾶς ἐκπλαγεῖσα ἐσιώπη‐ σεν· ὁ δὲ ἐπὶ τὸν Θέρσανδρον ἔρχεται καὶ λέγει τὰ πεπραγμένα. | |
5 | ἔτυχε δὲ ὁ Θέρσανδρος ἐπανιὼν εἰς τὴν οἰκίαν. | |
6.4.4 | τοῦ δὲ Σωσθένους αὐτῷ μηνύσαντος τὰ περὶ τῆς Λευκίππης καὶ κατατραγῳδοῦντος αὐτῆς τὸ κάλλος, μεστὸς γενόμενος ἐκ τῶν εἰρημένων ὡσεὶ κάλλους | |
φαντάσματος, φύσει καλοῦ, παννυχίδος οὔσης καὶ ὄντων μεταξὺ | 113 | |
5 | τεσσάρων σταδίων ἐπὶ τοὺς ἀγρούς, ἡγεῖσθαι κελεύσας ἐπ’ αὐτὴν χωρεῖν ἔμελλεν. | |
6.5.1 | Ἐν τούτῳ δὲ ἐγὼ τὴν ἐσθῆτα τῆς Μελίτης εἶχον ἠμφιεσμένος· καὶ ἀπερισκέπτως ἐμπίπτω κατὰ πρόσωπον αὐτοῖς, καί με ὁ Σω‐ σθένης πρῶτος γνωρίσας, “Ἀλλ’ ἰδού,” φησίν, “οὗτος ὁ μοιχὸς βακ‐ χεύων ἡμῖν ἔπεισι καὶ τῆς σῆς γυναικὸς ἔχων λάφυρα.” | |
6.5.2 | ὁ μὲν οὖν νεανίσκος ἔτυχε προηγούμενος καὶ προϊδὼν ἀποφεύγει, μὴ καιρὸν λαβὼν ὑπὸ δέους κἀμοὶ προμηνῦσαι· ἐμὲ δὲ ἰδόντες συλλαμβάνουσι, καὶ ὁ Θέρσανδρος βοᾷ, καὶ πλῆθος τῶν παννυχιζόντων συνέρρεεν. | |
6.5.3 | ἔτι μᾶλλον οὖν ὁ Θέρσανδρος ἐδεινοπάθει, ῥητὰ μὲν καὶ ἄρρητα βοῶν, τὸν μοιχόν, τὸν λωποδύτην· ἄγει δέ με εἰς τὸ δεσμωτήριον καὶ παραδίδωσιν, ἔγκλημα μοιχείας ἐπιφέρων. | |
6.5.4 | ἐμὲ δὲ ἐλύπει τού‐ των μὲν οὐδέν, οὔτε ἡ τῶν δεσμῶν ὕβρις, οὔτε ἡ τῶν λόγων αἰκία· καὶ γὰρ ἐθάρρουν τῷ λόγῳ περιέσεσθαι μὴ μοιχὸς εἶναι, γῆμαι δὲ ἐμφανῶς. δέος δέ με περὶ τῆς Λευκίππης εἶχεν, οὔπω σαφῶς αὐτὴν | |
5 | ἀπολαβόντα. | |
6.5.5 | ψυχαὶ δὲ πεφύκασι μάντεις τῶν κακῶν, ἐπεὶ τῶν γε ἀγαθῶν ἥκιστα ἐκ μαντείας εὐτυχοῦμεν. οὐδὲν οὖν ὑγιὲς ἐνε‐ νόουν περὶ τῆς Λευκίππης, ἀλλ’ ἦν ὕποπτά μοι πάντα καὶ μεστὰ δείματος. ἐγὼ μὲν οὖν οὕτως εἶχον τὴν ψυχὴν κακῶς. | |
6.6.1 | Ὁ δὲ Θέρσανδρος ἐμβαλών με εἰς τὸ δεσμωτήριον, ὡς εἶχεν ὁρμῆς ἐπὶ τὴν Λευκίππην ἵεται. ὡς δὲ παρῆσαν ἐπὶ τὸ δωμάτιον, καταλαμβάνουσιν αὐτὴν χαμαὶ κειμένην, ἐν νῷ καθεστηκυῖαν ὧν ἔτυχεν ὁ Σωσθένης εἰπών, ἐμφαίνουσαν τοῖς προσώποις λύπην ὁμοῦ | |
5 | καὶ δέος. | |
6.6.2 | ὁ γὰρ νοῦς οὔ μοι δοκεῖ λελέχθαι καλῶς ἀόρατος εἶναι τὸ παράπαν· φαίνεται γὰρ ἀκριβῶς ὡς ἐν κατόπτρῳ τῷ προσώπῳ. ἡσθείς τε γὰρ ἐξέλαμψε τοῖς ὀφθαλμοῖς εἰκόνα χαρᾶς καὶ ἀνιαθεὶς συνέστειλε τὸ πρόσωπον εἰς τὴν ὄψιν τῆς συμφορᾶς. | |
6.6.3 | ὡς οὖν ἤκου‐ σεν ἡ Λευκίππη ἀνοιγομένων τῶν θυρῶν, ἦν δὲ ἔνδον λύχνος, ἀνανεύ‐ σασα μικρὸν αὖθις τοὺς ὀφθαλμοὺς κατέβαλεν. ἰδὼν δὲ ὁ Θέρσανδρος τὸ κάλλος ἐκ παραδρομῆς, ὡς ἁρπαζομένης ἀστραπῆς (μάλιστα γὰρ | |
5 | ἐν τοῖς ὀφθαλμοῖς κάθηται τὸ κάλλος) ἀφῆκε τὴν ψυχὴν ἐπ’ αὐτὴν καὶ εἱστήκει τῇ θέᾳ δεδεμένος, ἐπιτηρῶν πότε αὖθις ἀναβλέψει πρὸς αὐτόν. | 114 |
6.6.4 | ὡς δὲ ἔνευσεν εἰς τὴν γῆν, λέγει· “Τί κάτω βλέπεις, γύναι; τί δέ σου τὸ κάλλος τῶν ὀφθαλμῶν εἰς γῆν καταρρεῖ; ἐπὶ τοὺς ὀφθαλ‐ μοὺς μᾶλλον ῥεέτω τοὺς ἐμούς.” | |
6.7.1 | Ἡ δὲ ὡς ἤκουσεν, ἐπλήσθη δακρύων, καὶ εἶχεν αὐτῆς ἴδιον κάλλος καὶ τὰ δάκρυα. δάκρυον γὰρ ὀφθαλμὸν ἀνίστησι καὶ ποιεῖ προπετέστερον. κἂν μὲν ἄμορφος ᾖ καὶ ἄγροικος, προστίθησιν εἰς δυσμορφίαν· ἐὰν δὲ ἡδὺς καὶ τοῦ μέλανος ἔχων τὴν βαφὴν ἠρέμα | |
5 | τῷ λευκῷ στεφανούμενος, ὅταν τοῖς δάκρυσιν ὑγρανθῇ, ἔοικε πηγῆς ἐγκύμονι μαζῷ. | |
6.7.2 | χεομένης δὲ τῆς τῶν δακρύων ἅλμης περὶ τὸν κύκλον, τὸ μὲν πιαίνεται, τὸ δὲ μέλαν πορφύρεται, καὶ ἔστιν ὅμοιον τὸ μὲν ἴῳ, τὸ δὲ ναρκίσσῳ· τὰ δὲ δάκρυα τῶν ὀφθαλμῶν ἔνδον εἱλούμενα γελᾷ. | |
6.7.3 | τοιαῦτα Λευκίππης ἦν τὰ δάκρυα, αὐτὴν τὴν λύπην εἰς κάλλος νενικηκότα· εἰ δὲ ἠδύνατο παγῆναι πεσόντα, καινὸν ἂν εἶχεν ἤλεκτρον ἡ γῆ. ὁ δὲ Θέρσανδρος ἰδὼν πρὸς μὲν τὸ κάλλος ἐκεχήνει, πρὸς δὲ τὴν λύπην ἐξεμεμήνει, καὶ τοὺς ὀφθαλμοὺς δα‐ | |
5 | κρύων ἐγκύους εἶχεν. | |
6.7.4 | ἔστι μὲν γὰρ φύσει δάκρυον ἐπαγωγότατον ἐλέου τοῖς ὁρῶσι· τὸ δὲ τῶν γυναικῶν μᾶλλον, ὅσῳ θαλερώτερον, τοσούτῳ καὶ γοητότερον. ἐὰν δὲ ἡ δακρύουσα ᾖ καὶ καλὴ καὶ ὁ θεατὴς ἐραστής, οὐδ’ ὀφθαλμὸς ἀτρεμεῖ, ἀλλὰ τὸ δακρύον ἐμιμή‐ | |
5 | σατο. | |
6.7.5 | ἐπειδὴ γὰρ εἰς τὰ ὄμματα τῶν καλῶν τὸ κάλλος κάθηται, ῥέον ἐκεῖθεν ἐπὶ τοὺς ὀφθαλμοὺς τῶν ὁρώντων ἵσταται καὶ τῶν δα‐ κρύων τὴν πηγὴν συνεφέλκεται. ὁ δὲ ἐραστὴς δεξάμενος ἄμφω τὸ μὲν κάλλος εἰς τὴν ψυχὴν ἥρπασε, τὸ δὲ δάκρυον εἰς τοὺς ὀφθαλμοὺς | |
5 | ἐτήρησεν, ὁραθῆναι δὲ εὔχεται, καὶ ἀποψήσασθαι δυνάμενος οὐκ ἐθέλει, ἀλλὰ τὸ δάκρυον ὡς δύναται κατέχει καὶ φοβεῖται μὴ πρὸ καιροῦ φύγῃ. | |
6.7.6 | ὁ δὲ καὶ τῶν ὀφθαλμῶν τὴν κίνησιν ἐπέχει, μὴ πρὶν τὸ ἐρώμενον ἰδεῖν ταχὺ θελήσῃ πεσεῖν· μαρτυρίαν γὰρ ταύτην νενόμικεν ὅτι καὶ φιλεῖ. | |
6.7.7 | τοιοῦτό τι καὶ τῷ Θερσάνδρῳ συμβε‐ βήκει· ἐδάκρυε γὰρ πρὸς ἐπίδειξιν, παθὼν μέν τι, κατὰ τὸ εἰκός, ἀνθρώπινον, καλλωπιζόμενος δὲ πρὸς τὴν Λευκίππην, ὡς διὰ τοῦτο δεδακρυμένος, ὅτι κἀκείνη δακρύει. | 115 |
6.7.8 | λέγει οὖν πρὸς τὸν Σω‐ σθένην προσκύψας· “Νῦν μὲν αὐτὴν θεράπευσον· ὁρᾷς γὰρ ὡς ἔχει λύπης· ὥστε ὑπεκστήσομαι καὶ μάλα ἄκων, ὡς μὴ ὀχληρὸς εἴην. ὅταν δὲ ἡμερώτερον διατεθῇ, τότε αὐτῇ διαλεχθήσομαι. | |
6.7.9 | σὺ δέ, ὦ γύναι, θάρσει· ταχὺ γάρ σου ταῦτα τὰ δάκρυα ἰάσομαι.” εἶτα πρὸς τὸν Σωσθένην πάλιν, ἐξιών, “Ὅπως εἴπῃς τὰ εἰκότα περὶ ἐμοῦ· ἕωθεν δὲ ἧκε πρός με κατορθώσας,” ἔφη. ἐπὶ τούτοις ἀπηλλάττετο. | |
6.8.1 | Ἐν ᾧ δὲ ταῦτα ἐπράττετο, ἔτυχεν ἐπὶ τὴν Λευκίππην μετὰ τὴν πρός με ὁμιλίαν εὐθὺς εἰς τοὺς ἀγροὺς τὴν Μελίτην νεανίσκον ἀποστείλασαν, ἐπείγειν αὐτὴν εἰς τὴν ἐπάνοδον, μηδὲν ἔτι δεομένην φαρμάκων. | |
6.8.2 | ὡς οὖν ἧκεν οὗτος εἰς τοὺς ἀγρούς, καταλαμβάνει τὰς θεραπαινίδας ζητούσας τὴν Λευκίππην καὶ πάνυ τεταραγμένας· ὡς δὲ οὐκ ἦν οὐδαμοῦ, δρόμῳ φθάσας ἀπήγγειλε τὸ συμβάν. | |
6.8.3 | ἡ δὲ ὡς ἤκουσε τὰ περὶ ἐμοῦ, ὡς εἴην εἰς τὸ δεσμωτήριον ἐμβληθείς, εἶτα περὶ τῆς Λευκίππης, ὡς ἀφανὴς ἐγένετο, νέφος αὐτῇ κατεχύθη λύπης. | |
6.8.4 | καὶ τὸ μὲν ἀληθὲς οὐκ εἶχεν εὑρεῖν, ὑπενόει δὲ τὸν Σω‐ σθένην. βουλομένη δὲ φανερὰν αὐτῆς ζήτησιν ποιήσασθαι διὰ τοῦ Θερσάνδρου, τέχνην λόγων ἐπενόησεν, ἥτις μεμιγμένην εἶχε τῷ σοφί‐ σματι τὴν ἀλήθειαν. | |
6.9.1 | Ἐπεὶ γὰρ ὁ Θέρσανδρος εἰσελθὼν εἰς τὴν οἰκίαν ἐβόα πάλιν, “Τὸν μοιχὸν ἐξέκλεψας σύ, τῶν δεσμῶν ἐξέλυσας καὶ τῆς οἰκίας ἐξαπέστειλας· σὸν τὸ ἔργον. τί οὖν οὐκ ἠκολούθεις αὐτῷ; τί δὲ ἐνταῦθα μένεις; ἀλλ’ οὐκ ἄπει πρὸς τὸν ἐρώμενον, ἵνα αὐτὸν ἴδῃς στερ‐ | |
5 | ροτέροις δεσμοῖς δεδεμένον;” ἡ Μελίτη, “Ποῖον μοιχόν;” ἔφη. “τί πάσχεις; εἰ γὰρ θέλεις, τὴν μανίαν ἀφείς, ἀκοῦσαι τὸ πᾶν, μαθήσῃ ῥᾳδίως τὴν ἀλήθειαν. | |
6.9.2 | ἓν οὖν σου δέομαι· γενοῦ μοι δικαστὴς ἴσος, | |
καὶ καθάρας μέν σου τὰ ὦτα τῆς διαβολῆς, ἐκβαλὼν δὲ τῆς καρδίας τὴν ὀργήν, τὸν δὲ λογισμὸν ἐπιστήσας κριτὴν ἀκέραιον, ἄκουσον. ὁ νεανίσκος οὗτος οὔτε μοιχὸς ἦν ἐμὸς οὔτε ἀνήρ. ἀλλὰ τὸ μὲν γένος | 116 | |
5 | ἀπὸ Φοινίκης, Τυρίων οὐδενὸς δεύτερος. ἔπλευσε δὲ καὶ αὐτὸς οὐκ εὐτυχῶς, ἀλλὰ πᾶς ὁ φόρτος αὐτοῦ γέγονε τῆς θαλάσσης. | |
6.9.3 | ἀκού‐ σασα τὴν τύχην ἠλέησα καὶ ἀνεμνήσθην σου καὶ παρέσχον ἑστίαν, ‘Τάχα,‘ λέγουσα, ‘καὶ Θέρσανδρος οὕτω που πλανᾶται· τάχα,‘ λέ‐ γουσα, ‘τὶς κἀκεῖνον ἐλεήσει γυνή. εἰ δὲ τῷ ὄντι τέθνηκε κατὰ | |
5 | θάλατταν, ὡς ἡ φήμη λέγει, φέρε πάντα τιμῶμεν 〈ὡσ〉 αὐτοῦ τὰ ναυάγια.‘ πόσους καὶ ἄλλους ἔθρεψα νεναυαγηκότας; | |
6.9.4 | πόσους ἔθαψα τῆς θαλάσσης νεκρούς, εἰ ξύλον ἐκ ναυαγίας τῇ γῇ προσπεσὸν ἐλάμ‐ βανον, ‘Τάχα,‘ λέγουσα, ‘Θέρσανδρος ἐπὶ ταύτης τῆς νηὸς ἔπλει‘; | |
6.9.5 | εἷς δὴ καὶ οὗτος ἦν τῶν ἐκ τῆς θαλάσσης σωζομένων ἔσχατος· ἐχαριζόμην σοὶ τιμῶσα τοῦτον. ἔπλευσεν ὥσπερ σύ· ἐτίμων, φίλ‐ τατε, τῆς 〈σῆσ〉 συμφορᾶς τὴν εἰκόνα. πῶς οὖν ἐνταῦθα συνεπηγό‐ μην; ὁ λόγος ἀληθής. | |
6.9.6 | ἔτυχε μὲν πενθῶν γυναῖκα, ἡ δ’ ἄρα ἐλάν‐ θανεν οὐκ ἀποθανοῦσα. τοῦτό τις αὐτῷ καταγορεύει καὶ ὡς ἐνταῦθα εἴη παρά τινι τῶν ἡμετέρων ἐπιτρόπων· Σωσθένην δὲ ἔλεγε. καὶ οὕτως εἶχε· τὴν γὰρ ἄνθρωπον ἥκοντες εὕρομεν. | |
6.9.7 | διὰ τοῦτο ἠκο‐ λούθησέ μοι. ἔχεις τὸν Σωσθένην, πάρεστιν ἡ γυνὴ κατὰ τοὺς ἀγρούς. ἐξέτασον τῶν λεχθέντων ἕκαστον. εἴ τι ἐψευσάμην, μεμοίχευ‐ μαι.” | |
6.10.1 | Ταῦτα δὲ ἔλεγε, προσποιησαμένη τὸν ἀφανισμὸν τῆς Λευ‐ κίππης μὴ ἐγνωκέναι, ταμιευσαμένη αὖθις, εἰ ζητήσει ὁ Θέρσανδρος εὑρεῖν τὴν ἀλήθειαν, τὰς θεραπαίνας ἀγαγεῖν, αἷς συναπελθοῦσα ἔτυχεν, ἂν 〈μὴ〉 παραγένηται περὶ τὴν ἕω, λεγούσας, ὅπερ ἦν, οὐδα‐ | |
5 | μοῦ φαίνεσθαι τὴν κόρην· | |
6.10.2 | οὕτω γὰρ αὐτῇ ἦν ἐγκεῖσθαι πρὸς τὴν | |
ζήτησιν φανερῶς, ὡς καὶ τὸν Θέρσανδρον ἐπαναγκάσαι. ταῦτα οὖν ὑποκριναμένη πιθανῶς κἀκεῖνα προσετίθει· “Πίστευσον, ἄνερ· οὐδέν μου, φίλτατε, παρὰ τὸν τῆς συμβιώσεως κατέγνωκας χρόνον· μηδὲ | 117 | |
5 | νῦν τοιοῦτον ὑπολάβοις. | |
6.10.3 | ἡ δὲ φήμη διαπεφοίτηκεν ἐκ τῆς εἰς τὸν νεανίσκον τιμῆς, οὐκ εἰδότων τῶν πολλῶν τὴν αἰτίαν τῆς κοινωνίας. καὶ γὰρ σὺ φήμῃ τέθνηκας. | |
6.10.4 | Φήμη δὲ καὶ Διαβολὴ δύο συγγενῆ κακά· θυγάτηρ ἡ Φήμη τῆς Διαβολῆς. καὶ ἔστι μὲν ἡ Διαβολὴ μαχαίρας ὀξυτέρα, πυρὸς σφοδροτέρα, Σειρήνων πιθανωτέρα, ἡ δὲ Φήμη ὕδατος ὑγροτέρα, πνεύματος δρομικωτέρα, πτερῶν ταχυτέρα. | |
6.10.5 | ὅταν οὖν ἡ Διαβολὴ τοξεύσῃ τὸν λόγον, ὁ μὲν δίκην βέλους ἐξί‐ πταται καὶ τιτρώσκει μὴ παρόντα καθ’ οὗ πέμπεται· ὁ δὲ ἀκούων ταχὺ πείθεται, καὶ ὀργῆς αὐτῷ πῦρ ἐξάπτεται, καὶ ἐπὶ τὸν βληθέντα μαίνεται. τεχθεῖσα δὲ ἡ Φήμη τῷ τοξεύματι ῥεῖ μὲν εὐθὺς πολλὴ | |
5 | καὶ ἐπικλύζει τὰ ὦτα τῶν ἐντυχόντων, διαπνεῖ δὲ ἐπὶ πλεῖστον καταιγίζουσα τῷ τοῦ λόγου πνεύματι καὶ ἐξίπταται κουφιζομένη τῷ τῆς γλώττης πτερῷ. | |
6.10.6 | ταῦτά με τὰ δύο πολεμεῖ· ταῦτά σου τὴν ψυχὴν κατέλαβε καὶ ἀπέκλεισέ μου τοῖς λόγοις τῶν ὤτων σου τὰς θύρας.” | |
6.11.1 | Ἅμα λέγουσα χειρός τε ἔθιγε καὶ καταφιλεῖν ἤθελεν. ἐγε‐ γόνει δὲ ἡμερώτερος, καὶ αὐτὸν ἔσαινε τῶν λεγομένων τὸ πιθανόν, καὶ τὸ τῆς Λευκίππης σύμφωνον τῷ λόγῳ τοῦ Σωσθένους μέρος τῆς ὑπονοίας μετέφερεν. οὐ μέντοι τέλεον ἐπίστευσε· ζηλοτυπία γὰρ | |
5 | ἅπαξ ἐμπεσοῦσα ψυχῇ δυσέκλειπτόν ἐστιν. | |
6.11.2 | ἐθορυβήθη οὖν ὅτι τὴν κόρην ἤκουσεν εἶναί μου γυναῖκα, ὥστε ἐμίσει με μᾶλλον. τότε μὲν οὖν εἰπὼν ἐξετάσειν περὶ τῶν εἰρημένων, κοιμησόμενος ᾤχετο καθ’ αὑτόν. ἡ δὲ Μελίτη κακῶς εἶχε τὴν ψυχήν, ὡς ἐκπεσοῦσα πρός με | |
5 | τῆς ὑποσχέσεως. | |
6.11.3 | ὁ δὲ Σωσθένης παραπέμψας μέχρι τινὸς τὸν Θέρ‐ σανδρον καὶ καθυποσχόμενος περὶ τῆς Λευκίππης, αὖθις ἀναστρέφει | |
πρὸς αὐτὴν καὶ σχηματίσας τὸ πρόσωπον εἰς ἡδονήν, “Κατωρθώ‐ σαμεν,” εἶπεν, “ὦ Λάκαινα. Θέρσανδρος ἐρᾷ σου καὶ μαίνεται, | 118 | |
5 | ὥστε τάχα καὶ γυναῖκα ποιήσεταί σε. τὸ δὲ κατόρθωμα τοῦτο ἐμόν. | |
6.11.4 | ἐγὼ γάρ σου πρὸς αὐτὸν περὶ τοῦ κάλλους πολλὰ ἐτερατευσάμην καὶ τὴν ψυχὴν αὐτοῦ φαντασίας ἐγέμισα. τί κλαίεις; ἀνάστηθι, καὶ θῦε ἐπὶ τοῖς εὐτυχήμασιν Ἀφροδίτῃ· μνημόνευε δὲ κἀμοῦ.” | |
6.12.1 | Καὶ ἡ Λευκίππη, “Τοιαῦτά σοι,” ἔφη, “γένοιτο εὐτυχήματα, οἷά μοι κομίζων πάρει.” ὁ δὲ Σωσθένης τὴν εἰρωνείαν οὐ συνείς, ἀλλὰ νομίζων αὐτὴν τῷ ὄντι λέγειν, φιλοφρονούμενος προσετίθει· “Βούλομαι δέ σοι καὶ τὸν Θέρσανδρον ὅστις ἐστὶν εἰπεῖν, ὡς ἂν | |
5 | μᾶλλον ἡσθείης. Μελίτης μὲν ἀνήρ, ἣν εἶδες ἐν τοῖς ἀγροῖς· | |
6.12.2 | γένει δὲ πρῶτος ἁπάντων τῶν Ἰώνων· πλοῦτος μείζων τοῦ γένους, ὑπὲρ τὸν πλοῦτον ἡ χρηστότης· τὴν δὲ ἡλικίαν οἷός ἐστιν εἶδες, ὅτι νέος καὶ καλός, ὃ μάλιστα τέρπει γυναῖκα.” | |
6.12.3 | πρὸς τοῦτο οὐχ ὑπήνεγ‐ κεν ἡ Λευκίππη ληροῦντα τὸν Σωσθένην, ἀλλ’· “Ὦ κακὸν σὺ θηρίον, μέχρι τίνος 〈μοι〉 μιαίνεις τὰ ὦτα; τί ἐμοὶ καὶ Θερσάνδρῳ κοινόν; | |
6.12.4 | καλὸς ἔστω Μελίτῃ καὶ πλούσιος τῇ πόλει, χρηστός τε καὶ μεγα‐ λόψυχος τοῖς δεομένοις· ἐμοὶ δὲ οὐδὲν μέλει τούτων, εἴτε ἐστὶ καὶ Κόδρου εὐγενέστερος εἴτε Κροίσου πλουσιώτερος. | |
6.12.5 | τί μοι κατα‐ λέγεις σωρὸν ἀλλοτρίων ἐγκωμίων; τότε ἐπαινέσω Θέρσανδρον ὡς ἄνδρα ἀγαθόν, ὅταν εἰς τὰς ἀλλοτρίας μὴ ἐνυβρίζῃ γυναῖκας.” | |
6.13.1 | Καὶ ὁ Σωσθένης σπουδάσας εἶπε· “Παίζεις;” “Ποῖ παίζω;” ἔφη· “ἔα με, ἄνθρωπε, μετὰ τῆς ἐμαυτῆς συντρίβεσθαι τύχης καὶ τοῦ κατέχοντός με δαίμονος· οἶδα γὰρ οὖσα ἐν πειρατηρίῳ.” “Δο‐ κεῖς μοι,” ἔφη, “μαίνεσθαι μανίαν ἀνήκεστον. | |
6.13.2 | πειρατήριον ταῦτα εἶναί σοι δοκεῖ, πλοῦτος καὶ γάμος καὶ τρυφή, ἄνδρα τοιοῦτον λαβούσῃ παρὰ τῆς Τύχης, ὃν οὕτω φιλοῦσιν οἱ θεοί, ὡς αὐτὸν καὶ ἐκ μέσων τῶν τοῦ θανάτου πυλῶν ἀγαγεῖν;” εἶτα κατέλεγε τὴν ναυα‐ | |
5 | γίαν, ἐκθειάζων ὡς ἐσώθη, καὶ τερατευόμενος ὑπὲρ τὸν δελφῖνα τὸν Ἀρίονος. | |
6.13.3 | ὡς δ’ οὐδὲν ἡ Λευκίππη οὐκέτι μυθολογοῦντα πρὸς αὐτὸν εἶπε, “Σκέψαι,” ἔφη, “κατὰ σοῦ τί ἄμεινον, καὶ ὅπως μηδὲν τούτων πρὸς Θέρσανδρον ἐρεῖς, μὴ παροξύνῃς χρηστὸν ἄνδρα· ὀργι‐ σθεὶς γὰρ ἀφόρητός ἐστι. | 119 |
6.13.4 | χρηστότης γὰρ τυγχάνουσα μὲν χάριτος ἔτι μᾶλλον αὔξεται, προπηλακισθεῖσα δὲ εἰς ὀργὴν ἐρεθίζεται. τὸ γὰρ περιττὸν εἰς φιλανθρωπίαν ἴσον ἔχει τὸν θυμὸν εἰς τιμωρίαν.” τὰ μὲν δὴ κατὰ Λευκίππην εἶχεν οὕτως. | |
6.14.1 | Κλεινίας δὲ καὶ ὁ Σάτυρος πυθόμενοί με ἐν τῷ δεσμωτηρίῳ καθεῖρχθαι (διηγγέλκει γὰρ πρὸς αὐτοὺς ἡ Μελίτη) τῆς νυκτὸς εὐθὺς ἐπὶ τὸ οἴκημα σπουδῇ παρῆσαν. καὶ ἤθελον μὲν αὐτοῦ καταμεῖναι σὺν ἐμοί, ὁ δὲ ἐπὶ τῶν δεσμῶν οὐκ ἐπέτρεπεν, ἀλλ’ ἐκέλευεν ἀπαλ‐ | |
5 | λάττεσθαι αὐτοὺς τὴν ταχίστην. | |
6.14.2 | ὁ μὲν δὴ τούτους ἀπήλασεν ἄκον‐ τας, ἐγὼ δὲ ἐντειλάμενος αὐτοῖς περὶ τῆς Λευκίππης, εἰ παραγέ‐ νοιτο, περὶ τὴν ἕω σπουδῇ πρός με ἥκειν, καὶ τὰς τῆς Μελίτης διηγη‐ σάμενος ὑποσχέσεις, τὴν ψυχὴν εἶχον ἐπὶ τρυτάνης ἐλπίδος καὶ φόβου, | |
5 | καὶ ἐφοβεῖτό μου τὸ ἐλπίζον καὶ ἤλπιζε τὸ φοβούμενον. | |
6.15.1 | Ἡμέρας δὲ γενομένης, ὁ μὲν Σωσθένης ἐπὶ τὸν Θέρσανδρον ἔσπευδεν, οἱ δὲ ἀμφὶ τὸν Σάτυρον ἐπ’ ἐμέ. ὡς δὲ εἶδεν ὁ Θέρσανδρος τὸν Σωσθένην, ἐπυνθάνετο πῶς ἔχει τὰ κατὰ τὴν κόρην εἰς πειθὼ πρὸς αὐτόν. | |
6.15.2 | ὁ δὲ τὸν μὲν ὄντα λόγον οὐ λέγει, σοφίζεται δέ τι μάλα πιθανῶς. “Ἀρνεῖται μὲν γάρ,” εἶπεν· “οὐ μὴν ἡγοῦμαι τὴν ἄρνησιν αὐτῆς οὕτως ἔχειν ἁπλῶς, ἀλλ’ ὑπονοεῖν μοι δοκεῖ σε χρη‐ σάμενον ἅπαξ ἀφήσειν, καὶ ὀκνεῖ τὴν ὕβριν.” | |
6.15.3 | “Ἀλλὰ τούτου γε εἵνεκεν,” εἶπεν ὁ Θέρσανδρος, “θαρρείτω. τὸ γὰρ ἐμὸν οὕτως ἔχει πρὸς αὐτήν, ὡς ἀθάνατον εἶναι. ἓν δὲ μόνον φοβοῦμαι καὶ ἐπείγομαι μαθεῖν περὶ τῆς κόρης, εἰ τῷ ὄντι γυνὴ τυγχάνει τοῦ νεανίσκου γενο‐ | |
5 | μένη, ὡς ἡ Μελίτη μοι διηγήσατο.” | |
6.15.4 | ταῦτα διαλεγόμενοι παρῆσαν ἐπὶ τὸ τῆς Λευκίππης δωμάτιον. ἐπεὶ δὲ πλησίον ἐγένοντο τῶν θυρῶν, ἀκούουσιν αὐτῆς ποτνιωμένης. ἔστησαν οὖν ἀψοφητὶ κατόπιν | |
τῶν θυρῶν. | 120 | |
6.16.1 | “Οἴμοι, Κλειτοφῶν” (τοῦτο γὰρ ἔλεγε πολλάκις), “οὐκ οἶδας ποῦ γέγονα καὶ ποῦ καθεῖργμαι, οὐδὲ γὰρ ἐγὼ τίς σὲ κατέχει τύχη, ἀλλὰ τὴν αὐτὴν ἄγνοιαν δυστυχοῦμεν. | |
6.16.2 | ἆρα μή σε κατέλαβε Θέρ‐ σανδρος ἐπὶ τῆς οἰκίας; ἆρα μὴ καὶ σύ τι πέπονθας ὑβριστικόν; πολλάκις ἠθέλησα πυθέσθαι παρὰ τοῦ Σωσθένους, ἀλλ’ οὐκ εἶχον ὅπως πύθωμαι. εἰ μὲν ὡς περὶ ἀνδρὸς ἐμαυτῆς, ἐφοβούμην μή τί | |
5 | σοι κινήσω κακόν, παροξύνασα Θέρσανδρον ἐπὶ σέ. εἰ δὲ ὡς περὶ ξένου τινός, ὑπόνοια καὶ τοῦτο ἦν· | |
6.16.3 | τί γὰρ μέλει γυναικὶ περὶ τῶν οὐχ ἑαυτῆς; ποσάκις ἐμαυτὴν ἐβιασάμην, ἀλλ’ οὐκ ἔπειθον τὴν γλῶσσαν εἰπεῖν· ἀλλὰ ταῦτα μόνον ἔλεγον· ‘Ἄνερ Κλειτοφῶν, Λευκίππης μόνης ἄνερ, πιστὲ καὶ βέβαιε, ὃν οὐδὲ συγκαθεύδουσα | |
5 | πέπεικεν ἄλλη γυνή, κἂν ἡ ἄστοργος ἐγὼ πεπίστευκα· | |
6.16.4 | μετὰ το‐ σοῦτον ἰδοῦσά σε χρόνον ἐν τοῖς ἀγροῖς οὐ κατεφίλησα.‘ νῦν οὖν ἂν Θέρσανδρος ἔλθῃ πυνθανόμενος, τί πρὸς αὐτὸν εἴπω; ἆρα ἀπο‐ καλύψασα τοῦ δράματος τὴν ὑπόκρισιν διηγήσομαι τὴν ἀλήθειαν; | |
5 | ‘μή με νομίσῃς ἀνδράποδον εἶναι, Θέρσανδρε. | |
6.16.5 | στρατηγοῦ θυγάτηρ εἰμὶ Βυζαντίων, πρώτου Τυρίων γυνή· οὔκ εἰμι Θετταλή· οὐ κα‐ λοῦμαι Λάκαινα. ὕβρις αὕτη ἐστὶ πειρατική· λελῄστευμαι καὶ τοὔ‐ νομα. | |
6.16.6 | ἀνήρ μοι Κλειτοφῶν, πατρὶς Βυζάντιον, Σώστρατος πατήρ, μήτηρ Πάνθεια.‘ ἀλλ’ οὐδὲ πιστεύσειας ἐμοὶ λεγούσῃ. φοβοῦμαι δὲ καὶ ἐὰν πιστεύσῃς περὶ Κλειτοφῶντος, μὴ τὸ ἄκαιρόν μου τῆς ἐλευ‐ θερίας τὸν φίλτατον ἀπολέσῃ. φέρε πάλιν ἐνδύσωμαί μου τὸ δρᾶμα· | |
5 | φέρε περίθωμαι τὴν Λάκαιναν.” | |
6.17.1 | Ταῦτα ἀκούσας ὁ Θέρσανδρος μικρὸν ἀναχωρήσας λέγει πρὸς τὸν Σωσθένην· “Ἤκουσας ἀπίστων ῥημάτων, γεμόντων ἔρωτος; ὅσα εἶπεν· ὅσα ὠδύρατο· ὅτι ἑαυτὴν κατεμέμψατο. ὁ μοιχός μου κρατεῖ πανταχοῦ· δοκῶ, ὁ λῃστὴς καὶ φαρμακεύς ἐστι. | |
6.17.2 | Μελίτη φιλεῖ, Λευκίππη φιλεῖ. ὄφελον, ὦ Ζεῦ, γενέσθαι Κλειτοφῶν.” | |
“Ἀλλ’ οὐ μαλακιστέον,” ὁ Σωσθένης ἔφη, “δέσποτα, πρὸς τὸ ἔργον, ἀλλ’ ἐπὶ τὴν κόρην ἰτέον αὐτήν. | 121 | |
6.17.3 | καὶ γὰρ ἂν νῦν ἐρᾷ τοῦ κατα‐ ράτου τούτου μοιχοῦ, μέχρι μὲν αὐτὸν οἶδε μόνον καὶ οὐ κεκοινώνη‐ κεν ἑτέρῳ, βόσκει τὴν ψυχὴν ἐπ’ αὐτόν· ἂν δ’ ἅπαξ ἐς ταὐτὸν ἔλθῃς (πολλῷ 〈γὰρ〉 διαφέρεις ἐκείνου εἰς εὐμορφίαν) ἐπιλήσεται τέλεον | |
5 | αὐτοῦ. | |
6.17.4 | παλαιὸν γὰρ ἔρωτα μαραίνει νέος ἔρως· γυνὴ δὲ μάλιστα τὸ παρὸν φιλεῖ, τοῦ δὲ ἀπόντος, ἕως καινὸν οὐχ εὗρε, μνημονεύει· προσλαβοῦσα δὲ ἕτερον, τὸν πρότερον τῆς ψυχῆς ἀπήλειψε.” | |
6.17.5 | ταῦτα ἀκούσας ὁ Θέρσανδρος ἠγέρθη. λόγος γὰρ ἐλπίδος εἰς τὸ τυχεῖν ἔρωτος ἐς πειθὼ ῥᾴδιος· τὸ γὰρ ἐπιθυμοῦν, σύμμαχον ὃ θέλει λαβόν, ἐγείρει τὴν ἐλπίδα. | |
6.18.1 | Διαλιπὼν οὖν ὀλίγον ἐφ’ οἷς πρὸς ἑαυτὴν ἐλάλησεν ἡ Λευ‐ κίππη, ὡς μὴ δοκοίη τι κατακοῦσαι τῶν ὑπ’ αὐτῆς εἰρημένων, εἰσέρχεται σχηματίσας ἑαυτὸν εἰς τὸ εὐαγωγότερον πρὸς θέαν, ὡς ᾤετο. ἐπεὶ δὲ εἶδε τὴν Λευκίππην, ἀνεφλέγη τὴν ψυχήν, καὶ ἔδοξεν | |
5 | αὐτῷ τότε καλλίων γεγονέναι. | |
6.18.2 | θρέψας γὰρ ὅλης τῆς νυκτὸς τὸ πῦρ, ὅσον χρόνον ἀπελείφθη τῆς κόρης, ἀνεζωπύρησεν ἐξαίφνης ὕλην λαβὼν εἰς τὴν φλόγα τὴν θέαν, καὶ μικροῦ μὲν προσπεσὼν περιεχύθη τῇ κόρῃ. καρτερήσας δ’ οὖν καὶ παρακαθίσας διελέγετο, ἄλλοτε ἄλλα | |
5 | ῥήματα συνάπτων οὐκ ἔχοντα νοῦν. | |
6.18.3 | τοιοῦτοι γὰρ οἱ ἐρῶντες, ὅταν πρὸς τὰς ἐρωμένας ζητήσωσι λαλεῖν· οὐ γὰρ ἐπιστήσαντες τὸν λογι‐ σμὸν τοῖς λόγοις, ἀλλὰ τὴν ψυχὴν εἰς τὸ ἐρώμενον ἔχοντες, τῇ γλώττῃ μόνον χωρὶς ἡνιόχου τοῦ λογισμοῦ λαλοῦσιν. | |
6.18.4 | ἅμα οὖν συνδια‐ λεγόμενος καὶ ἐπιθεὶς τὴν χεῖρα τῷ τραχήλῳ περιέβαλεν ὡς μέλλων φιλήσειν. ἡ δὲ προϊδοῦσα τῆς χειρὸς τὴν ὁδὸν νεύει κάτω καὶ εἰς τὸν κόλπον κατεδύετο. | |
6.18.5 | ὁ δὲ οὐδὲν ἧττον περιβαλὼν ἀνέλκειν τὸ πρόσωπον ἐβιάζετο· ἡ δὲ ἀντικατεδύετο καὶ ἔκρυπτε τὰ φιλήματα. | |
ὡς δὲ χρόνος ἐγένετο τῇ τῆς χειρὸς πάλῃ, φιλονεικία λαμβάνει τὸν Θέρσανδρον ἐρωτική, καὶ τὴν μὲν λαιὰν ὑποβάλλει τῷ προσώπῳ | 122 | |
5 | κάτω, τῇ δὲ δεξιᾷ τῆς κόμης λαβόμενος, τῇ μὲν εἷλκεν εἰς τοὐπίσω, τῇ δὲ εἰς τὸν ἀνθερεῶνα ὑπερείδων ἀνώθει. | |
6.18.6 | ὡς δέ ποτε ἐπαύσατο τῆς βίας, ἢ τυχών, ἢ μὴ τυχών, ἢ καμών, λέγει πρὸς αὐτὸν ἡ Λευ‐ κίππη· “Οὔτε ὡς ἐλεύθερος ποιεῖς οὔτε ὡς εὐγενής. καὶ σὺ ἐμι‐ μήσω Σωσθένην· ἄξιος ὁ δοῦλος τοῦ δεσπότου. ἀλλὰ ἀπέχου τοῦ | |
5 | λοιποῦ, μηδὲ ἐλπίσῃς τυχεῖν, πλὴν εἰ μὴ γένῃ Κλειτοφῶν.” | |
6.19.1 | Ταῦτα ἀκούσας ὁ Θέρσανδρος οὐκ εἶχεν ὅστις γένηται· καὶ γὰρ ἤρα καὶ ὠργίζετο. θυμὸς δὲ καὶ ἔρως δύο λαμπάδες· ἔχει γὰρ καὶ ὁ θυμὸς ἄλλο πῦρ, καὶ ἔστι τὴν μὲν φύσιν ἐναντιώτατον, τὴν δὲ βίαν ὅμοιον. | |
6.19.2 | ὁ μὲν γὰρ παροξύνει μισεῖν, ὁ δὲ ἀναγκάζει φιλεῖν· καὶ ἀλλήλων πάροικος ἡ τοῦ πυρός ἐστι πηγή. ὁ μὲν γὰρ εἰς τὸ ἧπαρ κάθηται, ὁ δὲ τῇ καρδίᾳ περιβέβληται. | |
6.19.3 | ὅταν οὖν ἄμφω τὸν ἄνθρωπον καταλάβωσι, γίνεται μὲν αὐτοῖς ἡ ψυχὴ τρυτάνη, τὸ δὲ πῦρ ἑκατέρου ταλαντεύεται. μάχονται δὲ ἄμφω περὶ τῆς ῥοπῆς· καὶ τὰ πολλὰ μὲν ὁ ἔρως εἴωθε νικᾶν, ὅταν εἰς τὴν ἐπιθυμίαν εὐτυχῇ. | |
5 | ἢν δὲ αὐτὸν ἀτιμάσῃ τὸ ἐρώμενον, αὐτὸς τὸν θυμὸν εἰς συμμαχίαν καλεῖ. | |
6.19.4 | κἀκεῖνος ὡς γείτων πείθεται, καὶ ἀνάπτουσιν ἄμφω τὸ πῦρ. ἂν δὲ ἅπαξ ὁ θυμὸς τὸν ἔρωτα παρ’ αὑτῷ λάβῃ καὶ τῆς οἰκείας ἕδρας ἐκπεσόντα κατάσχῃ, φύσει γε ὢν ἄσπονδος, οὐχ ὡς φίλῳ πρὸς τὴν ἐπιθυμίαν συμμαχεῖ, ἀλλ’ ὡς δοῦλον τῆς ἐπιθυμίας πεδήσας | |
5 | κρατεῖ· οὐκ ἐπιτρέπει δὲ αὐτῷ σπείσασθαι πρὸς τὸ ἐρώμενον, κἂν θέλῃ. | |
6.19.5 | ὁ δὲ τῷ θυμῷ βεβαπτισμένος καταδύεται, καὶ εἰς τὴν ἰδίαν ἀρχὴν ἐκπηδῆσαι θέλων οὐκέτι ἐστὶν ἐλεύθερος, ἀλλὰ μισεῖν ἀναγκά‐ ζεται τὸ φιλούμενον. ὅταν δὲ ὁ θυμὸς καχλάζων γεμισθῇ καὶ τῆς ἐξουσίας ἐμφορηθεὶς ἀποβλύσῃ, κάμνει μὲν ἐκ τοῦ κόρου, καμὼν δὲ | |
5 | παρίεται, καὶ ὁ ἔρως ἀμύνεται καὶ ὁπλίζει τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν ἤδη καθεύδοντα νικᾷ. | |
6.19.6 | ὁρῶν δὲ τὰς ὕβρεις, ἃς κατὰ τῶν | |
φιλτάτων ἐπαρῴνησεν, ἀλγεῖ καὶ πρὸς τὸ ἐρώμενον ἀπολογεῖται καὶ εἰς ὁμιλίαν παρακαλεῖ καὶ τὸν θυμὸν ἐπαγγέλλεται καταμαλάττειν ἡδονῇ. | 123 | |
6.19.7 | τυχὼν μὲν οὖν ὧν ἠθέλησεν, ἵλεως γίνεται, ἀτιμούμενος δὲ πάλιν εἰς τὸν θυμὸν καταδύεται· ὁ δὲ καθεύδων ἐξεγείρεται καὶ τὰ ἀρχαῖα ποιεῖ· ἀτιμίᾳ γὰρ ἔρωτος σύμμαχός ἐστι θυμός. | |
6.20.1 | Ὁ Θέρσανδρος οὖν, τὸ μὲν πρῶτον ἐλπίζων εἰς τὸν ἔρωτα εὐτυχήσειν, ὅλος Λευκίππης δοῦλος ἦν· ἀτυχήσας δὲ ὧν ἤλπισεν, ἀφῆκε τῷ θυμῷ τὰς ἡνίας. ῥαπίζει δὴ κατὰ κόρρης αὐτήν, “Ὦ κακό‐ δαιμον ἀνδράποδον,” λέγων, “καὶ ἀληθῶς ἐρωτιῶν· πάντων γάρ σου | |
5 | κατήκουσα. | |
6.20.2 | οὐκ ἀγαπᾷς ὅτι σοι καὶ λαλῶ καὶ μεγάλην εὐτυχίαν δοκεῖς τὸν σὸν καταφιλῆσαι δεσπότην, ἀλλὰ ἀκκίζῃ καὶ σχηματίζῃ πρὸς ἀπόνοιαν; ἐγὼ μέν σε καὶ πεπορνεῦσθαι δοκῶ· καὶ γὰρ μοιχὸν φιλεῖς. | |
6.20.3 | ἀλλ’ ἐπειδὴ μὴ θέλεις ἐραστοῦ μου πεῖραν λαβεῖν, πειράσῃ δεσπότου.” καὶ ἡ Λευκίππη· “Κἂν τυραννεῖν ἐθέλῃς, κἀγὼ τυραν‐ νεῖσθαι, πλὴν οὐ βιάσῃ.” καὶ πρὸς τὸν Σωσθένην ἰδοῦσα, “Μαρτύρη‐ σον,” εἶπεν αὐτῷ, “πῶς πρὸς τὰς αἰκίας ἔχω· σὺ γάρ με καὶ μᾶλ‐ | |
5 | λον ἠδίκησας.” | |
6.20.4 | καὶ ὁ Σωσθένης αἰσχυνθεὶς ὡς ἐληλεγμένος, “Ταύτην,” εἶπεν, “ὦ δέσποτα, ξανθῆναι μάστιξι δεῖ καὶ μυρίαις βασάνοις περιπεσεῖν, ὡς ἂν μάθοι δεσπότου μὴ καταφρονεῖν.” | |
6.21.1 | “Πείσθητι τῷ Σωσθένει,” φησὶν ἡ Λευκίππη· “συμβου‐ λεύει γὰρ καλῶς· τὰς βασάνους παράστησον. φερέτω τροχόν· ἰδοὺ χεῖρες, τεινέτω. φερέτω καὶ μάστιγας· ἰδοὺ νῶτος, τυπτέτω. κομι‐ ζέτω πῦρ· ἰδοὺ σῶμα, καιέτω. | |
6.21.2 | φερέτω καὶ σίδηρον· ἰδοὺ δέρη, σφαζέτω. ἀγῶνα θεάσασθε καινόν· πρὸς πάσας τὰς βασάνους ἀγωνί‐ ζεται μία γυνὴ καὶ πάντα νικᾷ. εἶτα Κλειτοφῶντα μοιχὸν καλεῖς, αὐτὸς μοιχὸς ὤν; οὐδὲ τὴν Ἄρτεμιν, εἰπέ μοι, τὴν σὴν φοβῇ, ἀλλὰ | |
5 | βιάζῃ παρθένον ἐν πόλει παρθένου; δέσποινα, ποῦ σου τὰ τόξα;” | |
6.21.3 | “Παρθένος;” εἶπεν ὁ Θέρσανδρος· “ὢ τόλμης καὶ γέλωτος· παρ‐ | |
θένος τοσούτοις συννυκτερεύσασα πειραταῖς; εὐνοῦχοί σοι γεγόνασιν οἱ λῃσταί; φιλοσόφων ἦν τὸ πειρατήριον; οὐδεὶς ἐν αὐτοῖς εἶχεν ὀφθαλμούς;” | 124 | |
6.22.1 | Καὶ ἡ Λευκίππη εἶπεν· “Ἦ παρθένος, καὶ μετὰ Σωσθένην· ἐπεὶ πυθοῦ Σωσθένους· οὗτος γὰρ ὄντως γέγονέ μοι λῃστής. ἐκεῖνοι γὰρ ἦσαν ὑμῶν μετριώτεροι, καὶ οὐδεὶς αὐτῶν ἦν οὕτως ὑβριστής. | |
6.22.2 | εἰ δὲ ὑμεῖς τοιαῦτα ποιεῖτε, ἀληθινὸν τοῦτο πειρατήριον. εἶτα οὐκ αἰσχύνεσθε ποιοῦντες ἃ μὴ τετολμήκασιν οἱ λῃσταί; λανθάνεις δὲ ἐγκώμιόν μοι διδοὺς πλεῖον διὰ ταύτης σου τῆς ἀναισχυντίας· καί τις ἐρεῖ, κἂν νῦν μαινόμενος φονεύσῃς· ‘Λευκίππη παρθένος μετὰ βουκό‐ | |
5 | λους, παρθένος καὶ μετὰ Χαιρέαν, παρθένος καὶ μετὰ Σωσθένην.‘ | |
6.22.3 | ἀλλὰ μέτρια ταῦτα· τὸ δὲ μεῖζον ἐγκώμιον· ‘Καὶ μετὰ Θέρσαν‐ δρον παρθένος, τὸν καὶ λῃστῶν ἀσελγέστερον· ἂν ὑβρίσαι μὴ δυνηθῇ, καὶ φονεύει.‘ | |
6.22.4 | ὁπλίζου τοίνυν, ἤδη λάμβανε κατ’ ἐμοῦ τὰς μάστιγας, τὸν τροχόν, τὸ πῦρ, τὸν σίδηρον· συστρατευέσθω δέ σοι καὶ ὁ σύμ‐ βουλος Σωσθένης. ἐγὼ δὲ καὶ γυμνὴ καὶ μόνη καὶ γυνή, καὶ ἓν ὅπλον ἔχω τὴν ἐλευθερίαν, ἣ μήτε πληγαῖς κατακόπτεται μήτε σιδήρῳ | |
5 | κατατέμνεται μήτε πυρὶ κατακαίεται. οὐκ ἀφήσω ποτὲ ταύτην ἐγώ. | |
κἂν καταφλέγῃς, οὐχ οὕτως θερμὸν εὑρήσεις τὸ πῦρ.” | 125 | |
7.1.1 | Ταῦτα ἀκούσας ὁ Θέρσανδρος παντοδαπὸς ἦν· ἤχθετο, ὠργί‐ ζετο, ἐβουλεύετο. ὠργίζετο μὲν ὡς ὑβρισμένος· ἤχθετο δὲ ὡς ἀπο‐ τυχών· ἐβουλεύετο δὲ ὡς ἐρῶν. τὴν οὖν ψυχὴν διασπώμενος, οὐδὲν εἰπὼν πρὸς τὴν Λευκίππην ἐξεπήδησεν. | |
7.1.2 | ὀργῇ μὲν δῆθεν ἐκδραμών, δοὺς δὲ τῇ ψυχῇ σχολὴν εἰς τὴν διάκρισιν τῆς τρικυμίας, βουλευό‐ μενος ἅμα τῷ Σωσθένει πρόσεισι τῷ τῶν δεσμῶν ἄρχοντι, δεόμενος διαφθαρῆναί με φαρμάκῳ. | |
7.1.3 | ὡς δ’ οὐκ ἔπειθεν (ἐδεδίει γὰρ τὴν πόλιν· καὶ γὰρ ἄλλον ἄρχοντα πρὸ αὐτοῦ ληφθέντα τοιαύτην ἐργα‐ σάμενον φαρμακείαν ἀποθανεῖν), δευτέραν αὐτῷ προσφέρει δέησιν, ἐμβαλεῖν τινα εἰς τὸ οἴκημα, ἔνθα ἔτυχον δεδεμένος, ὡς δὴ καὶ | |
5 | αὐτὸν ἕνα τῶν δεσμωτῶν, προσποιησάμενος βούλεσθαι τἀμὰ δι’ ἐκείνου μαθεῖν. | |
7.1.4 | ἐπείσθη καὶ ἐδέξατο τὸν ἄνθρωπον. ἔμελλε δ’ ἐκεῖνος παρὰ τοῦ Θερσάνδρου δεδιδαγμένος τεχνικῶς πάνυ περὶ τῆς Λευκίππης λόγον ἐμβαλεῖν, ὡς εἴη πεφονευμένη, τῆς Μελίτης συ‐ σκευασαμένης τὸν φόνον. | |
7.1.5 | τὸ δὲ τέχνασμα ἦν τῷ Θερσάνδρῳ εὑρε‐ θέν, ὡς ἂν ἀπογνοὺς ἐγὼ μηκέτι ζῶσαν τὴν ἐρωμένην, κἂν τὴν δίκην φύγοιμι, μὴ πρὸς ζήτησιν αὐτῆς ἔτι τραποίμην. | |
7.1.6 | προσέκειτο δὲ ἡ | |
Μελίτη τῷ φόνῳ, ἵνα μή, τετελευτηκέναι τὴν Λευκίππην δοκῶν, τὴν Μελίτην γήμας ὡς ἂν ἐρῶσαν, αὐτοῦ μένοιμι κἀκ τούτου παρέχοιμί τινα φόβον αὐτῷ τοῦ μὴ μετὰ ἀδείας Λευκίππην ἔχειν, ἀλλὰ μισή‐ | 126 | |
5 | σας, ὡς τὸ εἰκός, τὴν Μελίτην ὡς ἂν ἀποκτείνασάν μου τὴν ἐρω‐ μένην, ἀπαλλαγείην ἐκ τῆς πόλεως τὸ παράπαν. | |
7.2.1 | Ὡς οὖν ὁ ἄνθρωπος ἐγένετό μου πλησίον, καὶ τοῦ δράματος ἤρχετο· ἀνοιμώξας γὰρ πάνυ κακούργως, “Τίνα βίον,” ἔφη, “βιώ‐ σομεν ἔτι; καὶ τίνα φυλαξόμεθα πρὸς ἀκίνδυνον ζωήν; οὐ γὰρ αὐτάρ‐ κης ἡμῖν ὁ δίκαιος τρόπος· ἐμπίπτουσαι δὲ αἱ τύχαι βαπτίζουσιν | |
5 | ἡμᾶς. ἔδει γάρ με μαντεύσασθαι, τίς ἦν ὁ συμβαδίζων μοι καὶ τί πεπραχὼς εἴη.” | |
7.2.2 | καθ’ ἑαυτὸν δὲ ταῦτα ἔλεγε καὶ τὰ τοιαῦτα, ζητῶν ἀρχὴν τῆς ἐπ’ ἐμὲ τοῦ λόγου τέχνης, ὡς ἂν πυθοίμην τί εἴη παθών. | |
7.2.3 | ἀλλ’ ἐγὼ μὲν ἐφρόντιζον ὧν κατὰ νοῦν εἶχον, 〈ὧν δ’〉 ὁ δ’ ᾤμωξεν ὀλίγον. ἄλλος δέ τις τῶν συνδεδεμένων (περίεργον γὰρ ἄνθρωπος ἀτυχῶν εἰς ἀλλοτρίων ἀκρόασιν κακῶν· ἐπεὶ φάρμακον αὐτῷ τοῦτο τῆς ὧν ἔπαθε λύπης, ἡ πρὸς ἄλλον εἰς τὸ παθεῖν κοινω‐ | |
5 | νία), “Τί δέ σοι συμβέβηκεν,” εἶπεν, “ἀπὸ τῆς Τύχης; | |
7.2.4 | εἰκὸς γάρ σε μηδὲν ἀδικήσαντα πονηρῷ περιπεσεῖν δαίμονι. τεκμαίρομαι δὲ ἐκ τῶν ἐμαυτοῦ.” καὶ ἅμα τὰ οἰκεῖα κατέλεγεν, ἐφ’ οἷς ἦν δεδε‐ μένος. ἐγὼ δὲ οὐδενὶ τούτων προσεῖχον. | |
7.3.1 | Ὡς δὲ ἐπαύσατο, τὴν ἀντίδοσιν ᾔτει τοῦ λόγου τῶν ἀτυχη‐ μάτων, “Λέγοις ἄν,” εἰπών, “καὶ σὺ τὰ σαυτοῦ.” ὁ δέ, “Βαδίζων ἔτυχον,” εἶπε, “τὴν ἐξ ἄστεος χθές· ἐποιούμην δὲ τὴν ἐπὶ Σμύρνης ὁδόν· | |
7.3.2 | προελθόντι δέ μοι σταδίους τέσσαρας νεανίσκος ἐκ τῶν ἀγρῶν προσελθὼν καὶ προσειπὼν καὶ πρὸς μικρὸν συμβαδίσας, ‘Ποῖ,‘ ἔφη, ‘ἔχεις τὴν ὁδόν;‘ ‘Ἐπὶ Σμύρνης,‘ εἶπον. ‘Κἀγώ,‘ ἔφη, ‘τὴν αὐτήν, ἀγαθῇ τύχῃ.‘ τοὐντεῦθεν ἐπορευόμεθα κοινῇ καὶ διελεγόμεθα | |
5 | οἷα εἰκὸς ἐν ὁδῷ. | |
7.3.3 | ὡς δὲ εἴς τι πανδοχεῖον ἤλθομεν, ἠριστῶμεν ἅμα· κατὰ ταὐτὸ δὲ παρακαθίζουσιν ἡμῖν τινες τέσσαρες, καὶ προσε‐ ποιοῦντο μὲν ἀριστᾶν κἀκεῖνοι, ἐνεώρων δὲ ἡμῖν πυκνὰ καὶ ἀλλή‐ λοις ἐπένευον. | 127 |
7.3.4 | ἐγὼ μὲν οὖν ὑπώπτευον τοὺς ἀνθρώπους διανοεῖ‐ σθαι εἰς ἡμᾶς, οὐ μὴν ἠδυνάμην συνιέναι τί αὐτοῖς ἐθέλει τὰ νεύματα. ὁ δὲ ὠχρὸς ἐγίνετο κατὰ μικρὸν καὶ ὀκνηρότερον ἤσθιεν, ἤδη δὲ καὶ τρόμος εἶχεν αὐτόν. | |
7.3.5 | ὡς δὲ ταῦτα εἶδον, ἀναπηδήσαντες συλλαμ‐ βάνουσιν ἡμᾶς καὶ ἱμᾶσιν εὐθὺς δεσμεύουσι· παίει δὲ κατὰ κόρρης τις ἐκεῖνον· καὶ παταχθείς, ὥσπερ βασάνους παθὼν μυρίας, κατα‐ λέγει μηδενὸς ἐρωτῶντος αὐτόν· ‘Ἐγὼ τὴν κόρην ἀπέκτεινα, καὶ | |
5 | ἔλαβον χρυσοῦς ἑκατὸν παρὰ Μελίτης τῆς Θερσάνδρου γυναικός· αὕτη γάρ με ἐπὶ τὸν φόνον ἐμισθώσατο. | |
7.3.6 | ἀλλ’ ἰδοὺ τοὺς χρυσοῦς ὑμῖν τοὺς ἑκατὸν φέρω· ὥστε τί με ἀπόλλυτε καὶ ἑαυτοῖς φθονεῖτε κέρδους;‘” ἐγὼ δὲ ὡς ἤκουσα Θερσάνδρου καὶ Μελίτης τοὔνομα, τὸν ἄλλον οὐ προσέχων χρόνον, τῷ δὲ λόγῳ τὴν ψυχὴν ὥσπερ ὑπὸ | |
5 | μύωπος παταχθεὶς ἐγείρω καὶ πρὸς αὐτὸν μεταστραφεὶς λέγω· “Τίς ἡ Μελίτη;” ὁ δέ, “Μελίτη ἐστίν,” ἔφη, “τῶν ἐνταῦθα πρώτη γυναι‐ κῶν. | |
7.3.7 | αὕτη νεανίσκου τινὸς ἠράσθη· Τύριον, οἶμαι, φασὶν αὐτόν· κἀκεῖνος ἔτυχεν ἐρωμένην ἔχων, ἣν εὗρεν ἐν τῇ τῆς Μελίτης οἰκίᾳ πεπραμένην. ἡ δὲ ὑπὸ ζηλοτυπίας πεφλεγμένη τὴν γυναῖκα ταύτην ἀπατήσασα συλλαμβάνει καὶ παραδίδωσι ᾧ νῦν ἔφην κακῇ τύχῃ μοι | |
5 | συνωδευκότι, φονεῦσαι κελεύσασα. | |
7.3.8 | ὁ μὲν οὖν τὸ ἀνόσιον ἔργον τοῦτο δρᾷ· ἐγὼ δὲ ὁ ἄθλιος, οὔτε ἰδὼν αὐτὸν οὔτε ἔργου τινὸς κοινω‐ νήσας ἢ λόγου, συναπηγόμην αὐτῷ δεδεμένος, ὡς τοῦ ἔργου κοινωνός. τὸ δὲ χαλεπώτερον, μικρὸν τοῦ πανδοχείου προελθόντες, τοὺς ἑκατὸν | |
5 | χρυσοῦς λαβόντες παρ’ αὐτοῦ τὸν μὲν ἀφῆκαν φυγεῖν, ἐμὲ δὲ ἄγουσι πρὸς τὸν στρατηγόν.” | |
7.4.1 | Ὡς δ’ ἤκουσά μου τὸν μῦθον τῶν κακῶν, οὔτε ἀνῴμωξα οὔτε ἔκλαυσα· οὔτε γὰρ φωνὴν εἶχον οὔτε δάκρυα· ἀλλὰ τρόμος μὲν | |
εὐθὺς περιεχύθη μου τῷ σώματι καὶ ἡ καρδία μου ἐλέλυτο, ὀλίγον δέ τί μοι τῆς ψυχῆς ὑπολέλειπτο. | 128 | |
7.4.2 | μικρὸν δὲ νήψας ἐκ τῆς μέθης τοῦ λόγου, “Τίνα τρόπον τὴν κόρην ἀπέκτεινεν,” ἔφην, “ὁ μισθωτός, καὶ τί πεποίηκε τὸ σῶμα;” ὁ δὲ ὡς ἅπαξ ἐνέβαλέ μοι τὸν μύωπα καὶ ἔργον εἰργάσατο οὕτω κατ’ ἐμοῦ δι’ ὃ παρῆν, ἐσιώπα καὶ ἔλεγεν | |
5 | οὐδέν. | |
7.4.3 | πάλιν δέ μου πυθομένου, “Δοκεῖς,” ἔφη, “κἀμὲ κεκοινωνη‐ κέναι τῷ φόνῳ; ταῦτα ἤκουσα μόνα τοῦ πεφονευκότος, ὡς κτείνας εἴη τὴν κόρην· ποῦ δὲ καὶ τίνα τρόπον, οὐκ εἶπεν.” ἦλθε δέ μοι τότε δάκρυα καὶ τοῖς ὀφθαλμοῖς τὴν λύπην ἀπεδίδουν. | |
7.4.4 | ὥσπερ γὰρ ἐν ταῖς τοῦ σώματος πληγαῖς οὐκ εὐθὺς ἡ σμῶδιξ ἐπανίσταται, ἀλλὰ παραχρῆμα μὲν οὐκ ἔχει τὸ ἄνθος ἡ πληγή, μετὰ μικρὸν δὲ ἀνέθορε, καὶ ὀδόντι συός τις παταχθεὶς εὐθὺς μὲν ζητεῖ τὸ τραῦμα καὶ οὐκ | |
5 | οἶδεν εὑρεῖν, τὸ δὲ ἔτι δέδυκε καὶ κέκρυπται κατειργασμένον σχολῇ τῆς πληγῆς τὴν τομήν, μετὰ ταῦτα δὲ ἐξαίφνης λευκή τις ἀνέτειλε γραμμή, πρόδρομος τοῦ αἵματος, σχολὴν δὲ ὀλίγην λαβὸν ἔρχεται καὶ ἀθρόον ἐπιρρεῖ, | |
7.4.5 | οὕτω καὶ ψυχὴ παταχθεῖσα τῷ τῆς λύπης βέλει, τοξεύσαντος λόγου τέτρωται μὲν ἤδη καὶ ἔχει τὴν τομήν, ἀλλὰ τὸ τάχος τοῦ βλήματος οὐκ ἀνέῳξεν οὔπω τὸ τραῦμα, τὰ δὲ δάκρυα ἐδίωξε τῶν ὀφθαλμῶν μακράν· δάκρυον γὰρ αἷμα τραύματος | |
5 | ψυχῆς. ὅταν ὁ τῆς λύπης ὀδοὺς κατὰ μικρὸν τὴν καρδίαν ἐκφάγῃ, κατέρρηκται μὲν τῆς ψυχῆς τὸ τραῦμα, ἀνέῳκται δὲ τοῖς ὀφθαλμοῖς ἡ τῶν δακρύων θύρα, τὰ δὲ μετὰ μικρὸν τῆς ἀνοίξεως ἐξεπήδησεν. | |
7.4.6 | οὕτω κἀμὲ τὰ μὲν πρῶτα τῆς ἀκροάσεως τῇ ψυχῇ προσπεσόντα καθάπερ τοξεύματα κατεσίγασε καὶ τῶν δακρύων ἀπέφραξε τὴν πηγήν, μετὰ ταῦτα δὲ ἔρρει, σχολασάσης τῆς ψυχῆς τῷ κακῷ. | |
7.5.1 | Ἔλεγον οὖν· “Τίς με δαίμων ἐξηπάτησεν ὀλίγῃ χαρᾷ; τίς μοι Λευκίππην ἔδειξεν εἰς καινὴν ὑπόθεσιν συμφορῶν; ἀλλ’ οὐδὲ ἐκόρεσά μου τοὺς ὀφθαλμούς, οἷς μόνοις ηὐτύχησα, οὐδὲ ἐνεπλήσθην κἂν βλέπων. ἀληθής μοι γέγονεν ὀνείρων ἡδονή. | 129 |
7.5.2 | οἴμοι, Λευκίππη, ποσάκις μοι τέθνηκας· μὴ γὰρ θρηνῶν ἀνεπαυσάμην; ἀεί σε πενθῶ, τῶν θανάτων διωκόντων ἀλλήλους; ἀλλ’ ἐκείνους μὲν πάντας ἡ Τύχη ἔπαιξε κατ’ ἐμοῦ, οὗτος δὲ οὐκ ἔστι τῆς Τύχης ἔτι παιδιά. πῶς ἄρα | |
5 | μοι, Λευκίππη, τέθνηκας; | |
7.5.3 | ἐν μὲν γὰρ τοῖς ψευδέσι θανάτοις ἐκεί‐ νοις παρηγορίαν εἶχον ὀλίγην, τὸ μὲν πρῶτον, ὅλον σου τὸ σῶμα, τὸ δὲ δεύτερον, κἂν τὴν κεφαλὴν δοκῶν μὴ ἔχειν εἰς τὴν ταφήν· νῦν δὲ τέθνηκας θάνατον διπλοῦν, ψυχῆς καὶ σώματος. δύο ἐξέφυγες | |
5 | λῃστήρια, τὸ δὲ τῆς Μελίτης πεφόνευκέ σε πειρατήριον. | |
7.5.4 | ὁ δὲ ἀνόσιος καὶ ἀσεβὴς ἐγὼ τὴν ἀνδροφόνον σου κατεφίλησα πολλάκις καὶ συνεπλάκην μεμιασμένας συμπλοκάς, καὶ τὴν Ἀφροδίτης χάριν αὐτῇ παρέσχον πρὸ σοῦ.” | |
7.6.1 | Μεταξὺ δέ μου θρηνοῦντος Κλεινίας εἰσέρχεται, καὶ κατα‐ λέγω τὸ πᾶν αὐτῷ καὶ ὅτι μοι δέδοκται πάντως ἀποθανεῖν. ὁ δὲ παρεμυθεῖτο· | |
7.6.2 | “Τίς γὰρ οἶδεν, εἰ ζῇ πάλιν; μὴ γὰρ οὐ πολλάκις τέθνηκε; μὴ γὰρ οὐ πολλάκις ἀνεβίω; τί δὲ προπετῶς ἀποθνῄσκεις; ὃ καὶ κατὰ σχολὴν ἔξεστιν, ὅταν μάθῃς σαφῶς τὸν θάνατον αὐτῆς.” “Ληρεῖς· τούτου γὰρ ἀσφαλέστερον πῶς ἂν μάθοις; | |
7.6.3 | δοκῶ δὲ εὑρηκέναι τοῦ θανάτου καλλίστην ὁδόν, δι’ ἧς οὐδὲ ἡ θεοῖς ἐχθρὰ Μελίτη παντάπασιν ἀθῷος ἀπαλλάξεται. ἄκουσον δὲ τὸν τρόπον. παρεσκευασάμην, ὡς οἶσθα, πρὸς τὴν ἀπολογίαν τῆς μοιχείας, εἰ | |
5 | κληρωθείη τὸ δικαστήριον. νῦν δέ μοι δέδοκται πᾶν τοὐναντίον, καὶ τὴν μοιχείαν ὁμολογεῖν καὶ ὡς ἀλλήλων ἐρῶντες ἐγώ τε καὶ Μελίτη κοινῇ τὴν Λευκίππην ἀνῃρήκαμεν. | |
7.6.4 | οὕτω γὰρ κἀκείνη δίκην δώσει, κἀγὼ τὸν ἐπάρατον βίον καταλίποιμι.” “Εὐφήμησον,” ὁ Κλεινίας ἔφη· “καὶ τολμήσεις οὕτως ἐπὶ τοῖς αἰσχίστοις ἀποθανεῖν, νομι‐ | |
ζόμενος φονεύς, καὶ ταῦτα Λευκίππης;” “Οὐδέν,” εἶπον, “αἰσχρόν, | 130 | |
5 | ὃ λυπεῖ τὸν ἐχθρόν.” | |
7.6.5 | καὶ ἡμεῖς ἐν τούτοις ἦμεν, τὸν δὲ ἄνθρωπον ἐκεῖνον, τὸν μηνυτὴν τοῦ ψευδοῦς φόνου, μετὰ μικρὸν ἀπολύει 〈ὁ ἐπὶ〉 τῶν δεσμῶν, φάσκων τὸν ἄρχοντα κελεῦσαι κομίζειν αὐτὸν δώσοντα λόγον ὧν αἰτίαν ἔσχεν. | |
7.6.6 | ἐμὲ δὲ παρηγόρει Κλεινίας καὶ ὁ Σάτυρος, εἴ πως δύναιντο πεῖσαι μηδὲν ὧν διενοήθην εἰς τὴν δίκην εἰπεῖν· ἀλλ’ ἐπέραινον οὐδέν. ἐκείνην μὲν οὖν τὴν ἡμέραν καταγωγήν τινα μισθωσάμενοι κατῳκίσαντο, ὡς ἂν μηκέτι παρὰ τῷ τῆς Μελίτης | |
5 | εἶεν συντρόφῳ. | |
7.7.1 | Τῇ δ’ ὑστεραίᾳ ἀπηγόμην ἐπὶ τὸ δικαστήριον. παρασκευὴ δὲ πολλὴ ἦν τοῦ Θερσάνδρου κατ’ ἐμοῦ καὶ πλῆθος ῥητόρων οὐχ ἧττον δέκα· καὶ 〈ἡ〉 τῆς Μελίτης σπουδῇ πρὸς τὴν ἀπολογίαν παρεσκεύα‐ στο. | |
7.7.2 | ἐπεὶ δὲ ἐπαύσαντο λέγοντες, αἰτήσας κἀγὼ λόγον, “Ἀλλ’ οὗτοι μέν,” ἔφην, “ληροῦσι πάντες, καὶ οἱ Θερσάνδρῳ καὶ οἱ Με‐ λίτῃ συνειπόντες· ἐγὼ δὲ πᾶσαν ὑμῖν ἐρῶ τὴν ἀλήθειαν. | |
7.7.3 | ἦν ἐρω‐ μένη μοι πάλαι Βυζαντία μὲν γένος, Λευκίππη δὲ τοὔνομα. ταύτην τεθνάναι δοκῶν (ἥρπαστο γὰρ ὑπὸ λῃστῶν ἐν Αἰγύπτῳ), Μελίτῃ περιτυγχάνω, κἀκεῖθεν ἀλλήλοις συνόντες ἥκομεν ἐνταῦθα κοινῇ καὶ | |
5 | τὴν Λευκίππην εὑρίσκομεν Σωσθένει δουλεύουσαν, διοικητῇ τινι τῶν Θερσάνδρου χωρίων. | |
7.7.4 | ὅπως δὲ τὴν ἐλευθέραν ὁ Σωσθένης εἶχε δούλην ἢ τίς ἡ κοινωνία τοῖς λῃσταῖς πρὸς αὐτόν, ὑμῖν καταλείπω σκοπεῖν. ἐπεὶ τοίνυν ἔμαθεν ἡ Μελίτη τὴν προτέραν εὑρόντα με γυναῖκα, φοβηθεῖσα μὴ πρὸς αὐτὴν ἀποκλίναιμι τὸν νοῦν, συμβου‐ | |
5 | λεύεται τὴν ἄνθρωπον ἀνελεῖν. | |
7.7.5 | κἀμοὶ συνεδόκει (τί γὰρ οὐ δεῖ τἀληθῆ λέγειν;), ἐπεὶ τῶν αὑτῆς με κύριον ἀποφαίνειν ὑπισχνεῖτο. μισθοῦμαι ἕνα δή τινα πρὸς τὸν φόνον· ἑκατὸν δ’ ὁ μισθὸς ἦν τοῦ φόνου χρυσοῖ. καὶ ὁ μὲν δὴ τὸ ἔργον δράσας οἴχεται κἀκ τότε | |
5 | γέγονεν ἀφανής· ἐμὲ δ’ ὁ ἔρως εὐθὺς ἠμύνατο· | |
7.7.6 | ὡς γὰρ ἔμαθον ἀνῃρημένην, μετενόουν καὶ ἔκλαον καὶ ἤρων καὶ νῦν ἐρῶ. διὰ τοῦτο ἐμαυτοῦ κατεῖπον, ἵνα με πέμψητε πρὸς τὴν ἐρωμένην. οὐ γὰρ | |
φέρω νῦν ζῆν, καὶ μιαιφόνος γενόμενος καὶ φιλῶν ἣν ἀπέκτεινα.” | 131 | |
7.8.1 | Ταῦτα εἰπόντος ἐμοῦ πάντας ἔκπληξις κατέσχεν ἐπὶ τῷ παρα‐ λόγῳ τοῦ πράγματος, μάλιστα δὲ τὴν Μελίτην. καὶ οἱ μὲν τοῦ Θερσάνδρου ῥήτορες μεθ’ ἡδονῆς ἀνεβόησαν ἐπινίκιον, οἱ δὲ τῆς Μελίτης ἀνεπύθοντο τί ταῦτα εἴη τὰ λεχθέντα. | |
7.8.2 | ἡ δὲ τὰ μὲν ἐτε‐ θορύβητο, τὰ δὲ ἠρνεῖτο, τὰ δὲ διηγεῖτο σπουδῇ μάλα καὶ οὐ σαφῶς, τὴν μὲν Λευκίππην εἰδέναι λέγουσα καὶ ὅσα εἶπον, ἀλλὰ τόν γε φόνον οὔ· ὥστε κἀκείνους διὰ τὸ τὰ πλείω μοι συνᾴδειν ὑπόνοιαν ἔχειν | |
5 | κατὰ τῆς Μελίτης καὶ ἀπορεῖν ὅτῳ χρήσαιντο λόγῳ πρὸς τὴν ἀπο‐ λογίαν. | |
7.9.1 | Ἐν τούτῳ δὲ ὁ Κλεινίας, θορύβου πολλοῦ κατὰ τὸ δικαστήριον ὄντος, ἀνελθών, “Κἀμοί τινα λόγον,” εἶπε, “συγχωρήσατε· περὶ γὰρ ψυχῆς ἀνδρὸς ὁ ἀγών.” | |
7.9.2 | ὡς δὲ ἔλαβε, δακρύων γεμισθείς, “Ἄν‐ δρες,” εἶπεν, “Ἐφέσιοι, μὴ προπετῶς καταγνῶτε θάνατον ἀνδρὸς ἐπιθυμοῦντος ἀποθανεῖν, ὅπερ φύσει τῶν ἀτυχούντων ἐστὶ φάρμακον· κατέψευσται γὰρ ἑαυτοῦ τὴν τῶν ἀδικούντων αἰτίαν, ἵνα πάθῃ τὴν | |
5 | τῶν δυστυχούντων τιμωρίαν. | |
7.9.3 | ἃ δὲ ἠτύχησε διὰ βραχέων ἐρῶ. ἐρωμένην εἶχεν, ὡς εἶπεν. τοῦτο γὰρ οὐκ ἐψεύσατο· καὶ ὅτι λῃσταὶ ταύτην ἥρπασαν, καὶ τὰ περὶ Σωσθένους, καὶ πάνθ’ ὅσα πρὸ τοῦ φόνου διηγήσατο, πέπρακται τὸν τρόπον τοῦτον. | |
7.9.4 | αὕτη γέγονεν ἐξαίφνης ἀφανής, οὐκ οἶδ’ ὅπως, οὔτ’ εἴ τις ἀπέκτεινεν αὐτήν, οὔτ’ εἰ ζῇ κλαπεῖσα· πλὴν ἓν τοῦτο οἶδα μόνον, τὸν Σωσθένην αὐτῆς ἐρῶντα καὶ αἰκισάμενον βασάνοις πολλαῖς ἐφ’ οἷς οὐκ ἐτύγχανε, καὶ | |
5 | φίλους ἔχοντα λῃστάς. οὗτος οὖν ἀνῃρῆσθαι δοκῶν τὴν γυναῖκα ζῆν οὐκέτι θέλει καὶ διὰ τοῦτο ἑαυτοῦ φόνον κατεψεύσατο. | |
7.9.5 | ὅτι μὲν γὰρ ἐπιθυμεῖ θανάτου καὶ αὐτὸς ὡμολόγησε, καὶ ὅτι διὰ λύπην τὴν ἐπὶ γυναικί. σκοπεῖτε δὲ εἴ τις ἀποκτείνας τινὰ ἀληθῶς ἐπαποθανεῖν αὐτῷ θέλει καὶ ζῆν δι’ ὀδύνην οὐ φέρει. | |
7.9.6 | τίς οὕτω φιλόστοργος φονεύς, ἢ ποῖον μῖσός ἐστιν οὕτω φιλούμενον; μή, πρὸς θεῶν, μὴ πιστεύσητε, μηδὲ ἀποκτείνητε ἄνθρωπον ἐλέου μᾶλλον ἢ τιμωρίας δεόμενον. εἰ δὲ αὐτὸς ἐπεβούλευσεν, ὡς λέγει, τὸν φόνον, εἰπάτω | |
5 | τίς ἐστιν ὁ μεμισθωμένος, δειξάτω τὴν ἀνῃρημένην. | |
7.9.7 | εἰ δὲ μήθ’ ὁ ἀποκτείνας ἐστὶ μήθ’ ἡ ἀνῃρημένη, τίς ἤκουσέ ποτε τοιοῦτον φόνον; ‘Ἤρων,‘ φησί, ‘Μελίτης· διὰ τοῦτο Λευκίππην ἀπέκτεινα.‘ πῶς οὖν Μελίτης φόνον κατηγορεῖ, ἧς ἤρα, διὰ Λευκίππην δὲ ἀποθανεῖν ἐθέ‐ | 132 |
5 | λει νῦν, ἣν ἀπέκτεινεν; | |
7.9.8 | οὕτω γὰρ ἄν τις καὶ μισοῖ τὸ φιλούμενον καὶ φιλοῖ τὸ μισούμενον; ἆρ’ οὖν οὐ πολὺ μᾶλλον ἂν καὶ ἐλεγχό‐ μενος ἠρνήσατο τὸν φόνον, ἵνα καὶ σώσῃ τὴν ἐρωμένην καὶ ὑπὲρ τῆς ἀνῃρημένης μὴ μάτην ἀποθάνῃ; | |
7.9.9 | διὰ τί οὖν Μελίτης κατηγόρησεν, εἰ μηδὲν αὐτῇ τοιοῦτο πέπρακται; ἐγὼ καὶ τοῦτο πρὸς ὑμᾶς ἐρῶ, καὶ πρὸς τῶν θεῶν μή με νομίσητε διαβάλλειν θέλοντα τὴν γυναῖκα ποιήσασθαι τὸν λόγον, ἀλλ’ ὡς τὸ πᾶν ἐγένετο. | |
7.9.10 | Μελίτη μὲν ἐπεπόνθει 〈τι〉 πρὸς τοῦτον ἐρωτικὸν καὶ περὶ τοῦ γάμου διείλεκτο, πρὶν ὁ θαλάττιος οὗτος ἀνεβίω νεκρός· ὁ δὲ οὐκ εἶχεν οὕτως, ἀλλὰ καὶ πάνυ ἐρρωμένως τὸν γάμον ἀπεκρούετο, κἀν τούτῳ τὴν ἐρω‐ | |
5 | μένην εὑρών, ὡς ἔφη, παρὰ τῷ Σωσθένει ζῶσαν, ἣν ᾤετο νεκράν, πολὺ μᾶλλον πρὸς τὴν Μελίτην εἶχεν ἀλλοτριώτερον. | |
7.9.11 | ἡ δὲ πρὶν μαθεῖν ἐρωμένην οὖσαν αὐτῷ τὴν παρὰ τῷ Σωσθένει, ταύτην ἠλέησέ τε καὶ ἔλυσε τῶν δεσμῶν, οἷς ἦν ὑπὸ τοῦ Σωσθένους δεδεμένη, καὶ εἰς τὴν οἰκίαν τε εἰσεδέξατο καὶ τὰ ἄλλα ὡς πρὸς ἐλευθέραν δυστυχή‐ | |
5 | σασαν ἐφιλοτιμήσατο. ἐπειδὴ δὲ ἔμαθεν, ἔπεμψεν εἰς τοὺς ἀγροὺς διακονησομένην αὐτῇ· καὶ μετὰ ταῦτά φασιν ἀφανῆ γεγονέναι. | |
7.9.12 | καὶ ὅτι ταῦτα οὐ ψεύδομαι, ἡ Μελίτη συνομολογήσει καὶ θεράπαιναι δύο, μεθ’ ὧν αὐτὴν ἐπὶ τοὺς ἀγροὺς ἐξέπεμψεν. ἓν μὲν δὴ τοῦτο πρὸς ὑπόνοιαν ἤγαγε τοῦτον, μὴ ἄρα φονεύσασα εἴη τὴν Λευκίππην διὰ | |
5 | ζηλοτυπίαν αὕτη· ἕτερον δέ τι αὐτῷ πρὸς τὴν τῆς ὑπονοίας βεβαίω‐ σιν ἐν τῷ δεσμωτηρίῳ συμβὰν καὶ καθ’ αὑτοῦ καὶ κατὰ τῆς Με‐ λίτης ἐξηγρίανε. | |
7.9.13 | τῶν δεσμωτῶν τις ὀδυρόμενος ἑαυτοῦ τὴν συμ‐ φορὰν ἔλεγεν 〈ἐν〉 ὁδῷ τινι κεκοινωνηκέναι κατὰ ἄγνοιαν ἀνδρὶ φονεῖ, δεδρακέναι δὲ ἐκεῖνον γυναικὸς φόνον ἐπὶ μισθῷ. καὶ τὸ ὄνομα ἔλεγε· | |
Μελίτην μὲν εἶναι τὴν μισθωσαμένην, Λευκίππην δὲ τὴν ἀνῃρημένην. | 133 | |
7.9.14 | εἰ δὲ ταῦτα γέγονεν οὕτως, ἐγὼ μὲν οὐκ οἶδα, μαθεῖν δὲ ὑμᾶς ἐξέσται. ἔχετε τὸν δεδεμένον· εἰσὶν αἱ θεράπαιναι· ἔστιν ὁ Σω‐ σθένης. ὁ μὲν ἐρεῖ πόθεν ἔσχε τὴν Λευκίππην δούλην, αἱ δὲ πῶς γέγονεν ἀφανής· ὁ δὲ περὶ τοῦ μισθωτοῦ καταγορεύσει. πρὶν δὲ | |
5 | μάθητε τούτων ἕκαστον, οὔτε ὅσιον οὔτε εὐσεβὲς νεανίσκον ἄθλιον ἀνελεῖν, πιστεύσαντας μανίας λόγοις. μαίνεται γὰρ ὑπὸ λύπης.” | |
7.10.1 | Ταῦτα εἰπόντος τοῦ Κλεινίου τοῖς μὲν πολλοῖς ἐδόκει πι‐ θανὸς ὁ λόγος, οἱ δὲ τοῦ Θερσάνδρου ῥήτορες καὶ ὅσοι τῶν φίλων συμπαρῆσαν, ἐπεβόων ἀνελεῖν τὸν ἀνδροφόνον τὸν αὑτοῦ κατειπόντα θεοῦ προνοίᾳ. | |
7.10.2 | Μελίτη τὰς θεραπαινίδας ἐδίδου καὶ Θέρσανδρον ἠξίου διδόναι Σωσθένην· τάχα γὰρ αὐτὸν εἶναι τὸν Λευκίππην ἀνῃρη‐ κότα· καὶ οἱ συναγορεύοντες αὐτῇ ταύτην μάλιστα προεφέροντο πρόκλησιν. | |
7.10.3 | ὁ δὲ Θέρσανδρος φοβηθεὶς λάθρα τινὰ τῶν παραστα‐ τῶν εἰς τὸν ἀγρὸν ἀποστέλλει πρὸς τὸν Σωσθένην, κελεύσας τὴν ταχίστην ἀφανῆ γενέσθαι, πρὶν τοὺς ἐπ’ αὐτὸν πεμφθέντας ἥκειν· ὃς δὴ ἐπιβὰς ἵππῳ σπουδῇ μάλα πρὸς αὐτὸν ἔρχεται καὶ τὸν κίνδυνον | |
5 | λέγει καὶ ὡς, εἰ ληφθείη παρών, εἰς βασάνους ἀπαχθήσεται. | |
7.10.4 | ὁ δὲ ἔτυχε μὲν ἐν τῷ τῆς Λευκίππης δωματίῳ παρών, κατεπᾴδων αὐτῇ· κληθεὶς δὲ ὑπὸ τοῦ παρόντος σὺν βοῇ καὶ ταραχῇ πολλῇ προέρχεται, καὶ ἀκούσας τὰ ὄντα, μεστὸς γενόμενος δέους καὶ ἤδη νομίζων τοὺς | |
5 | δημίους ἐπ’ αὐτὸν παρεῖναι, ἐπιβὰς ἵππῳ σπουδῇ μάλα ἐξελαύνει ἐπὶ Σμύρνης· ὁ δὲ ἄγγελος πρὸς τὸν Θέρσανδρον ἀναστρέφει. ἀληθὴς δέ ἐστιν, ὡς ἔοικεν, ὁ λόγος, ὅτι μνήμην ἐκπλήσσειν πέφυκε φόβος· | |
7.10.5 | ὁ γοῦν Σωσθένης περὶ ἑαυτοῦ φοβηθεὶς ἁπαξαπάντων ἐξελάθετο τῶν ἐν ποσὶν ὑπ’ ἐκπλήξεως, ὡς μηδὲ τοῦ τῆς Λευκίππης δωματίου κλεῖσαι τὰς θύρας. μάλιστα γὰρ τὸ τῶν δούλων γένος ἐν οἷς ἂν | |
φοβηθῇ σφόδρα δειλόν ἐστιν. | 134 | |
7.11.1 | Ἐν τούτῳ δὲ ὁ Θέρσανδρος, πρώτης προκλήσεως ἀπὸ τῆς Μελίτης οὕτω γενομένης, παρελθών, “Ἱκανῶς μὲν οὗτος,” εἶπεν, “ὅστις ποτέ ἐστι, κατελήρησε μυθολογῶν. ἐγὼ δὲ ὑμῶν τεθαύμακα τῆς ἀναλγησίας, εἰ φονέα ἐπ’ αὐτοφώρῳ λαβόντες (μεῖζον γὰρ τῆς | |
5 | φωρᾶς τὸ αὐτὸν ἑαυτοῦ κατειπεῖν) οὐ δὴ κελεύετε τῷ δημίῳ, καθέ‐ ζεσθε δὲ γόητος ἀκούοντες πιθανῶς μὲν ὑποκρινομένου, πιθανῶς δὲ δακρύοντος· ὃν νομίζω καὶ αὐτὸν κοινωνὸν γενόμενον τοῦ φόνου περὶ ἑαυτοῦ φοβεῖσθαι· ὥστ’ οὐκ οἶδα τί δεῖ βασάνων ἔτι περὶ πράγματος οὕτω σαφῶς ἐληλεγμένου. | |
7.11.2 | δοκῶ δὲ καὶ ἄλλον τινὰ ἐργάσασθαι φόνον. ὁ γὰρ Σωσθένης οὗτος, ὃν αἰτοῦσι παρ’ ἐμοῦ, τρίτην ταύτην ἡμέραν γέγονεν ἀφανής, καὶ ἔστιν οὐ πόρρω τινὸς ὑπονοίας μὴ ἄρα τῆς τούτων ἐπιβουλῆς γέγονεν ἔργον· αὐτὸς γὰρ ἐτύγχανεν ὁ τὴν | |
5 | μοιχείαν μοι κατειπών. ὥστε εἰκότως ἀποκτεῖναί μοι δοκοῦσιν αὐτόν, καὶ τοῦτ’ εἰδότες, ὡς ἂν οὐκ ἔχοιμι παρασχεῖν τὸν ἄνθρωπον, πρόκλησιν περὶ αὐτοῦ πεποίηνται πάνυ κακούργως. | |
7.11.3 | εἴη μὲν οὖν κἀκεῖνον φανῆναι καὶ μὴ τεθνάναι· τί δέ, καὶ εἰ παρῆν, ἔδει παρ’ αὐτοῦ μαθεῖν; εἴ τινα κόρην ἐωνήσατο; τοιγαροῦν ἐωνημένος ἔστω· καὶ εἰ ταύτην ἔσχε Μελίτη; λέγει καὶ τοῦτο δι’ ἐμοῦ. ἀπήλλακται | |
5 | μὲν δὴ Σωσθένης ταῦτα εἰπών· τοὐντεῦθεν δὲ ὁ λόγος μοι πρὸς Μελίτην καὶ Κλειτοφῶντα. | |
7.11.4 | τί μου τὴν δούλην λαβόντες πεποιή‐ κατε; δούλη γὰρ ἦν ἐμή, Σωσθένους αὐτὴν ἐωνημένου· καὶ εἰ περιῆν καὶ μὴ πρὸς αὐτῶν ἐπεφόνευτο, πάντως ἂν ἐδούλευεν ἐμοί.” | |
7.11.5 | τοῦ‐ τον δὲ τὸν λόγον ὁ Θέρσανδρος πάνυ κακοήθως παρενέβαλεν, ἵνα κἂν ὕστερον ἡ Λευκίππη φωραθῇ ζῶσα, πρὸς δουλείαν αὐτὴν ἀγάγῃ. εἶτα προσετίθει· “Κλειτοφῶν μὲν οὖν ὡμολόγησεν ἀνῃρηκέναι καὶ | |
5 | ἔχει τὴν δίκην, Μελίτη δὲ ἀρνεῖται· πρὸς ταύτην αἱ τῶν θεραπαινῶν εἰσι βάσανοι. | |
7.11.6 | ἂν γὰρ φανῶσι παρὰ ταύτης λαβοῦσαι τὴν κόρην, εἶτα οὐκέτι πάλιν ἀγαγοῦσαι, τί γέγονε; τί δὲ ὅλως ἐξεπέμπετο; καὶ | |
πρὸς τίνα; ἆρ’ οὐκ εὔδηλον τὸ πρᾶγμα, ὡς συσκευασάμενοι μὲν ἦσάν τινας ὡς κτενοῦντας; | 135 | |
7.11.7 | αἱ δὲ θεράπαιναι τούτους μέν, ὡς εἰκός, οὐκ ᾔδεσαν, ἵνα μὴ μετὰ πλειόνων μαρτύρων γενόμενον τὸ ἔργον κίν‐ δυνον ἔχῃ μείζονα· κατέλιπον δὲ αὐτὴν ἔνθα ἦν ὁ τῶν λῃστῶν λόχος λανθάνων, ὥστε ἐνεχώρει μηδὲ ἐκείνας τὸ γενόμενον ἑωρακέναι. ἐλή‐ | |
5 | ρησε δὲ καὶ περὶ δεσμώτου τινός, ὡς εἰπόντος περὶ τοῦ φόνου. | |
7.11.8 | καὶ τίς ὁ δεσμώτης οὗτος, ὃς τῷ στρατηγῷ μὲν οὐδὲν εἶπε, τούτῳ δὲ μόνῳ τὰ ἀπόρρητα διελέγετο τοῦ φόνου, πλὴν εἰ μὴ κοινωνοῦντα ἐγνώρισεν; οὐ παύσεσθε φληνάφων ἀνεχόμενοι κενῶν καὶ τηλικοῦτον | |
5 | ἔργον τιθέμενοι παιδιάν; οἴεσθε χωρὶς θεοῦ τοῦτον ἑαυτοῦ κατειπεῖν;” | |
7.12.1 | Ταῦτα λέγοντος τοῦ Θερσάνδρου καὶ διομνυμένου περὶ τοῦ Σωσθένους οὐκ εἰδέναι τί γέγονεν, ἔδοξε τῷ προέδρῳ τῶν δικαστῶν— ἦν δὲ τοῦ βασιλικοῦ γένους καὶ τὰς μὲν φονικὰς ἐδίκαζε δίκας, κατὰ δὲ τὸν νόμον συμβούλους ἐκ τῶν γεραιτέρων εἶχεν, οὓς ἐπιγνώμονας | |
5 | ἐλάμβανε τῆς γνώσεως—ἔδοξεν οὖν αὐτῷ διασκοπήσαντι σὺν τοῖς παρέδροις αὐτοῦ θάνατον μὲν ἐμοῦ καταγνῶναι κατὰ τὸν νόμον, ὃς ἐκέλευσε τὸν αὑτοῦ κατειπόντα φόνον τεθνάναι, περὶ δὲ Μελίτης κρίσιν γενέσθαι δευτέραν ἐν ταῖς βασάνοις τῶν θεραπαινίδων, Θέρσαν‐ δρον δὲ ἐπομόσαι περὶ τοῦ Σωσθένους ἐν γράμμασιν, ἦ μὴν οὐκ | |
10 | εἰδέναι τί γέγονε, κἀμὲ δέ, ὡς ἤδη κατάδικον, βασανισθῆναι περὶ τοῦ Μελίτην τῷ φόνῳ συνεγνωκέναι. | |
7.12.2 | ἄρτι δέ μου δεθέντος καὶ τῆς ἐσθῆτος τοῦ σώματος γεγυμνωμένου μετεώρου τε ἐκ τῶν βρόχων κρεμαμένου καὶ τῶν μὲν μάστιγας κομιζόντων, τῶν δὲ πῦρ καὶ τροχόν, ἀνοιμώξαντος δὲ τοῦ Κλεινίου καὶ ἐπικαλοῦντος τοὺς θεούς, | |
5 | ὁ τῆς Ἀρτέμιδος ἱερεὺς δάφνην ἐστεμμένος προσιὼν ὁρᾶται. | |
7.12.3 | ση‐ μεῖον δὲ τοῦτό ἐστιν ἡκούσης θεωρίας τῇ θεῷ. τοῦτο δὲ ὅταν γένη‐ ται, πάσης εἶναι δεῖν τιμωρίας ἐκεχειρίαν ἡμερῶν τοσούτων, ὅσων οὐκ ἐπετέλεσαν τὴν θυσίαν οἱ θεωροί. οὕτω μὲν δὴ τότε τῶν δεσμῶν | |
5 | ἐλύθην. ἦν δὲ ὁ τὴν θεωρίαν ἄγων Σώστρατος, ὁ τῆς Λευκίππης πατήρ. | |
7.12.4 | οἱ γὰρ Βυζάντιοι, τῆς Ἀρτέμιδος ἐπιφανείσης ἐν τῷ πο‐ λέμῳ τῷ πρὸς τοὺς Θρᾷκας, νικήσαντες ἐλογίσαντο δεῖν αὐτῇ θυσίαν ἀποστέλλειν τῆς συμμαχίας ἐπινίκιον. ἦν δὲ καὶ ἰδίᾳ τῷ Σωστράτῳ νύκτωρ ἡ θεὸς ἐπιστᾶσα· τὸ δὲ ὄναρ ἐσήμαινε τὴν θυγατέρα εὑρήσειν | 136 |
5 | ἐν Ἐφέσῳ καὶ τἀδελφοῦ τὸν υἱόν. | |
7.13.1 | Παρὰ δὲ τὸν αὐτὸν χρόνον καὶ ἡ Λευκίππη, τὰς μὲν τοῦ δωματίου θύρας ἀνεῳγμένας ὁρῶσα, τὸν δὲ Σωσθένην μὴ παρόντα, περιεσκόπει μὴ πρὸ θυρῶν εἴη. ὡς δ’ ἦν οὐδαμοῦ, θάρσος αὐτὴν καὶ ἐλπὶς ἡ συνήθης εἰσέρχεται· μνήμη γὰρ αὐτῇ τοῦ πολλάκις παρὰ | |
5 | δόξαν σεσῶσθαι πρὸς τὸ παρὸν τῶν κινδύνων τὴν ἐλπίδα προὐξένει ἀποχρῆσθαι τῇ τύχῃ. | |
7.13.2 | καί, ἦν γὰρ τῶν ἀγρῶν πλησίον τὸ τῆς Ἀρτέμιδος ἱερόν, ἐκτρέχει τε ἐπ’ αὐτὸ καὶ ἔχεται τοῦ νεώ. τὸ δὲ παλαιὸν ἄβατος ἦν γυναιξὶν ἐλευθέραις οὗτος ὁ νεώς, ἀνδράσι δὲ ἐπετέτραπτο καὶ παρθένοις. | |
7.13.3 | εἰ δέ τις εἴσω παρῆλθε γυνή, θάνατος ἦν ἡ δίκη, πλὴν εἰ μὴ δούλη τις ἦν ἐγκαλοῦσα τῷ δεσπότῃ. ταύτην δὲ ἐξῆν ἱκετεύειν τὴν θεόν, οἱ δὲ ἄρχοντες ἐδίκαζον αὐτῇ τε καὶ τῷ δεσπότῃ. καὶ εἰ μὲν ὁ δεσπότης οὐδὲν ἔτυχεν ἀδικῶν, αὖθις τὴν | |
5 | θεράπαιναν ἐλάμβανεν, ὀμόσας μὴ μνησικακήσειν τῆς καταφυγῆς· εἰ δὲ ἔδοξε τὴν θεράπαιναν δίκαια λέγειν, ἔμενεν αὐτοῦ δούλη τῇ θεῷ. | |
7.13.4 | ἄρτι δὲ τοῦ Σωστράτου τὸν ἱερέα παραλαβόντος καὶ ἐπὶ τὰ δικα‐ στήρια προσελθόντος, ὡς ἂν ἐπίσχῃ τὰς δίκας, εἰς τὸ ἱερὸν ἡ Λευ‐ κίππη παρῆν, ὥστε μικροῦ τινος ἀπελείφθη τοῦ μὴ τῷ πατρὶ συν‐ τυχεῖν. | |
7.14.1 | Ὡς δὲ ἀπηλλάγην ἐγὼ τῶν βασάνων, διελέλυτο μὲν τὸ δικα‐ στήριον ὄχλος τε ἦν περὶ ἐμὲ καὶ θόρυβος, τῶν μὲν ἐλεούντων, τῶν δὲ ἐπιθειαζόντων, τῶν δὲ ἀναπυνθανομένων. ἔνθα καὶ ὁ Σώστρατος ἐπιστὰς ὁρᾷ με καὶ γνωρίζει. | |
7.14.2 | καὶ γάρ, ὡς ἔφην ἐν ἀρχῇ τῶν λόγων, ἐν Τύρῳ ποτὲ ἐγεγόνει περὶ τὴν τῶν Ἡρακλείων ἑορτὴν καὶ | |
χρόνου πολλοῦ διατρίψας ἔτυχεν ἐν Τύρῳ πρὸ πολλοῦ τῆς ἡμετέρας φυγῆς· ὥστε ταχύ μου τὴν μορφὴν συνεβάλετο, καὶ διὰ τὸ ἐνύπνιον | 137 | |
5 | φύσει προσδοκῶν εὑρήσειν ἡμᾶς. | |
7.14.3 | προσελθὼν οὖν μοι· “Κλειτο‐ φῶν οὗτος, Λευκίππη δὲ ποῦ;” ἐγὼ μὲν οὖν γνωρίσας αὐτὸν εἰς γῆν κατένευσα, οἱ δὲ παρόντες αὐτῷ διηγοῦντο ὅσα εἶπον κατ’ ἐμαυτοῦ· καὶ ὃς ἀνοιμώξας καὶ κοψάμενος τὴν κεφαλὴν ἐμπηδᾷ μου | |
5 | τοῖς ὀφθαλμοῖς καὶ μικροῦ δεῖν ἐξώρυξεν αὐτούς· οὐδὲ γὰρ ἐπε‐ χείρουν κωλύειν ἐγώ, παρεῖχον δὲ τὸ πρόσωπον εἰς τὴν ὕβριν. | |
7.14.4 | ὁ δὲ Κλεινίας προσελθὼν εἶργε παρηγορῶν αὐτὸν ἅμα καὶ λέγων· “Τί ποιεῖς, ἄνθρωπε; τί μάτην ἐξηγρίωσαι κατ’ ἀνδρός, ὃς μᾶλλον σοῦ Λευκίππην φιλεῖ; θάνατον γοῦν ὑπέστη παθεῖν, ὅτι τεθνάναι ταύτην | |
5 | ἔδοξεν.” ἄλλα τε πολλὰ ἔλεγε παραμυθούμενος αὐτόν. | |
7.14.5 | ὁ δὲ ὠδύ‐ ρετο καλῶν τὴν Ἄρτεμιν· “Ἐπὶ τούτῳ με, δέσποινα, ἤγαγες ἐνταῦθα; τοιαῦτά σου τῶν ἐνυπνίων τὰ μαντεύματα; κἀγὼ μὲν ἐπίστευόν σου τοῖς ὀνείροις καὶ εὑρήσειν παρὰ σοὶ προσεδόκων τὴν θυγατέρα. καλὸν | |
5 | δέ μοι δῶρον δέδωκας· εὗρον τὸν ἀνδροφόνον αὐτῆς παρὰ σοί.” | |
7.14.6 | καὶ ὁ Κλεινίας ἀκούσας τοῦ τῆς Ἀρτέμιδος ἐνυπνίου περιχαρὴς ἐγένετο καὶ λέγει· “Θάρρει, πάτερ, ἡ Ἄρτεμις οὐ ψεύδεται· ζῇ σοι Λευκίππη· πίστευσόν μου τοῖς μαντεύμασιν. οὐχ ὁρᾷς καὶ τοῦτον ὡς ἐκ τῶν βασάνων νῦν κρεμάμενον ἐξήρπασεν;” | |
7.15.1 | Ἐν τούτῳ δὲ ἔρχεταί τις τῶν τοῦ ναοῦ προπόλων ἐπὶ τὸν ἱερέα σπουδῇ μάλα θέων καὶ λέγει πάντων ἀκουόντων· “Κόρη τις ἐπὶ τὴν Ἄρτεμιν ξένη κατέφυγεν.” ἐγὼ μὲν δὴ τοῦτο ἀκούσας ἀναπτεροῦμαι καὶ τὰ ὄμματα ἀνεγείρω καὶ ἀναβιοῦν ἠρχόμην· ὁ δὲ | |
5 | Κλεινίας πρὸς τὸν Σώστρατον, “Ἀληθῆ μου, πάτερ,” εἶπε, “τὰ μαντεύματα·” καὶ ἅμα πρὸς τὸν ἄγγελον εἶπε· “Μὴ καλή;” | |
7.15.2 | “Οὐκ ἄλλην τοιαύτην,” ἔφη, “μετὰ τὴν Ἄρτεμιν εἶδον.” πρὸς τοῦτο ἐγὼ πηδῶ καὶ βοῶ· “Λευκίππην λέγεις.” “Καὶ μάλα,” ἔφη· “καλεῖ‐ σθαι γὰρ τοῦτο ἔλεγεν αὕτη, καὶ πατρίδα Βυζάντιον καὶ πατέρα | |
5 | Σώστρατον ἔχειν.” | |
7.15.3 | ὁ μὲν δὴ Κλεινίας ἀνεκρότησε παιανίσας, ὁ δὲ Σώστρατος ὑπὸ χαρᾶς κατέπεσεν, ἐγὼ δὲ ἐξάλλομαι μετὰ τῶν δε‐ σμῶν εἰς ἀέρα καὶ ἐπὶ τὸ ἱερὸν ὡς ἀπὸ μηχανῆς βληθεὶς ἐπετόμην· οἱ δὲ φυλάσσοντες ἐδίωκον, νομίζοντες ἀποδιδράσκειν, καὶ ἐβόων τοῖς | 138 |
5 | ἐντυγχάνουσι λαβέσθαι. | |
7.15.4 | ἀλλ’ εἶχον οἱ πόδες μου τότε πτερά· μόλις οὖν τινες μαινομένου μου πρὸς τὸν δρόμον λαμβάνονται· καὶ οἱ φύ‐ λακες ἅμα παρῆσαν καὶ ἐπεχείρουν με τύπτειν. ἐγὼ δὲ ἤδη θαρρῶν ἠμυνόμην· οἱ δὲ εἷλκόν με εἰς τὸ δεσμωτήριον. | |
7.16.1 | Καὶ ἐν τούτῳ παρῆν ὁ Κλεινίας καὶ ὁ Σώστρατος. καὶ ὁ μὲν Κλεινίας ἐβόα· “Ποῖ ἄγετε τὸν ἄνθρωπον; οὐκ ἔστι φονεὺς ἐφ’ ᾗ καταδεδίκασται.” καὶ ὁ Σώστρατος ἐν μέρει ταὐτὰ ἔλεγε καὶ ὡς εἴη αὐτὸς τῆς ἀνῃρῆσθαι δοκούσης πατήρ. οἱ δὲ παρόντες τὸ πᾶν | |
5 | μαθόντες εὐφήμουν τε τὴν Ἄρτεμιν καὶ περιΐσταντό με καὶ ἄγειν εἰς τὸ δεσμωτήριον οὐκ ἐπέτρεπον. | |
7.16.2 | οἱ δὲ φύλακες οὐκ εἶναι κύριοι τοῦ μεθεῖναι καταδικασθέντα πρὸς θάνατον ἄνθρωπον ἔλεγον, ἕως ὁ ἱερεύς, τοῦ Σωστράτου δεηθέντος, ἐνεγυήσατο αὐτὸν ἔχειν καὶ παρέ‐ ξειν εἰς τὸν δῆμον, ὅταν δέῃ. οὕτω μὲν δὴ τῶν δεσμῶν ἀπολύομαι | |
5 | καὶ ἐπὶ τὸ ἱερὸν ταχὺ μάλα ἠπειγόμην· καὶ ὁ Σώστρατος κατὰ πόδας, οὐκ οἶδα εἰ τὰ ὅμοια ἐμοὶ χαίρων. | |
7.16.3 | οὐκ ἔστι δὲ οὕτως ἄν‐ θρωπος δρομικώτατος, ὃν οὐ τῆς φήμης φθάνει τὸ πτερόν· ἣ καὶ τότε ἡμᾶς ἐπὶ Λευκίππην προὔλαβεν, ἀπαγγέλλουσα πάντα καὶ τὰ τοῦ Σωστράτου καὶ τἀμά. ἰδοῦσα δὲ ἡμᾶς ἐξεπήδησε τοῦ νεὼ καὶ | |
5 | τὸν μὲν πατέρα περιεπτύξατο, τοὺς δὲ ὀφθαλμοὺς εἶχεν ἐπ’ ἐμέ. | |
7.16.4 | ἐγὼ δὲ εἱστήκειν, αἰδοῖ τῇ πρὸς τὸν Σώστρατον κατέχων ἐμαυτὸν (καὶ ἅπαντα ἔβλεπον εἰς τὸ ἐκείνης πρόσωπον) ἐπ’ αὐτὴν ἐκθορεῖν. | |
οὕτως ἀλλήλους ἠσπαζόμεθα τοῖς ὄμμασιν. | 139 | |
8.1.1 | Ἄρτι δὲ ἡμῶν μελλόντων καθέζεσθαι καὶ περὶ τούτων δια‐ λέγεσθαι Θέρσανδρος σπουδῇ μάλα, μάρτυρας ἄγων τινάς, ἔρχεται πρὸς τὸν νεὼν καὶ μεγάλῃ τῇ φωνῇ πρὸς τὸν ἱερέα, “Μαρτύρομαι,” ἔφη, “τῶνδε ἐναντίον, ὅτι μὴ δεόντως ἐξαιρῇ δεσμῶν καὶ θανάτου | |
5 | κατεγνωσμένον ἄνθρωπον ἐκ τῶν νόμων ἀποθανεῖν. | |
8.1.2 | ἔχεις δὲ καὶ δούλην ἐμήν, γυναῖκα μάχλον καὶ πρὸς ἄνδρας ἐπιμανῆ· ταύτην ὅπως μοι φυλάξῃς.” ἐγὼ δὲ πρὸς τὸ ‘δούλην καὶ γυναῖκα μάχλον‘ ὑπεραλγήσας τὴν ψυχὴν οὐκ ἤνεγκα τῶν ῥημάτων τὰ τραύματα, | |
5 | ἀλλ’ ἔτι λαλοῦντος αὐτοῦ, “Σὺ μὲν οὖν,” ἔφην, “καὶ τρίδουλος καὶ ἐπιμανὴς καὶ μάχλος· αὕτη δὲ καὶ ἐλευθέρα καὶ παρθένος καὶ ἀξία τῆς θεοῦ.” | |
8.1.3 | ὡς δὲ ταῦτα ἤκουσε, “Καὶ λοιδορεῖς,” φήσας, “δε‐ σμῶτα καὶ κατάδικε;” παίει με κατὰ τῶν προσώπων μάλα βιαίως καὶ ἐπάγει δευτέραν· οἱ δὲ τῶν ῥινῶν αἵματος ἔρρεον κρουνοί· ὅλον γὰρ αὐτοῦ τὸν θυμὸν εἶχεν ἡ πληγή. | |
8.1.4 | ὡς δὲ καὶ τρίτην ἀπροφυλάκτως ἔπαισε, λανθάνει μου τῷ στόματι περὶ τοὺς ὀδόντας προσπταίσας τὴν χεῖρα, καὶ τρωθεὶς τοὺς δακτύλους μόλις τὴν χεῖρα συνέστειλεν ἀνακραγών. καὶ οἱ ὀδόντες ἀμύνουσι τὴν τῶν ῥινῶν ὕβριν. τιτρώ‐ | |
5 | σκουσι γὰρ αὐτοῦ τοὺς παίοντας δακτύλους, καὶ ἃ πεποίηκεν ἔπαθεν ἡ χείρ. | |
8.1.5 | καὶ ὁ μὲν ἐπὶ τῇ πληγῇ μάλα ἄκων ἀνακραγὼν συνέστειλε τὴν χεῖρα καὶ οὕτως ἐπαύσατο· ἐγὼ δὲ ἰδὼν οἷον ἔχει κακὸν τοῦτο μὲν οὐ προσεποιησάμην, ἐφ’ οἷς δὲ ἐτυραννήθην τραγῳδῶν ἐνέπλησα βοῆς τὸ ἱερόν. | 140 |
8.2.1 | “Ποῖ φύγωμεν ἔτι τοὺς βιαίους; ποῖ καταδράμωμεν; ἐπὶ τίνα θεῶν μετὰ τὴν Ἄρτεμιν; ἐν αὐτοῖς τυπτόμεθα τοῖς ἱεροῖς· ἐν τοῖς τῆς ἀσυλίας παιόμεθα χωρίοις. ταῦτα ἐν ἐρημίαις μόναις γίνεται, ὅπου μηδεὶς μάρτυς μηδ’ ἄνθρωπός ἐστι. σὺ δὲ αὐτῶν ἐν ὄψει | |
5 | τυραννεῖς τῶν θεῶν. | |
8.2.2 | καὶ τοῖς μὲν πονηροῖς αἱ τῶν ἱερῶν ἀσφά‐ λειαι διδόασι καταφυγήν, ἐγὼ δὲ μηδὲν ἀδικήσας, ἱκέτης δὲ τῆς Ἀρτέμιδος γενόμενος, τύπτομαι παρ’ αὐτῷ τῷ βωμῷ, βλεπούσης, οἴμοι, τῆς θεοῦ. ἐπὶ τὴν Ἄρτεμιν αἱ πληγαί. | |
8.2.3 | καὶ οὐ μέχρι πληγῶν ἡ παροινία, ἀλλὰ καὶ ἐπὶ τῶν προσώπων τις λαμβάνει τραύματα, ὡς ἐν πολέμῳ καὶ μάχῃ, καὶ μεμίανται τὸ ἔδαφος ἀνθρωπίνῳ αἵματι. τοιαῦτα σπένδει τίς τῇ θεῷ; οὐ βάρβαροι τοῦτο καὶ Ταῦροι καὶ ἡ | |
5 | Ἄρτεμις ἡ Σκυθῶν; ὁ παρ’ ἐκείνοις μόνος ναὸς οὕτως αἱμάσσεται· τὴν Ἰωνίαν Σκυθίαν πεποίηκας, καὶ ἐν Ἐφέσῳ ῥεῖ τὰ ἐν Ταύροις αἵματα. | |
8.2.4 | λαβὲ καὶ ξίφος κατ’ ἐμοῦ. καίτοι τί δέῃ σιδήρου; τὰ τοῦ ξίφους πεποίηκεν ἡ χείρ. ἀνδροφόνος αὕτη καὶ μιαιφόνος δεξιὰ τοιαῦτα δέδρακεν οἷα ἐκ φόνου γίνεται.” | |
8.3.1 | Ταῦτά μου βοῶντος 〈ὁ〉 ὄχλος συνερρύη τῶν ἐν τῷ ἱερῷ παρόντων· καὶ οὗτοι ἐκάκιζον αὐτὸν καὶ ὁ ἱερεὺς αὐτὸς 〈ὅτι〉 οὐκ αἰσχύνεται τοιαῦτα ποιῶν οὕτω φανερῶς καὶ ἐν τῷ ἱερῷ. ἐγώ τε τεθαρρηκώς, “Τοιαῦτα,” ἔφην, “ὦ ἄνδρες, πέπονθα, ἐλεύθερός τε ὢν | |
5 | καὶ πόλεως οὐκ ἀσήμου, ἐπιβουλευθεὶς μὲν εἰς τὴν ψυχὴν ὑπὸ τούτου, σωθεὶς δὲ ὑπὸ τῆς Ἀρτέμιδος, ἣ τοῦτον ἀπέφηνε συκοφάντην. | |
8.3.2 | καὶ | |
νῦν προελθεῖν με δεῖ καὶ ἀπονίψασθαι τὸ πρόσωπον ἔξω. μὴ γὰρ ἐνταῦθα τοῦτο ποιήσαιμι ἔγωγε, μὴ καὶ τὸ ἱερὸν ὕδωρ τῷ τῆς ὕβρεως αἵματι μιανθῇ.” | 141 | |
8.3.3 | τότε μὲν δὴ μόλις ἀφελκύσαντες αὐτὸν ἐξάγουσι τοῦ ἱεροῦ. τοσοῦτον δ’ εἶπεν ἀπιών· “Ἀλλὰ τὸ μὲν σὸν ἤδη κέκρι‐ ται, καὶ ὅσον οὐδέπω πείσῃ δίκην· τὸ δὲ τῆς ψευδοπαρθένου ταύτης ἑταίρας ἡ σύριγξ τιμωρήσεται.” | |
8.4.1 | Ὡς δὲ ἀπηλλάγη ποτέ, κἀγὼ ἐξελθὼν ἐκάθηρα τὸ πρόσωπον. τοῦ δὲ δείπνου καιρὸς ἦν, καὶ ὑπεδέξατο ἡμᾶς ὁ ἱερεὺς μάλα φιλο‐ φρόνως. ἐγὼ δὲ εἰς τὸν Σώστρατον ὀρθοῖς τοῖς ὀφθαλμοῖς ἰδεῖν οὐκ ἠδυνάμην, συνειδὼς οἷα αὐτὸν διατεθείκειν· καὶ ὁ Σώστρατος δὲ τὰς | |
5 | τῶν ὀφθαλμῶν ὁρῶν ἀμύξεις τῶν ἐμῶν, ἃς ἔτυχον ὑπ’ αὐτοῦ παθών, ἀντῃσχύνετό με βλέπειν· καὶ ἡ Λευκίππη δὲ τὰ πολλὰ εἰς γῆν ἔβλεπε· καὶ ἦν ὅλον τὸ συμπόσιον αἰδώς. | |
8.4.2 | προϊόντος δὲ τοῦ πότου καὶ τοῦ Διονύσου κατὰ μικρὸν ἐξιλασκομένου τὴν αἰδῶ (ἐλευθερίας γὰρ οὗτος πατήρ) ἄρχει λόγου πρῶτος ὁ ἱερεὺς πρὸς τὸν Σώστρα‐ τον· “Τί οὐ λέγεις, ὦ ξένε, τὸν περὶ ὑμᾶς μῦθον ὅστις ἐστί; δοκεῖ | |
5 | γάρ μοι περιπλοκάς τινας ἔχειν οὐκ ἀηδεῖς· οἴνῳ δὲ μάλιστα πρέ‐ πουσιν οἱ τοιοῦτοι λόγοι.” | |
8.4.3 | καὶ ὁ Σώστρατος προφάσεως λαβό‐ μενος ἄσμενος, “Τὸ μὲν κατ’ ἐμὲ τοῦ λόγου μέρος ἁπλοῦν,” εἶπεν, “ὅτι Σώστρατος ὄνομα, Βυζάντιος τὸ γένος, τούτου θεῖος, πατὴρ ταύτης· τὸ δὲ λοιπόν, ὅπερ ἐστὶ μῦθος, λέγε, τέκνον Κλειτοφῶν, | |
5 | μηδὲν αἰδούμενος. | |
8.4.4 | καὶ γὰρ εἴ τί μοι συμβέβηκε λυπηρόν, μάλιστα μὲν οὐ σόν ἐστιν, ἀλλὰ τοῦ δαίμονος· ἔπειτα τῶν ἔργων παρελθόντων ἡ διήγησις τὸν οὐκέτι πάσχοντα ψυχαγωγεῖ μᾶλλον ἢ λυπεῖ.” | |
8.5.1 | Κἀγὼ πάντα τὰ κατὰ τὴν ἀποδημίαν τὴν ἀπὸ Τύρου διηγοῦ‐ μαι, τὸν πλοῦν, τὴν ναυαγίαν, τὴν Αἴγυπτον, τοὺς βουκόλους, τῆς Λευκίππης τὴν ἀπαγωγήν, τὴν παρὰ τῷ βωμῷ πλαστὴν γαστέρα, τὴν Μενελάου τέχνην, τὸν ἔρωτα τοῦ στρατηγοῦ καὶ τὸ Χαιρέου | |
5 | φάρμακον, τὴν τῶν λῃστῶν ἁρπαγὴν καὶ τὸ τοῦ μηροῦ τραῦμα· καὶ ἔδειξα τὴν οὐλήν. | 142 |
8.5.2 | ἐπεὶ δὲ κατὰ τὴν Μελίτην ἐγενόμην, ἐξῇρον τὸ πρᾶγμα ἐμαυτοῦ πρὸς σωφροσύνην μεταποιῶν καὶ οὐδὲν ἐψευδόμην, τὸν Μελίτης ἔρωτα καὶ τὴν σωφροσύνην τὴν ἐμήν, ὅσον ἐλιπάρησε χρόνον, ὅσον ἀπέτυχεν, ὅσα ἐπηγγείλατο, ὅσα ὠδύρατο· τὴν ναῦν | |
5 | διηγησάμην, τὸν εἰς Ἔφεσον πλοῦν, καὶ ὡς ἄμφω συνεκαθεύδομεν, καί, μὰ ταύτην τὴν Ἄρτεμιν, ὡς ἀπὸ γυναικὸς ἀνέστη γυνή. | |
8.5.3 | ἓν μόνον παρῆκα τῶν ἐμαυτοῦ δραμάτων, τὴν μετὰ ταῦτα πρὸς Με‐ λίτην αἰδῶ· ἐπεὶ καὶ τὸ δεῖπνον εἶπον καὶ ὡς ἐμαυτοῦ κατεψευσάμην, καὶ μέχρι τῆς θεωρίας τὸν λόγον συνεπέρανα, καί, “Τὰ μὲν ἐμὰ | |
5 | ταῦτα,” ἔφην· “τὰ δὲ Λευκίππης τῶν ἐμῶν μείζονα. | |
8.5.4 | πέπραται, δεδούλευκε, γῆν ἔσκαψε, σεσύληται τῆς κεφαλῆς τὸ κάλλος· τὴν κουρὰν ὁρᾷς.” καὶ καθ’ ἕκαστον ὡς ἐγένετο διεξῄειν. | |
8.5.5 | κἀν τῷδε κατὰ τὸν Σωσθένην καὶ Θέρσανδρον γενόμενος ἐξῇρον καὶ τὰ αὐτῆς ἔτι μᾶλλον ἢ τἀμά, ἐρωτικῶς αὐτῇ χαριούμενος ἀκούοντος τοῦ πα‐ τρός· ὡς πᾶσαν αἰκίαν ἤνεγκεν εἰς τὸ σῶμα καὶ ὕβριν πλὴν μιᾶς, | |
5 | ὑπὲρ δὲ ταύτης τὰς ἄλλας πάσας ὑπέστη· “Καὶ ἔμεινε, πάτερ, τοιαύτη μέχρι τῆς παρούσης ἡμέρας, οἵαν αὐτὴν ἐξέπεμψας ἀπὸ Βυζαντίου. | |
8.5.6 | καὶ οὐκ ἐμὸν τοῦτο ἐγκώμιον, ὅτι φυγὴν ἑλόμενος οὐδὲν ἔδρασα ὑπὲρ ὧν ἔφυγον, ἀλλ’ αὐτῆς, ὅτι καὶ ἐν μέσοις λῃσταῖς ἔμεινε παρ‐ θένος καὶ τὸν μέγαν ἐνίκησε λῃστήν, Θέρσανδρον λέγω, τὸν ἀναίσχυν‐ τον, τὸν βίαιον. | |
8.5.7 | ἐφιλοσοφήσαμεν, πάτερ, τὴν ἀποδημίαν· ἐδίωξε γὰρ ἡμᾶς ἔρως, καὶ ἦν ἐραστοῦ καὶ ἐρωμένης φυγή· ἀποδημήσαντες γεγόναμεν ἀλλήλων ἀδελφοί. εἴ τις ἄρα ἔστιν ἀνδρὸς παρθενία, ταύτην κἀγὼ μέχρι τοῦ παρόντος πρὸς Λευκίππην ἔχω· ἡ μὲν γὰρ | |
5 | ἤρα ἐκ πολλοῦ τοῦ τῆς Ἀρτέμιδος ἱεροῦ. | |
8.5.8 | δέσποινα Ἀφροδίτη, μὴ νεμεσήσῃς ἡμῖν ὡς ὑβρισμένη. οὐκ ἠθέλομεν ἀπάτορα γενέσθαι τὸν γάμον. πάρεστιν οὖν ὁ πατήρ· ἧκε καὶ σύ· εὐμενὴς ἡμῖν ἤδη γενοῦ.” | |
8.5.9 | ταῦτα ἀκούοντες ὁ μὲν ἱερεὺς ἐκεχήνει, θαυμάζων ἕκαστον τῶν λεγομένων, ὁ δὲ Σώστρατος καὶ ἐπεδάκρυεν, εἴ ποτε κατὰ Λευκίπ‐ πην ἐγεγόνει 〈τὸ〉 δρᾶμα. καὶ ἐπεί ποτε ἐπαυσάμην, “Τὰ μὲν ἡμέ‐ τερα,” εἶπον, “ἠκούσατε· ἓν δὲ αἰτῶ κἀγὼ μαθεῖν παρὰ σοῦ, ἱερεῦ, | 143 |
5 | μόνον· τί ποτέ ἐστιν ὃ τελευταῖον ἀπιὼν ὁ Θέρσανδρος κατὰ Λευκίπ‐ πης προσέθηκε, σύριγγα εἰπών;” “Ἀλλὰ σύ γε,” ἔφη, “καλῶς ἀνή‐ ρου· καὶ γὰρ εἰδότας ἡμᾶς τὰ περὶ τὴν σύριγγα τοῖς παροῦσιν οὕτως ἁρμόσασθαι προσήκει· κἀγὼ τὸν σὸν ἀμείψομαι μῦθον εἰπών.” | |
8.6.1 | “Ὁρᾷς τουτὶ τὸ ἄλσος τὸ κατόπιν τοῦ νεώ. ἐνθάδε ἐστὶ σπή‐ λαιον ἀπόρρητον γυναιξί, καθαραῖς δὲ εἰσελθούσαις οὐκ ἀπόρρητον παρθένοις· ἀνάκειται δὲ σύριγξ ὀλίγον ἔνδον τῶν τοῦ σπηλαίου θυρῶν. | |
8.6.2 | εἰ μὲν οὖν τὸ ὄργανον καὶ παρ’ ὑμῖν ἐπιχωριάζει τοῖς Βυζαντίοις, ἴστε ὃ λέγω· εἰ δέ τις ὑμῶν ἧττον ὡμίλησε ταύτῃ τῇ μουσικῇ, φέρε καὶ οἷόν ἐστιν εἴπω καὶ τὸν ταύτῃ τοῦ Πανὸς πάντα μῦθον. | |
8.6.3 | ἡ σύριγξ αὐλοὶ μέν εἰσι πολλοί, κάλαμος δὲ τῶν αὐλῶν ἕκαστος· αὐλοῦσι δὲ οἱ κάλαμοι πάντες ὥσπερ αὐλὸς εἷς. σύγκεινται δὲ στιχηδὸν ἄλλος ἐπ’ ἄλλον ἡνωμένος· | |
8.6.4 | τὸ πρόσωπον ἰσοστάσιον καὶ τὸ νῶτον. καὶ ὅσοι εἰσὶ τῶν καλάμων βραχὺ μικρῷ λειπόμενοι, τούτων μείζων ὁ μετὰ τοῦτον, καὶ ἐπὶ τῷ δευτέρῳ τοσοῦτον, ὅσον τοῦ δευτέρου μείζων ὁ μετὰ τοῦτον τρίτος, καὶ κατὰ λόγον οὕτως | |
5 | ὁ λοιπὸς τῶν καλάμων χορὸς ἕκαστον τοῦ πρόσθεν ἴσον ἔχων, τὸ δὲ ἔσω μέσον ἐστὶ τῷ περιττῷ. | |
8.6.5 | αἴτιον δὲ τῆς τοιαύτης τάξεως ἡ τῆς ἁρμονίας διανομή. τό〈σον〉 μὲν γὰρ ὀξύτατον 〈τὸ〉 ἄνω ὅσον τὸ κάτω πρῶτον βαρύ〈τατον, καὶ〉 κατὰ κέρας ἑκάτερον ὁ ἄκρος ἔλαχεν | |
αὐλός· τὰ δὲ μεταξὺ τῶν ἄκρων τοῦ ῥυθμοῦ διαστήματα, πάντες οἱ μεταξὺ | 144 | |
5 | κάλαμοι, ἕκαστος ἐπὶ τὸν πέλας τὸ ὀξὺ καταφέρει, ἔστε τῷ τελευταίῳ συνάπτει βαρεῖ. | |
8.6.6 | ὅσα δὲ ὁ τῆς Ἀθηνᾶς αὐλὸς ἐντὸς λαλεῖ, τοσαῦτα καὶ ὁ τοῦ Πανὸς ἐν τοῖς στόμασιν αὐλεῖ. ἀλλ’ ἐκεῖ μὲν οἱ δάκτυλοι κυβερνῶσι τὰ αὐλήματα, ἐνταῦθα δὲ τοῦ τεχνίτου τὸ στόμα μιμεῖται τοὺς δακτύλους· κἀκεῖ μὲν κλείσας ὁ αὐλητὴς τὰς ἄλλας ὀπὰς μίαν | |
5 | ἀνοίγει μόνην, δι’ ἧς τὸ πνεῦμα καταρρεῖ, ἐνταῦθα δὲ τοὺς μὲν ἄλ‐ λους ἐλευθέρους ἀφῆκε καλάμους, μόνῳ δὲ τὸ χεῖλος ἐπιτίθησιν, ὃν ἂν ἐθέλῃ μὴ σιωπᾶν, μεταπηδᾷ τε ἄλλοτε ἐπ’ ἄλλον, ὅποι ποτ’ ἂν εἴη τοῦ κρούματος ἡ ἁρμονία καλή· | |
8.6.7 | οὕτως αὐτῷ περὶ τοὺς αὐλοὺς χορεύει τὸ στόμα. ἦν δὲ ἡ σύριγξ οὔτε αὐλὸς ἀπ’ ἀρχῆς οὔτε κά‐ λαμος, ἀλλὰ παρθένος εὐειδὴς οἵαν εὐχὴν κινεῖν. ὁ Πὰν οὖν ἐδίωκεν αὐτὴν δρόμον ἐρωτικόν, τὴν δὲ ὕλη τις δέχεται δασεῖα φεύγουσαν· | |
5 | ὁ δὲ Πὰν κατὰ πόδας εἰσθορὼν ὤρεγε τὴν χεῖρα ὡς ἐπ’ αὐτήν. | |
8.6.8 | καὶ ὁ μὲν ᾤετο τεθηρακέναι καὶ ἔχεσθαι τῶν τριχῶν, καλάμων δὲ κόμην εἶχεν ἡ χείρ. τὴν μὲν γὰρ εἰς γῆν καταδῦναι λέγουσι, καλάμους δὲ τὴν γῆν ἀντ’ αὐτῆς τεκεῖν. | |
8.6.9 | τέμνει δὴ τοὺς καλάμους ὑπὸ ὀργῆς ὁ Πὰν ὡς κλέπτοντας αὐτοῦ τὴν ἐρωμένην. ἐπεὶ δὲ μετὰ ταῦτα οὐκ εἶχεν εὑρεῖν, εἰς τοὺς καλάμους δοκῶν λελύσθαι τὴν κόρην ἔκλαιε τὴν τομήν, νομίζων τετμηκέναι τὴν ἐρωμένην. | |
8.6.10 | συμφορήσας οὖν τὰ τετμημένα τῶν καλάμων ὡς μέλη τοῦ σώματος καὶ συνθεὶς εἰς ἓν σῶμα, εἶχε διὰ χειρῶν τὰς τομὰς τῶν καλάμων καταφιλῶν ὡς τῆς κόρης τραύματα· ἔστενε δὲ ἐρωτικὸν ἐπιθεὶς τὸ στόμα καὶ | |
5 | ἐνέπνει ἄνωθεν εἰς τοὺς αὐλοὺς ἅμα φιλῶν· τὸ δὲ πνεῦμα διὰ τῶν ἐν τοῖς καλάμοις στενωπῶν καταρρέον αὐλήματα ἐποίει, καὶ ἡ σύριγξ εἶχε φωνήν. | |
8.6.11 | ταύτην οὖν τὴν σύριγγά φασιν ἀναθεῖναι μὲν ἐνθάδε | |
τὸν Πᾶνα, περιορίσαι δὲ εἰς σπήλαιον αὐτήν, θαμίζειν τε αὐτοῦ καὶ τῇ σύριγγι συνήθως αὐλεῖν. χρόνῳ δὲ ὕστερον χαρίζεται τὸ χωρίον τῇ Ἀρτέμιδι, συνθήκας ποιησάμενος πρὸς αὐτήν, μηδεμίαν ἐκεῖ κατα‐ | 145 | |
5 | βαίνειν γυναῖκα. | |
8.6.12 | ὅταν οὖν αἰτίαν ἔχῃ τις οὐκ εἶναι παρθένος, προπέμπει μὲν αὐτὴν ὁ δῆμος μέχρι τῶν τοῦ σπηλαίου θυρῶν, δικά‐ ζει δὲ ἡ σύριγξ τὴν δίκην. ἡ μὲν γὰρ παῖς εἰσέρχεται κεκοσμημένη στολῇ τῇ νενομισμένῃ, ἄλλος δὲ ἐπικλείει τὰς τοῦ σπηλαίου θύρας. | |
8.6.13 | κἂν μὲν ᾖ παρθένος, λιγυρόν τι μέλος ἀκούεται καὶ ἔνθεον, ἤτοι τοῦ τόπου πνεῦμα ἔχοντος μουσικὸν εἰς τὴν σύριγγα τεταμιευμένον, ἢ τάχα καὶ ὁ Πὰν αὐτὸς αὐλεῖ. μετὰ δὲ μικρὸν αὐτόμαται μὲν αἱ θύραι ἀνεῴχθησαν τοῦ σπηλαίου, ἐκφαίνεται δὲ ἡ παρθένος ἐστε‐ | |
5 | φανωμένη τὴν κεφαλὴν πίτυος κόμαις. | |
8.6.14 | ἐὰν δὲ ᾖ τὴν παρθενίαν ἐψευσμένη, σιωπᾷ μὲν ἡ σύριγξ, οἰμωγὴ δέ τις ἀντὶ μουσικῆς ἐκ τοῦ σπηλαίου πέμπεται, καὶ εὐθὺς ὁ δῆμος ἀπαλλάττεται καὶ ἀφίησιν ἐν τῷ σπηλαίῳ τὴν γυναῖκα. τρίτῃ δὲ ἡμέρᾳ παρθένος ἱέρεια τοῦ τόπου | |
5 | παρελθοῦσα τὴν μὲν σύριγγα εὑρίσκει χαμαί, τὴν δὲ γυναῖκα οὐδα‐ μοῦ. | |
8.6.15 | πρὸς ταῦτα παρασκευάσασθε πῶς ἂν αὐτοὶ σχῆτε τύχης καὶ σύνετε. εἰ μὲν γάρ ἐστι παρθένος, ὡς ἔγωγε βουλοίμην, ἄπιτε χαί‐ ροντες τῆς σύριγγος τυχόντες εὐμενοῦς· οὐ γὰρ ἄν ποτε ψεύσαιτο τὴν κρίσιν· εἰ δὲ μή, αὐτοὶ γὰρ ἴστε οἷα εἰκὸς ἐν τοσαύταις αὐτὴν | |
5 | ἐπιβουλαῖς γενομένην ἄκουσαν—” | |
8.7.1 | Καὶ εὐθὺς ἡ Λευκίππη, πρὶν τὸν ἱερέα εἰπεῖν τὸν ἑξῆς λόγον· “Ὡς γέ μοι δοκεῖ, μηδὲ εἴπῃς· ἐγὼ γὰρ ἑτοίμη εἰς τὸ τῆς σύριγγος σπήλαιον εἰσελθεῖν καὶ χωρὶς κλήσεως κατακεκλεῖσθαι.” “Ἀγαθὰ λέγεις,” ὁ ἱερεὺς εἶπε, “καί σοι συνήδομαι ὑπὲρ σωφροσύνης καὶ | |
5 | τύχης.” | |
8.7.2 | τότε μὲν οὖν ἑσπέρας γενομένης ἕκαστος ἡμῶν ἀπῄει κοιμηθησόμενος ἔνθα ὁ ἱερεὺς παρεσκεύασεν. ὁ Κλεινίας δὲ οὐκ ἦν | |
ἡμῖν συνδειπνῶν, ὡς ἂν μὴ φορτικοὶ δοκοίημεν εἶναι τῷ ξενοδόχῳ, ἀλλ’ ἔνθα καὶ τὴν πρόσθεν ἡμέραν καὶ τὴν τότε. | 146 | |
8.7.3 | τὸν μέντοι Σώ‐ στρατον ἑώρων ὑποθορυβηθέντα τῷ τῆς σύριγγος διηγήματι, μὴ ἄρα τὰ περὶ τῆς παρθενίας δι’ αἰδῶ τὴν πρὸς αὐτὸν ψευδώμεθα. | |
8.7.4 | δια‐ νεύω δὴ τῇ Λευκίππῃ νεύματι ἀφανεῖ τὸν φόβον τοῦ πατρὸς ἐξελεῖν, ἐπισταμένῃ οἵῳ δὴ τρόπῳ μάλιστα οἴεται πείσειν. κἀκείνη δὲ ἐδόκει μοι ταὐτὸν ὑποπτεύειν, ὥστε ταχὺ μὲν συνῆκε· διενοεῖτο δὲ καὶ πρὸ | |
5 | τοῦ παρ’ ἐμοῦ νεύματος, πῶς ἂν κοσμιώτατα προσενεχθείη τῷ πιστώ‐ ματι. | |
8.7.5 | μέλλουσα οὖν πρὸς ὕπνον ἀναχωρεῖν καὶ ἀσπαζομένη τὸν πατέρα ἠρέμα πρὸς αὐτόν, “Θάρρει, πάτερ,” ἔφη, “περὶ ἐμοῦ, καὶ πίστευε τοῖς εἰρημένοις. μὰ τὴν γὰρ Ἄρτεμιν, οὐδέτερος ἡμῶν οὐδὲν ἐψεύσατο.” | |
8.7.6 | τῇ δὲ ὑστεραίᾳ περὶ τὴν θεωρίαν ἦσαν ὅ τε Σώστρατος καὶ ὁ ἱερεύς, καὶ ηὐτρεπισμέναι ἦσαν αἱ θυσίαι· παρῆν δὲ καὶ ἡ βουλὴ μεθέξουσα τῶν ἱερείων. εὐφημίαι δὲ ἦσαν εἰς τὴν θεὸν πολλαί· καὶ ὁ Θέρσανδρος (ἔτυχε γὰρ καὶ αὐτὸς παρών) προσελ‐ | |
5 | θὼν τῷ προέδρῳ, “Πρόγραψον εἰς αὔριον,” ἔφη, “τὰς περὶ ἡμῶν δίκας, ἐπεὶ καὶ τὸν καταγνωσθέντα σοι χθὲς ἤδη τινὲς ἔλυσαν, καὶ ὁ Σωσθένης ἐστὶν οὐδαμοῦ.” προγέγραπτο μὲν οὖν εἰς τὴν ὑστεραίαν ἡ δίκη· παρεσκευαζόμεθα δὲ ἡμεῖς μάλα εὐτρεπῶς ἔχοντες. | |
8.8.1 | Ἡκούσης δὲ τῆς κυρίας ὁ Θέρσανδρος εἶπεν ὧδε· “Οὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν, καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον. πάντα δὲ ἀλλήλων γυμνά, καὶ | |
5 | ἔστιν ὧν οὐδ’ ἂν ἅψαιμι κατηγορῶν. | |
8.8.2 | ἅτε γὰρ τῆς ψυχῆς κρατούσης φοβοῦμαι μὴ ἀτελής μοι ὁ λόγος γένηται, τῆς τῶν ἄλλων μνήμης τὴν γλῶτταν ἐφ’ ἕκαστον ἑλκούσης. ἡ γὰρ εἰς τὸ μήπω λεχθὲν ἔπει‐ ξις τοῦ λόγου τὸ ὁλόκληρον τῶν ἤδη λεχθέντων παραιρεῖται. | |
8.8.3 | ὅταν μὲν γὰρ φονεύωσι τοὺς ἀλλοτρίους οἰκέτας οἱ μοιχοί, μοιχεύωσι δὲ τὰς ἀλλοτρίας γυναῖκας οἱ φονεῖς, λύωσι δ’ ἡμῖν τὰς θεωρίας οἱ πορνοβοσκοί, τὰ δὲ σεμνότατα τῶν ἱερῶν μιαίνωσιν αἱ πόρναι, τὰς | 147 |
5 | ἡμέρας λογιζόμεναι ταῖς δούλαις καὶ τοῖς δεσπόταις, τί δράσειέ τις ἔτι, τῆς ἀνομίας ὁμοῦ καὶ μοιχείας καὶ ἀσεβείας καὶ μιαιφονίας κεκε‐ ρασμένης; | |
8.8.4 | κατεγνώκατέ τινος θάνατον ἐφ’ αἷς δή ποτ’ οὖν αἰτίαις (οὐδὲν γὰρ διαφέρει) καὶ δεδεμένον εἰς τὸ δεσμωτήριον ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ· οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων | |
5 | ἕστηκεν ὁ δεσμώτης. τάχα δὲ τολμήσει καὶ φωνὴν ἀφεῖναι καὶ ἐπιρ‐ ρητορεῦσαί τι κατ’ ἐμοῦ, μᾶλλον δὲ καθ’ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου. | |
8.8.5 | λέγε δὲ ὧδε τῶν προέδρων καὶ τῶν συμβούλων τὸ δόγμα. —Ἀκούετε καθάπερ ἐψηφίσασθε καὶ τὴν περὶ τούτου μοι γραφήν· ἔδοξεν ἀποθνῄσκειν Κλειτοφῶντα. ποῦ τοίνυν ὁ δήμιος; ἀπαγέτω τοῦτον λαβών. δὸς ἤδη τὸ κώνειον. | |
8.8.6 | ἤδη τέθνηκε τοῖς νόμοις· κατάδικός ἐστιν ὑπερήμερος. τί λέγεις, ὦ σεμνότατε καὶ κοσμιώτατε ἱερεῦ; ἐν ποίοις ἱεροῖς γέγραπται νόμοις τοὺς ὑπὸ τῆς βουλῆς καὶ τῶν πρυτάνεων κατεγνωσμένους καὶ θανάτοις καὶ δεσμοῖς παραδο‐ | |
5 | θέντας ἐξαρπάζειν τῆς καταδίκης καὶ τῶν δεσμῶν ἀπολύειν καὶ κυριώτερον σαυτὸν ποιεῖν τῶν προέδρων καὶ τῶν δικαστηρίων; | |
8.8.7 | ἀνά‐ στηθι τοῦ θώκου, πρόεδρε, παραχώρησον τῆς ἀρχῆς αὐτῷ καὶ τοῦ δικαστηρίου. οὐκέτι οὐδενὸς εἶ κύριος· οὐδὲν ἔξεστί σοι κατὰ τῶν πονηρῶν ψηφίσασθαι, καὶ σήμερον ὅ τι δόξει λύεται. τί ἕστηκας, | |
5 | ἱερεῦ, σὺν ἡμῖν ὡς τῶν πολλῶν εἷς; | |
8.8.8 | ἀνάβηθι καὶ κάθισον ἐν τῷ τοῦ προέδρου θρόνῳ, καὶ σὺ δίκαζε λοιπὸν ἡμῖν, μᾶλλον δὲ κέλευε | |
τυραννικῶς· μηδὲ ἀναγινωσκέσθω σοί τις νόμος μηδὲ γνῶσις δικα‐ στηρίου, μήθ’ ὅλως ἄνθρωπον σεαυτὸν ἡγοῦ. μετὰ τῆς Ἀρτέμιδος | 148 | |
5 | προσκυνοῦ· καὶ γὰρ τὴν ἐκείνης τιμὴν ἐξήρπασας. | |
8.8.9 | αὐτῇ μόνῃ τοὺς ἐπ’ αὐτὴν καταφεύγοντας ἔξεστι σώζειν, καὶ ταῦτα πρὸ δικαστηρίου γνώσεως· δεδεμένον δὲ οὐδένα λέλυκεν ἡ θεός, οὐδὲ θανάτῳ παραδο‐ θέντα ἠλευθέρωσε τῆς τιμωρίας. τῶν δυστυχούντων εἰσίν, οὐ τῶν | |
5 | ἀδικούντων οἱ βωμοί. | |
8.8.10 | σὺ δὲ καὶ τοὺς δεθέντας ἐλευθεροῖς καὶ τοὺς καταδίκους ἀπολύεις· οὕτως παρευδοκίμησας καὶ τὴν Ἄρτεμιν. τίς ᾤκησεν ἀντὶ δεσμωτηρίου τὸ ἱερόν; φονεὺς καὶ μοιχὸς παρὰ τῇ καθαρᾷ θεῷ· οἴμοι μοιχὸς παρὰ τῇ παρθένῳ. συνῆν δὲ αὐτῷ καὶ | |
5 | γυνή τις ἀκόλαστος, ἀποδρᾶσα τοῦ δεσπότου. | |
8.8.11 | καὶ γὰρ ταύτην, ὡς εἴδομεν, ὑπεδέχου, καὶ μία γέγονεν αὐτοῖς ἑστία παρὰ σοὶ καὶ συμπόσιον· τάχα δὲ καὶ συνεκάθευδες, ἱερεῦ· οἴκημα τὸ ἱερὸν ἐποίη‐ σας. ἡ τῆς Ἀρτέμιδος οἰκία μοιχῶν γέγονε καὶ πόρνης θάλαμος. | |
8.8.12 | ταῦτα μόλις ἐν χαμαιτυπείῳ γίνεται. εἷς μὲν δή μοι λόγος οὗτος κατ’ ἀμφοῖν· τὸν μέντοι ἀξιῶ τῆς αὐθαδείας δοῦναι τιμωρίαν, τὸν δὲ ἀποδοθῆναι κελεῦσαι τῇ καταδίκῃ. δεύτερος δέ ἐστί μοι πρὸς Μελίτην μοιχείας ἀγών, πρὸς ἣν οὐδὲν δέομαι λόγων· ἐν γὰρ τῇ τῶν θεραπαι‐ | |
5 | νῶν βασάνῳ τὴν ἐξέτασιν γενέσθαι δέδοκται. | |
8.8.13 | ταύτας οὖν αἰτῶ, αἳ κἂν βασανιζόμεναι φήσωσιν οὐκ εἰδέναι τοῦτον τὸν κατάδικον χρόνῳ πολλῷ συνόντα αὐτῇ καὶ ἐν ἀνδρὸς χώρᾳ 〈ἐν〉 τῇ οἰκίᾳ τῇ ἐμῇ, οὐκ ἐν μοιχοῦ μόνον, καθεστηκότα, πάσης αἰτίας αὐτὴν ἀφίημι. ἂν τοίνυν | |
5 | τοὐναντίον, τὴν μὲν κατὰ τὸν νόμον ἀφεῖσθαι τῆς προικός φημι δεῖν ἐμοί, τὸν δὲ ὑποσχεῖν τὴν ὀφειλομένην τοῖς μοιχοῖς τιμωρίαν· θάνατος δέ ἐστιν αὕτη· ὥστε ὁποτέρως ἂν οὗτος ἀποθάνῃ, ὡς μοιχὸς ἢ ὡς φονεύς, ἀμφοτέροις ἔνοχος ὤν, δίκην δεδωκὼς οὐ δέδωκεν· ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον. | |
8.8.14 | ὁ δέ μοι τρίτος τῶν λόγων πρὸς τὴν | |
δούλην ἐστὶ τὴν ἐμὴν καὶ τὸν σεμνὸν τοῦτον πατρὸς ὑποκριτήν, ὃν εἰς ὕστερον, ὅταν τούτων καταψηφίσησθε, ταμιεύσομαι.” ὁ μὲν δὴ ταῦτα εἰπὼν ἐπαύσατο. | 149 | |
8.9.1 | Παρελθὼν δὲ ὁ ἱερεὺς (ἦν δὲ εἰπεῖν οὐκ ἀδύνατος, μάλιστα δὲ τὴν Ἀριστοφάνους ἐζηλωκὼς κωμῳδίαν) ἤρξατο αὐτὸς λέγειν πάνυ ἀστείως καὶ κωμῳδικῶς εἰς πορνείαν αὐτοῦ καθαπτόμενος, “Παρὰ τὴν θεόν,” λέγων, “λοιδορεῖσθαι μὲν οὕτως ἀκόσμως τοῖς εὖ βεβιω‐ | |
5 | κόσι στόματός ἐστιν οὐ καθαροῦ. | |
8.9.2 | οὗτος δὲ οὐκ ἐνταῦθα μόνον, ἀλλὰ καὶ πανταχοῦ τὴν γλῶτταν μεστὴν ὕβρεως ἔχει. καί τοί γε νέος ὢν συνεγίνετο πολλοῖς αἰδοίοις ἀνδράσι καὶ τὴν ὥραν ἅπασαν εἰς τοῦτο δεδαπανήκει. σεμνότητα δ’ ἔδρακε καὶ σωφροσύνην ὑπεκρί‐ | |
5 | νατο, παιδείας προσποιούμενος ἐρᾶν καὶ τοῖς εἰς ταύτην αὐτῷ χρω‐ μένοις πάντα ὑποκύπτων καὶ ὑποκατακλινόμενος ἀεί. | |
8.9.3 | καταλιπὼν γὰρ τὴν πατρῴαν οἰκίαν, ὀλίγον ἑαυτῷ μισθωσάμενος στενωπεῖον, εἶχεν ἐνταῦθα τὸ οἴκημα, ὁμηρίζων μὲν τὰ πολλά, πάντας δὲ τοὺς χρησίμους πρὸς ἅπερ ἤθελε προσηταιρίζετο δεχόμενος. καὶ οὕτω μὲν | |
5 | ἀσκεῖν τὴν ψυχὴν ἐνομίζετο, ἦν δ’ ἄρα τοῦτο κακουργίας ὑπόκρισις. | |
8.9.4 | ἔπειτα κἀν τοῖς γυμνασίοις ἑωρῶμεν, πῶς τὸ σῶμα ὑπηλείφετο καὶ πῶς πλῆκτρον περιέβαινε καὶ τοὺς μὲν νεανίσκους, οἷς προσεπά‐ λαιε, πρὸς τοὺς ἀνδρειοτέρους μάλιστα συμπλεκόμενος· οὕτως αὑτοῦ κέχρηται καὶ τῷ σώματι. | |
8.9.5 | ταῦτα μὲν οὖν ὡραῖος ὤν· ἐπεὶ δὲ εἰς ἄνδρας ἧκε, πάντα ἀπεκάλυψεν, ἃ τότε ἀπέκρυπτε. καὶ τοῦ μὲν ἄλλου σώματος ἔξωρος γενόμενος ἠμέλησε, μόνην δὲ τὴν γλῶτταν εἰς ἀσέλγειαν ἀκονᾷ καὶ τῷ στόματι χρῆται πρὸς ἀναισχυντίαν, ὑβρί‐ | |
5 | ζων πάντας, ἐπὶ τῶν προσώπων φέρων τὴν ἀναίδειαν, ὃς οὐκ ᾐδέσθη τὸν ὑφ’ ὑμῶν ἱερωσύνῃ τετιμημένον οὕτως ἀπαιδεύτως βλασφημεῖν ὑμῶν ἐναντίον. | |
8.9.6 | ἀλλ’ εἰ μὲν ἄλλῃ που βεβιωκὼς ἔτυχον καὶ μὴ παρ’ ὑμῖν, ἔδει μοι λόγων περὶ ἐμαυτοῦ καὶ τῶν ἐμοὶ βεβιωμένων· ἐπεὶ δὲ σύνιστέ μοι πόρρω τῶν τούτου βλασφημιῶν τὸν βίον ἔχοντι, φέρε εἴπω πρὸς ὑμᾶς περὶ ὧν ἐγκέκλημαι. | 150 |
8.9.7 | ‘Ἔλυσας,‘ φησί, ‘τὸν θανάτου κατεγνωσμένον·‘ καὶ ἐπὶ τούτῳ πάνυ δεινῶς ἐσχετλίασε, τύραννον ἀποκαλῶν με καὶ ὅσα δὴ κατετραγῴδησέ μου. ἔστι δὲ οὐχ ὁ σώζων τοὺς συκοφαντηθέντας τύραννος, ἀλλ’ ὁ τοὺς μηδὲν | |
5 | ἀδικοῦντας, μήτε βουλῆς, μήτε δήμου κατεγνωκότος. | |
8.9.8 | ἢ κατὰ ποίους νόμους, εἰπέ, τοῦτον τὸν ξένον νεανίσκον κατέκλεισας πρῶτον εἰς τὸ δεσμωτήριον; τίς προέδρων κατέγνω; ποῖον δικαστήριον ἐκέ‐ λευσε δεθῆναι τὸν ἄνθρωπον; ἔστω γὰρ πάντα ἀδικήσας, ὅσα ἂν | |
5 | εἴπῃς, ἀλλὰ καὶ κριθήτω πρῶτον, ἐλεγχθήτω, λόγου μεταλαβών· ὁ νόμος αὐτόν, ὁ καὶ σοῦ καὶ πάντων κύριος, δησάτω. | |
8.9.9 | οὐδενὸς γὰρ οὐδείς ἐστιν ἄνευ κρίσεως δυνατώτερος. κλεῖσον οὖν τὰ δικαστήρια, κάθελε τὰ βουλευτήρια, ἔκβαλε τοὺς στρατηγούς· πάντα γὰρ ὅσα σὺ πρὸς τὸν πρόεδρον εἴρηκας ἔοικε δικαιότερον ἐρεῖν κατὰ σοῦ ἀλη‐ | |
5 | θῶς. ἐπανάστηθι Θερσάνδρῳ, πρόεδρε· μέχρι μόνων ὀνομάτων πρό‐ εδρος εἶ. | |
8.9.10 | οὗτος τὰ σὰ ποιεῖ, μᾶλλον δὲ ὅσα οὐδὲ σύ. σὺ μὲν γὰρ συμβούλους ἔχεις, καὶ οὐδὲν ἄνευ τούτων ἔξεστί σοι· ἀλλ’ οὔτε τι τῆς ἐξουσίας δράσειας πρὶν ἢ ἐλθεῖν ἐπὶ τοῦτον τὸν θρόνον· οὐδὲ ἐπὶ τῆς σῆς οἰκίας ποτὲ δεσμὸν ἀνθρώπου κατέγνως. ὁ δὲ γενναῖος | |
5 | οὗτος πάντα ἑαυτῷ γίνεται, δῆμος, βουλή, πρόεδρος, στρατηγός. | |
8.9.11 | οἴκοι κολάζει καὶ δικάζει καὶ δεθῆναι κελεύει, καὶ ὁ τῆς δίκης καιρὸς ἑσπέρα ἐστί· καλός γε καὶ ὁ νυκτερινὸς δικαστής. καὶ νῦν πολ‐ λάκις βοᾷ· ‘Κατάδικον ἔλυσας θανάτῳ παραδοθέντα.‘ ποίῳ θανάτῳ; ποῖον κατάδικον; εἰπέ μοι τοῦ θανάτου τὴν αἰτίαν. | |
8.9.12 | ‘Ἐπὶ φόνῳ κατέγνωσται,‘ φησί. πεφόνευκεν οὖν; εἰπέ μοι τίς ἐστιν; ἣν ἀπέ‐ | |
κτεινε καὶ ἔλεγες ἀνῃρῆσθαι, ζῶσαν βλέπεις, καὶ οὐκ ἂν ἔτι τολμήσειας τὸν αὐτὸν αἰτιᾶσθαι φόνου. οὐ γὰρ δὴ τοῦτο τῆς κόρης ἐστὶν εἴδωλον· | 151 | |
5 | οὐκ ἀνέπεμψεν ὁ Ἀϊδωνεὺς κατὰ σοῦ τὴν ἀνῃρημένην. | |
8.9.13 | δυσὶ μὲν οὖν φόνοις ἔνοχος εἶ. τὴν μὲν γὰρ ἀπέκτεινας τῷ λόγῳ, τὸν δὲ τοῖς ἔργοις ἠθέλησας, μᾶλλον δὲ καὶ ταύτην ἔμελλες· τὸ γὰρ δρᾶμά σου τὸ ἐπὶ τῶν ἀγρῶν ἠκούσαμεν. ἡ δὲ Ἄρτεμις ἡ μεγάλη θεὸς ἀμφοτέρους | |
5 | ἔσωσε, τὴν μὲν ἐκ τῶν τοῦ Σωσθένους χειρῶν ἐξαρπάσασα, τὸν δὲ τῶν σῶν. | |
8.9.14 | καὶ τὸν μὲν Σωσθένην ἐξήρπασας, ἵνα μὴ κατάφωρος γένῃ. οὐκ αἰσχύνῃ δέ, ὅτι κατηγορῶν τοὺς ξένους ἄμφω συκοφαντῶν ἐλήλεγξαι; τὰ μὲν ἐμὰ ἐπὶ τοσοῦτον εἰρήσθω πρὸς τὰς τούτου βλα‐ σφημίας, τὸν δὲ ὑπὲρ τῶν ξένων λόγον αὐτοῖς τούτοις παραδίδωμι.” | |
8.10.1 | Μέλλοντος δὲ ὑπὲρ ἐμοῦ καὶ τῆς Μελίτης ἀνδρὸς οὐκ ἀδόξου μὲν ῥήτορος, ὄντος δὲ 〈τῆσ〉 βουλῆς, λέγειν, φθάσας ῥήτωρ ἕτερος, ὄνομα Σώπατρος, Θερσάνδρου συνήγορος, “Ἀλλ’ ἐμός,” εἶπεν, “ἐν‐ τεῦθεν ὁ λόγος κατὰ τούτων τῶν μοιχῶν, ὦ βέλτιστε Νικόστρατε” | |
5 | (τοῦτο γὰρ ἦν ὄνομα τὠμῷ ῥήτορι), “εἶτα σός· ὁ γὰρ Θέρσανδρος ἃ εἶπε, πρὸς τὸν ἱερέα μόνον ἀπετείνατο, ὀλίγον ἁψάμενος ὅσον ἐπιψαῦσαι καὶ τοῦ κατὰ τὸν δεσμώτην μέρους. | |
8.10.2 | ὅταν οὖν ἀποδείξω δυσὶ θανάτοις ἔνοχον ὄντα, τότε ἂν εἴη καὶ σοὶ καιρὸς ἀπολύσασθαι τὰς αἰτίας.” ταῦτα εἰπὼν καὶ τερατευσάμενος καὶ τρίψας τὸ πρόσω‐ πον, “Τῆς μὲν τοῦ ἱερέως κωμῳδίας,” ἔφη, “ἠκούσαμεν, πάντα | |
5 | ἀσελγῶς καὶ ἀναισχύντως ὑποκριναμένου τὰ εἰς τὸν Θέρσανδρον προσκρούσματα· | |
8.10.3 | καὶ τοῦ λόγου τὸ προοίμιον μέμψεις εἰς Θέρσαν‐ δρον ἐφ’ οἷς 〈εἰσ〉 αὐτὸν εἶπεν. ἀλλὰ Θέρσανδρος μὲν οὐδὲν ὧν εἶπεν εἰς τοῦτον ἐψεύσατο· καὶ γὰρ δεσμώτην ἔλυσε καὶ πόρνην ὑπεδέξατο καὶ συνέγνω μοιχῷ· ἃ δὲ αὐτὸς μᾶλλον ἀναιδῶς ἐσυκο‐ | |
5 | φάντησε, διασύρων τὸν Θερσάνδρου βίον, οὐδεμιᾶς ἀπήλλακται συκο‐ φαντίας. | |
8.10.4 | ἱερεῖ δὲ ἔπρεπεν, εἴπερ ἄλλο, καὶ τοῦτο, καθαρὰν ἔχειν | |
τὴν γλῶτταν ὕβρεως (χρήσομαι γὰρ τοῖς αὐτοῦ πρὸς αὐτόν). ἃ δὲ μετὰ τὴν κωμῳδίαν ἐτραγῴδησεν ἤδη οὕτω φανερῶς καὶ οὐκέτι δι’ αἰνιγμάτων, σχετλιάζων εἰ μοιχόν τινα λαβόντες ἐδήσαμεν, ὑπερτε‐ | 152 | |
5 | θαύμακα τί τοσοῦτον ἴσχυσε πρίασθαι πρὸς τὴν τοσαύτην σπουδήν. | |
8.10.5 | ὑπονοεῖν γὰρ τἀληθὲς ἔστιν. εἶδε γὰρ τῶν ἀκολάστων τούτων τὰ πρόσωπα, τοῦ τε μοιχοῦ καὶ τῆς ἑταίρας. ὡραία μὲν γὰρ αὕτη καὶ νέα, ὡραῖον δὲ καὶ τοῦτο τὸ μειράκιον καὶ οὐδέπω τὴν ὄψιν ἀργα‐ λέον, ἀλλ’ ἔτι χρήσιμον πρὸς τὰς τοῦ ἱερέως ἡδονάς. | |
8.10.6 | ὁποτέρα σε τούτων ἐωνήσατο; κοινῇ γὰρ πάντες ἐκαθεύδετε καὶ ἐμεθύετε κοινῇ, καὶ τῆς νυκτὸς ὑμῶν οὐδεὶς γέγονε θεατής. φοβοῦμαι μὴ τὸ τῆς Ἀρτέμιδος ἱερὸν Ἀφροδίτης πεποιήκατε, καὶ περὶ ἱερωσύνης κρινοῦ‐ | |
5 | μεν, εἰ δεῖ σε τὴν τιμὴν ταύτην ἔχειν. | |
8.10.7 | τὸν δὲ Θερσάνδρου βίον ἴσασι πάντες καὶ ἐκ πρώτης ἡλικίας μετὰ σωφροσύνης κόσμιον, καὶ ὡς εἰς ἄνδρας ἐλθὼν ἔγημε κατὰ τοὺς νόμους, σφαλεὶς μὲν εἰς τὴν περὶ τῆς γυναικὸς κρίσιν (οὐ γὰρ εὗρεν ἣν ἤλπισε), τῷ δὲ ταύτης γένει καὶ τῇ | |
5 | οὐσίᾳ πεπιστευκώς. | |
8.10.8 | εἰκὸς γὰρ αὐτὴν καὶ πρὸς ἄλλους τινὰς ἡμαρτη‐ κέναι τὸν πρόσθεν χρόνον, λανθάνειν δὲ ἐπ’ ἐκείνοις χρηστὸν ἄνδρα· τὸ δὲ τελευταῖον τοῦ δράματος πᾶσαν ἀπεκάλυψε τὴν αἰδῶ, πεπλήρωται δὲ ἀναισχυντίας. | |
8.10.9 | τοῦ γὰρ ἀνδρὸς στειλαμένου τινὰ μακρὰν ἀποδη‐ μίαν, καιρὸν τοῦτον ἐνόμισεν εὔκαιρον μοιχείας καὶ νεανίσκον εὑροῦσα πόρνον (τοῦτο γὰρ τὸ μεῖζον ἀτύχημα, ὅτι τοιοῦτον ηὗρε τὸν ἐρώ‐ μενον, ὃς πρὸς μὲν γυναῖκας ἄνδρας ἀπομιμεῖται, γυνὴ δὲ γίνεται | |
5 | πρὸς ἄνδρας) οὕτως μετὰ ἀδείας οὐκ ἤρκεσεν ἐπὶ τῆς ξένης αὐτῷ συνοῦσα φανερῶς, ἀλλὰ καὶ ἐνταῦθα ἤγαγε διὰ τοσούτου πελάγους συγκαθεύδουσα κἀν τῷ σκάφει φανερῶς ἀσελγαίνουσα πάντων ὁρών‐ των. | |
8.10.10 | ὢ μοιχείας γῇ καὶ θαλάσσῃ μεμερισμένης· ὢ μοιχείας ἀπ’ Αἰγύπτου μέχρις Ἰωνίας ἐκτεταμένης. μοιχεύεταί τις, ἀλλὰ πρὸς μίαν ἡμέραν· ἂν δὲ καὶ δεύτερον γένηται τὸ ἀδίκημα, κλέπτει τὸ ἔργον | |
καὶ πάντας ἀποκρύπτεται· αὕτη δὲ οὐχ ὑπὸ σάλπιγγι μόνον ἀλλὰ | 153 | |
5 | καὶ κήρυκι μοιχεύεται. | |
8.10.11 | Ἔφεσος ὅλη τὸν μοιχὸν ἔγνωκεν· ἡ δὲ οὐκ ᾐσχύνετο τοῦτο ἀπὸ τῆς ξένης ἐνεγκοῦσα τὸ ἀγώγιμον, ὡς φορτίον κάλλους ἐωνημένη ἦλθε, μοιχὸν ἐμπεπορευμένη. ‘Ἀλλ’ ᾤμην,‘ φησί, ‘τὸν ἄνδρα τετελευτηκέναι.‘ | |
8.10.12 | οὐκοῦν, εἰ μὲν τέθνηκεν, ἀπήλ‐ λαξαι τῆς αἰτίας· οὐδὲ γὰρ ἔστιν ὁ τὴν μοιχείαν παθών, οὐδὲ ὑβρί‐ ζεται γάμος οὐκ ἔχων ἄνδρα· εἰ δὲ ὁ γάμος τῷ τὸν γήμαντα ζῆν οὐκ ἀνῄρηται, τὴν γαμηθεῖσαν διαφθείραντος ἄλλου λελῄστευται. | |
5 | ὥσπερ γὰρ μὴ μένοντος ὁ μοιχὸς οὐκ ἦν, μένοντος δὲ μοιχὸς ἔστιν.” | |
8.11.1 | Ἔτι τοῦ Σωπάτρου λέγοντος ὑποτεμὼν αὐτοῦ τὸν λόγον ὁ Θέρσανδρος, “Ἀλλ’ οὔκ,” ἔφη, “λόγων 〈δεῖ〉. δύο γὰρ προκαλοῦ‐ μαι προκλήσεις, Μελίτην τε ταύτην καὶ τὴν δοκοῦσαν εἶναι τοῦ θεοπρόπου θυγατέρα (οὐκέτι βασανίσων, ὡς μικρῷ πρόσθεν ἔλεγον), | |
5 | τῷ δὲ ὄντι δούλην ἐμήν.” καὶ ἀνεγίνωσκε· | |
8.11.2 | “Προκαλεῖται Θέρ‐ σανδρος Μελίτην καὶ Λευκίππην (τοῦτο γὰρ ἤκουσα τὴν πόρνην καλεῖσθαι)· Μελίτην μέν, εἰ μὴ κεκοινώνηκεν εἰς Ἀφροδίτην τῷδε τῷ ξένῳ παρ’ ὃν ἀπεδήμουν χρόνον, εἰς τὸ τῆς ἱερᾶς Στυγὸς ὕδωρ | |
5 | εἰσβᾶσαν καὶ ἐπομοσαμένην ἀπηλλάχθαι τῶν ἐγκλημάτων, τὴν δὲ ἑτέραν, εἰ μὲν τυγχάνει γυνή, δουλεύειν τῷ δεσπότῃ (δούλαις γὰρ μόναις γυναιξὶν ἔξεστιν εἰς τὸν τῆς Ἀρτέμιδος ναὸν παριέναι), εἰ δέ φησιν εἶναι παρθένος, ἐν τῷ τῆς σύριγγος ἄντρῳ κλεισθῆναι.” | |
8.11.3 | ἡμεῖς μὲν οὖν εὐθὺς ἐδεξάμεθα τὴν πρόκλησιν· καὶ γὰρ ᾔδειμεν αὐτὴν ἐσομένην. ἡ δὲ Μελίτη θαρρήσασα τῷ παρ’ ὃν ἀπεδήμει χρόνον ὁ Θέρσανδρος μηδέν μοι κοινὸν πρὸς αὐτὴν γεγονέναι πλὴν λόγων, “Ἀλλὰ καὶ ἔγωγε,” ἔφη, “ταύτην δέχομαι τὴν πρόκλησιν, | |
5 | καὶ ἔτι πλέον αὐτὴ προστίθημι· τὸ δὲ μέγιστον, οὐδὲ εἶδον τὸ παρά‐ παν μήτε πολίτην μήτε ξένον ἥκειν εἰς ὁμιλίαν καθ’ ὃν λέγεις καιρόν. σὲ 〈δὲ τί〉 δεῖ παθεῖν, ἂν συκοφάντης ἁλῷς;” | 154 |
8.11.4 | “Ὅ τι ἄν,” ἔφη, “δόξῃ προστιμῆσαι τοῖς δικασταῖς.” ἐπὶ τούτοις διελύθη τὸ δικα‐ στήριον, καὶ εἰς τὴν ὑστεραίαν διώριστο τὰ τῆς προκλήσεως ἡμῖν γενέσθαι. | |
8.12.1 | Τὸ δὲ τῆς Στυγὸς ὕδωρ εἶχεν οὕτως. παρθένος ἦν εὐειδής, ὄνομα Ῥοδῶπις, κυνηγίων ἐρῶσα καὶ θήρας· πόδες ταχεῖς, εὔστοχοι χεῖρες, ζώνη καὶ μίτρα καὶ ἀνεζωσμένος εἰς γόνυ χιτὼν καὶ κατὰ ἄνδρας κουρὰ τριχῶν. ὁρᾷ ταύτην Ἄρτεμις καὶ ἐπῄνει καὶ ἐκάλει | |
5 | καὶ σύνθηρον ἐποιήσατο, καὶ τὰ πλεῖστα κοινὰ ἦν αὐταῖς θηράματα. | |
8.12.2 | ἀλλὰ καὶ ὤμοσεν ἀεὶ παραμένειν καὶ τὴν πρὸς ἄνδρας ὁμιλίαν φυγεῖν καὶ τὴν ἐξ Ἀφροδίτης ὕβριν μὴ παθεῖν. ὤμοσεν ἡ Ῥοδῶπις, καὶ ἤκουσεν ἡ Ἀφροδίτη καὶ ὀργίζεται καὶ ἀμύνασθαι θέλει τὴν κόρην τῆς ὑπεροψίας. | |
8.12.3 | νεανίσκος ἦν Ἐφέσιος, καλὸς ἐν μειρακίοις ὅσον Ῥοδῶπις ἐν παρθένοις· Εὐθύνικον αὐτὸν ἐκάλουν· ἐθήρα δὲ καὶ αὐτὸς ὡς Ῥοδῶπις, καὶ τὴν Ἀφροδίτην ὁμοίως οὐκ ἤθελεν εἰδέναι. | |
8.12.4 | ἐπ’ ἀμφοτέρους οὖν ἡ θεὸς ἔρχεται καὶ τὰς θήρας αὐτῶν εἰς ἓν συνάγει· τέως γὰρ ἦσαν κεχωρισμένοι· ἡ δὲ Ἄρτεμις τηνι‐ καῦτα οὐ παρῆν. παραστησαμένη δὲ τὸν υἱὸν τὸν τοξότην ἡ Ἀφρο‐ δίτη εἶπε· “Τέκνον, ζεῦγος τοῦτο ὁρᾷς ἀναφρόδιτον καὶ ἐχθρὸν | |
5 | ἡμῶν καὶ τῶν ἡμετέρων μυστηρίων; ἡ δὲ παρθένος καὶ θρασύτερον ὤμοσε κατ’ ἐμοῦ. ὁρᾷς δὲ αὐτοὺς ἐπὶ τὴν ἔλαφον συντρέχοντας. | |
8.12.5 | ἄρξαι καὶ σὺ τῆς θήρας ἀπὸ πρώτης τῆς τολμηρᾶς κόρης· καὶ πάντως γε τὸ σὸν βέλος εὐστοχώτερόν ἐστιν.” ἐντείνουσιν ἀμφότεροι τὰ τόξα, ἡ μὲν ἐπὶ τὴν ἔλαφον, ὁ δὲ Ἔρως ἐπὶ τὴν παρθένον· καὶ ἀμφότεροι τυγχάνουσι, καὶ ἡ κυνηγέτις μετὰ τὴν θήραν ἦν τεθηρα‐ | |
5 | μένη. | |
8.12.6 | καὶ εἶχεν ἡ μὲν ἔλαφος εἰς τὰ νῶτα τὸ βέλος, ἡ δὲ παρ‐ θένος εἰς τὴν καρδίαν· τὸ δὲ βέλος, Εὐθύνικον φιλεῖν. δεύτερον δὲ καὶ ἐπὶ τοῦτον ὀϊστὸν ἀφίησι. | |
8.12.7 | καὶ εἶδον ἀλλήλους Εὐθύνικος καὶ ἡ Ῥοδῶπις. καὶ ἔστησαν μὲν τὸ πρῶτον τοὺς ὀφθαλμοὺς ἑκάτεροι, μηδέτερος ἐκκλῖναι θέλων ἐπὶ θάτερα· κατὰ μικρὸν δὲ τὰ τραύματα ἀμφοῖν ἐξάπτεται, καὶ αὐτοὺς ὁ Ἔρως ἐλαύνει κατὰ τουτὶ τὸ ἄντρον, | 155 |
5 | οὗ νῦν ἐστιν ἡ πηγή, καὶ ἐνταῦθα τὸν ὅρκον ψεύδονται. | |
8.12.8 | ἡ Ἄρτε‐ μις ὁρᾷ τὴν Ἀφροδίτην γελῶσαν καὶ τὸ πραχθὲν συνίησι, καὶ εἰς ὕδωρ λύει τὴν κόρην, ἔνθα τὴν παρθενίαν ἔλυσε. καὶ διὰ τοῦτο, ὅταν τις αἰτίαν ἔχῃ Ἀφροδισίων, εἰς τὴν πηγὴν εἰσβᾶσα ἀπολούεται· ἡ | |
5 | δέ ἐστιν ὀλίγη καὶ μέχρι κνήμης μέσης. | |
8.12.9 | ἡ δὲ κρίσις· ἐγγράψασα τὸν ὅρκον γραμματείῳ μηρίνθῳ δεδεμένον περιεθήκατο τῇ δέρῃ. κἂν μὲν ἀψευδῇ τὸν ὅρκον, μένει κατὰ χώραν ἡ πηγή· ἂν δὲ ψεύδηται, τὸ ὕδωρ ὀργίζεται καὶ ἀναβαίνει μέχρι τῆς δέρης καὶ τὸ γραμματεῖον | |
5 | ἐκάλυψε. ταῦτα εἰπόντες καὶ τοῦ καιροῦ προελθόντος εἰς ἑσπέραν ἀπῄειμεν κοιμηθησόμενοι, χωρὶς ἕκαστος. | |
8.13.1 | Ἐπὶ δὲ τῇ ὑστεραίᾳ ὁ δῆμος μὲν ἅπας παρῆν· ἡγεῖτο δὲ Θέρσανδρος φαιδρῷ τῷ προσώπῳ καὶ εἰς ἡμᾶς ἅμα βλέπων σὺν γέλωτι. ἐστόλιστο δὲ ἡ Λευκίππη ἱερᾷ στολῇ· ποδήρης χιτών, ὀθόνης ὁ χιτών, ζώνη κατὰ μέσον τὸν χιτῶνα, ταινία περὶ τὴν κεφαλὴν | |
5 | φοινικοβαφής, ἀσάνδαλος ὁ ποῦς. | |
8.13.2 | καὶ ἡ μὲν εἰσῆλθε πάνυ κο‐ σμίως· ἐγὼ δὲ ὡς εἶδον, εἱστήκειν τρέμων, καὶ ταῦτα πρὸς ἐμαυτὸν ἔλεγον· “Ὅτι μὲν παρθένος εἶ, Λευκίππη, πεπίστευκα, ἀλλὰ τὸν Πᾶνα, ὦ φιλτάτη, φοβοῦμαι. | |
8.13.3 | θεός ἐστι φιλοπάρθενος, καὶ δέδοικα μὴ δευτέρα καὶ σὺ σύριγξ γένῃ. ἀλλ’ ἐκείνη μὲν ἔφυγεν αὐτὸν διώ‐ κοντα ἐν πεδίῳ καὶ ἐδιώκετο ἐν πλάτει· σὲ δὲ καὶ εἴσω θυρῶν ἀπε‐ κλείσαμεν ὡς ἐν πολιορκίᾳ, ἵνα, κἂν διώκῃ, μὴ δύνῃ φυγεῖν. | |
8.13.4 | ἀλλ’, ὦ δέσποτα Πάν, εὐγνωμονήσειας καὶ μὴ παραβαίης τὸν νόμον τοῦ τόπου· ἡμεῖς γὰρ αὐτὸν τετηρήκαμεν. ἐξίτω πάλιν ἡμῖν ἡ Λευ‐ κίππη παρθένος· ταύτας πρὸς τὴν Ἄρτεμιν συνθήκας ἔχεις· μὴ | |
5 | ψεύσῃ τὴν παρθένον.” | |
8.14.1 | Ταῦτά μου πρὸς ἐμαυτὸν λαλοῦντος μέλος ἐξηκούετο μουσι‐ κόν, καὶ ἐλέγετο μηδεπώποτε λιγυρώτερον οὕτως ἀκουσθῆναι· καὶ εὐθὺς ἀνεῳγμένας εἴδομεν τὰς θύρας. | 156 |
8.14.2 | ὡς δὲ ἐξέθορεν ἡ Λευκίππη, πᾶς μὲν ὁ δῆμος ἐξεβόησεν ὑφ’ ἡδονῆς καὶ τὸν Θέρσανδρον ἐλοι‐ δόρουν, ἐγὼ δὲ ὅστις ἐγεγόνειν οὐκ ἂν εἴποιμι λόγῳ. μίαν μὲν δὴ ταύτην νίκην καλλίστην νενικηκότες ἀπῄειμεν· ἐπὶ δὲ τὴν δευτέραν | |
5 | κρίσιν ἐχωροῦμεν, τὴν Στύγα. | |
8.14.3 | καὶ ὁ δῆμος οὕτως μετεσκευάζετο πρὸς ταύτην τὴν θέαν, καὶ πάντα συνεπεραίνετο κἀκεῖ. ἡ Μελίτη τὸ γραμματεῖον περιέκειτο· ἡ πηγὴ ἕστηκε διαυγὴς καὶ ὀλίγη· ἡ δὲ ἐνέβη εἰς αὐτὴν καὶ ἔστη φαιδρῷ τῷ προσώπῳ. | |
8.14.4 | τὸ δὲ ὕδωρ οἷον ἦν κατὰ χώραν ἔμενε, μηδὲ τὸ βραχύτατον ἀναθορὸν τοῦ συνήθους μέτρου. ἐπεὶ δὲ ὁ χρόνος, ὃν ἐνδιατρίβειν ἐν τῇ πηγῇ διώριστο, παρεληλύθει, τὴν μὲν ὁ πρόεδρος δεξιωσάμενος ἐκ τοῦ ὕδατος ἐξάγει, | |
5 | δύο παλαίσματα τοῦ Θερσάνδρου νενικημένου. μέλλων δὲ καὶ τὸ τρίτον ἡττᾶσθαι, ὑπεκδὺς εἰς τὴν οἰκίαν ἐκδιδράσκει, φοβηθεὶς μὴ καὶ καταλεύσειεν αὐτὸν ὁ δῆμος. | |
8.14.5 | τὸν γὰρ Σωσθένην εἷλκον ἄγοντες νεανίσκοι τέσσαρες, δύο μὲν τῆς Μελίτης συγγενεῖς, δύο δὲ οἰκέται· τούτους γὰρ ἐπεπόμφει ζητήσοντας αὐτὸν ἡ Μελίτη. συνεὶς δὲ ὁ Θέρσανδρος πόρρωθεν καὶ καταμηνύσειν τὸ πρᾶγμα εἰδώς, ἂν ἐν | |
5 | βασάνοις γένηται, φθάσας ἀποδιδράσκει καὶ νυκτὸς ἐπελθούσης τῆς πόλεως ὑπεξέρχεται. | |
8.14.6 | τὸν δὲ Σωσθένην εἰς τὴν εἱρκτὴν ἐκέλευσαν οἱ ἄρχοντες ἐμβληθῆναι, τοῦ Θερσάνδρου φυγόντος. τότε μὲν οὖν ἀπηλλαττόμεθα, κατακρατοῦντες ἤδη γενόμενοι καὶ ὑπὸ πάντων εὐφη‐ μούμενοι. | |
8.15.1 | Τῇ δὲ ὑστεραίᾳ τὸν Σωσθένην ἦγον ἐπὶ τοὺς ἄρχοντας οἱ ταύτην ἔχοντες τὴν πίστιν. ὁ δὲ ἐπὶ βασάνους ἑαυτὸν ἀγόμενον ἰδὼν πάντα σαφῶς λέγει, ὅσα τε ἐτόλμησεν ὁ Θέρσανδρος καὶ ὅσα αὐτὸς ὑπηρέτησεν· οὐ παρέλιπε δὲ οὐδὲ ὅσα ἰδίᾳ πρὸ τῶν τῆς Λευ‐ | |
5 | κίππης θυρῶν διελέχθησαν πρὸς ἀλλήλους περὶ αὐτῆς. | |
8.15.2 | καὶ ὁ μὲν | |
αὖθις εἰς τὴν εἱρκτὴν ἐβέβλητο, δώσων δίκην, τοῦ δὲ Θερσάνδρου φυγὴν ἀπόντος κατέγνωσαν. ἡμᾶς δὲ ὁ ἱερεὺς ὑπεδέχετο πάλιν τὸν εἰθισμένον τρόπον. | 157 | |
8.15.3 | καὶ μεταξὺ δειπνοῦντες ἐμυθολογοῦμεν ἅ τε τὴν προτέραν ἐτύχομεν εἰπόντες καὶ εἴ τι ἐπιδεέστερον ἦν ὧν ἐπάθο‐ μεν. ἡ Λευκίππη δέ, ἅτε δὴ μᾶλλον τὸν πατέρα μηκέτι αἰδουμένη ὡς ἂν σαφῶς παρθένος εὑρεθεῖσα, τὰ συμβάντα μετὰ ἡδονῆς διηγεῖτο. | |
8.15.4 | ἐπεὶ δὲ κατὰ τὴν Φάρον ἐγεγόνει καὶ τοὺς λῃστάς, λέγω πρὸς αὐτήν· “Οὐκ ἐρεῖς ἡμῖν τὸν μῦθον τῶν τῆς Φάρου λῃστῶν καὶ τῆς ἀποτμηθείσης ἐκεῖ τὸ αἴνιγμα κεφαλῆς, ἵνα σου καὶ ὁ πατὴρ ἀκούσῃ; τοῦτο γὰρ μόνον ἐνδέει πρὸς ἀκρόασιν τοῦ παντὸς δράματος.” | |
8.16.1 | “Γυναῖκα,” ἔφη, “κακοδαίμονα ἐξαπατήσαντες οἱ λῃσταὶ τῶν ἐπὶ μισθῷ πωλουσῶν τὰ Ἀφροδίτης ὡς δὴ ναυκλήρῳ τινὶ γυναῖκα συνεσομένην ἐπὶ τοῦ σκάφους, ταύτην εἶχον ἐπὶ τῆς νεώς, ἀγνοοῦσαν τὴν ἀλήθειαν ἐφ’ ᾧ παρῆν, ὑπομένουσαν δὲ ἡσυχῇ σύν τινι τῶν πειρα‐ | |
5 | τῶν· | |
8.16.2 | λόγῳ δ’ ἦν ἐραστὴς ὁ λῃστής. ἐπεὶ δὲ ἁρπάσαντές με, ὡς εἶδες, ἐνέθεσαν τῷ σκάφει καὶ πτερώσαντες αὐτὸ ταῖς κώπαις ἔφυ‐ γον, ὁρῶντες τὴν διώκουσαν ναῦν φθάνουσαν, περιελόντες τόν τε κόσμον καὶ τὴν ἐσθῆτα τῆς ταλαιπώρου γυναικὸς ἐμοὶ περιτιθέασι, | |
5 | τοὺς δὲ ἐμοὺς χιτωνίσκους ἐκείνῃ· καὶ στήσαντες αὐτὴν ἐπὶ τῆς πρύμνης, ὅθεν διώκοντες ὄψεσθε, τὴν κεφαλὴν ἀποτέμνουσιν αὐτῆς, καὶ τὸ μὲν σῶμα ἔρριψαν, ὡς εἶδες, κατὰ τῆς θαλάσσης, τὴν δὲ κεφαλήν, ὡς ἔπεσεν, εἶχον ἐπὶ τῆς νεὼς τότε. | |
8.16.3 | μικρὸν γὰρ ὕστερον καὶ ταύτην ἀποσκευάσαντες ἔρριψαν ὁμοίως, ὅτε μηκέτι τοὺς διώ‐ κοντας εἶχον. οὐκ οἶδα δὲ πότερον τούτου χάριν προπαρασκευά‐ σαντες ἔτυχον τὴν γυναῖκα ἢ διεγνωκότες ἀνδραποδίσαντες πωλῆσαι, | |
5 | ὥσπερ ὕστερον πεπράκασι κἀμέ· τῷ δὲ διώκεσθαι πρὸς ἀπάτην τῶν διωκόντων ἀντ’ ἐμοῦ σφάττουσι, νομίζοντες πλέον ἐμπολήσειν ἐκ τῆς ἐμῆς πράσεως ἢ τῆς ἐκείνης. | |
8.16.4 | διὰ τοῦτο γὰρ καὶ τὸν Χαιρέαν τὴν ἀξίαν δόντα δίκην ἐπεῖδον· αὐτὸς γὰρ ἦν ὁ συμβουλεύσας ἀντ’ ἐμοῦ τὴν ἄνθρωπον ἀποκτείναντας ῥῖψαι. | |
8.16.5 | ὁ δὲ λοιπὸς τῶν λῃστῶν ὄχλος οὐκ ἔφασάν με αὐτῷ ἀφήσειν μόνῳ· φθάνειν γὰρ ἤδη λαβόντα σῶμα ἕτερον, ὃ πραθὲν ἂν παρέσχεν αὐτοῖς ἀφορμὴν κέρδους· δεῖν δὲ ἀντὶ τῆς θανούσης ἐμὲ πραθεῖσαν κοινὴν ἅπασιν αὐτοῖς γενέσθαι | 158 |
5 | μᾶλλον ἢ ἐκείνῳ μόνῳ. | |
8.16.6 | ὡς δὲ ἀντέλεγε, δικαιολογούμενος δῆθεν καὶ τὰς συνθήκας προφέρων, ὡς οὐκ εἰς πρᾶσιν ἁρπάσειεν αὐτοῖς, ἀλλ’ ἐρωμένην αὑτῷ, καί τι θρασύτερον εἶπε, τὶς τῶν λῃστῶν, καλῶς ποιῶν, ὄπισθεν ἑστὼς ἀποκόπτει τὴν κεφαλὴν αὐτοῦ. | |
8.16.7 | ὁ μὲν οὖν δίκην οὐ μεμπτὴν δοὺς τῆς ἁρπαγῆς ἔρριπτο καὶ αὐτὸς κατὰ τῆς θαλάσσης· οἱ δὲ λῃσταί, δύο πλεύσαντες ἡμερῶν, ἄγουσί με οὐκ οἶδ’ ὅποι γε καὶ πιπράσκουσιν ἐμπόρῳ συνήθει, κἀκεῖνος Σωσθένει.” | |
8.17.1 | Λέγει δὴ καὶ ὁ Σώστρατος· “Ἐπεὶ τοίνυν τοὺς ὑμετέρους μύθους, ὦ παιδία, κατελέξατε, φέρε ἀκούσατε,” ἔφη, “καὶ παρ’ ἐμοῦ τὰ οἴκοι πραχθέντα περὶ Καλλιγόνην τὴν σήν, ὦ Κλειτοφῶν, ἀδελφήν, ἵνα μὴ ἀσύμβολος ὦ μυθολογίας παντάπασι.” | |
8.17.2 | κἀγὼ ἀκούσας τὸ τῆς ἀδελφῆς ὄνομα πάνυ τὴν γνώμην ἐπεστράφην καί, “Ἄγε, πάτερ,” εἶπον, “λέγε· μόνον περὶ ζώσης λέγοις.” ἄρχεται δὴ λέγειν ἃ φθάνω προειρηκὼς ἅπαντα, τὸν Καλλισθένην, τὸν χρη‐ | |
5 | σμόν, τὴν θεωρίαν, τὸν λέμβον, τὴν ἁρπαγήν. | |
8.17.3 | εἶτα προσέθηκεν ὅτι “Μαθὼν κατὰ τὸν πλοῦν ὡς οὐκ εἴη θυγάτηρ ἐμή, διημαρτηθείη δὲ τὸ πᾶν ἔργον αὐτῷ, ἤρα δὲ ὅμως καὶ σφόδρα τῆς Καλλιγόνης. προσ‐ πεσὼν αὐτῆς τοῖς γόνασι, ‘Δέσποινα,‘ εἶπε, ‘μή με νομίσῃς λῃστὴν | |
5 | εἶναί τινα καὶ κακοῦργον· ἀλλὰ γάρ εἰμι τῶν εὖ γεγονότων, γένει Βυζάντιος, δεύτερος οὐδενός. ἔρως δέ με λῃστείας ὑποκριτὴν πε‐ ποίηκε καὶ ταύτας ἐπὶ σοὶ πλέξαι τὰς τέχνας. δοῦλον οὖν με σεαυτῆς ἀπὸ ταύτης τῆς ἡμέρας νόμιζε. καί σοι προῖκα ἐπιδίδωμι, τὸ μὲν πρῶτον ἐμαυτόν, ἔπειτα ὅσην οὐκ ἂν ὁ πατὴρ ἐπέδωκέ σοι. τηρήσω | |
10 | δέ σε παρθένον μέχριπερ ἂν σοὶ δοκῇ.‘ | |
8.17.4 | καὶ ταῦτα εἰπὼν καὶ ἔτι τούτων πλείονα εὐαγωγοτέραν τὴν κόρην αὐτῷ γενέσθαι παρεσκεύα‐ σεν. ἦν δὲ καὶ ὀφθῆναι καλὸς καὶ στωμύλος καὶ πιθανώτατος· καὶ | |
ἐπειδὴ ἧκεν εἰς τὸ Βυζάντιον, συμβόλαιον ποιησάμενος προικὸς μεγί‐ | 159 | |
5 | στης καὶ τὰ ἄλλα πολυτελῶς παρασκευάσας, ἐσθῆτά τε καὶ χρυσὸν καὶ ὅσα εἰς κόσμον γυναικῶν εὐδαιμόνων, περιεῖπεν εὖ καὶ καλῶς, ἄχραντον τηρῶν, ὡς ἐπηγγείλατο· ὥστε καὶ αὐτὴν ᾑρήκει τὴν κόρην ἤδη. | |
8.17.5 | ὁ δὲ καὶ τὰ ἄλλα πάντα παρεῖχεν ἑαυτὸν κοσμιώτατον καὶ ἐπιεικῆ καὶ σώφρονα, καὶ ἦν τις ἐξαίφνης περὶ τὸν νεανίσκον θαυ‐ μαστὴ μεταβολή. ἕδρας τε γὰρ ἐξανίστατο τοῖς πρεσβυτέροις καὶ ἐπεμελεῖτο φθάνειν προσαγορεύων τοὺς ἐντυγχάνοντας, καὶ τὸ τέως | |
5 | ἄκριτον πολυτελὲς ἐκ τῆς πρὶν ἀσωτίας εἰς τὸ εὔβουλον μεταπίπτον, τὸ μεγαλόφρον ἐφύλαττε πρὸς τοὺς ἐν χρείᾳ τοῦ λαβεῖν διὰ πενίαν ὄντας· ὥστε θαυμάζειν ἅπαντας τὸ αἰφνίδιον οὕτως ἐκ τοῦ χείρονος εἰς τὸ πάνυ χρηστὸν μετελθόν. | |
8.17.6 | ἐμὲ δ’ οὖν ᾑρήκει πάντων μᾶλλον, καὶ ὑπερηγάπων αὐτὸν καὶ τὴν πρὶν ἀσωτίαν φύσεως ἐνόμιζον εἶναι θαυμαστὴν μεγαλουργίαν, ἀλλ’ οὐκ ἀκρασίαν. | |
8.17.7 | κἀμὲ οὖν ὑπεισῄει τὸ τοῦ Θεμιστοκλέους, ὅτι κἀκεῖνος τὴν πρώτην ἡλικίαν σφόδρα δόξας ἀκόλαστος εἶναι πάντας ὑπερέβαλεν Ἀθηναίους ὕστερον σοφίᾳ τε καὶ ἀνδραγαθίᾳ. καὶ δὴ μετενόουν ἀποσκορακίσας αὐτόν, ὅτε μοι | |
5 | περὶ τοῦ τῆς θυγατρὸς διελέχθη γάμου· | |
8.17.8 | καὶ γάρ με σφόδρα ἐθερά‐ πευε καὶ ἐκάλει πατέρα καὶ κατὰ τὴν ἀγορὰν ἐδορυφόρει καὶ τῶν εἰς πόλεμον γυμνασίων οὐκ ἠμέλει, ἀλλὰ καὶ πάνυ ἐρρωμένως ἐν ταῖς ἱππασίαις διέπρεπεν. | |
8.17.9 | ἦν μὲν οὖν καὶ παρὰ τὸν τῆς ἀσωτίας χρόνον τούτοις χαίρων καὶ χρώμενος, ἀλλ’ ὡς ἐν τρυφῇ καὶ παιδιᾷ· τὸ δὲ ἀνδρεῖον ὅμως αὐτῷ καὶ τὸ ἔμπειρον λεληθότως ἐτρέφετο. τέλεον δὲ ἦν αὐτῷ τὸ ἔργον πρὸς τὸ καρτερῶς καὶ ποικίλως διαπρέπειν ἐν τοῖς | |
5 | πολεμικοῖς. | |
8.17.10 | ἐπεδίδου δὲ καὶ χρήματα ἱκανὰ τῇ πόλει. κἀκεῖνον ἅμα ἐμοὶ στρατηγὸν προεβάλοντο· ὅθεν ἔτι μᾶλλον ὑπερησπάζετό με, ὑπήκοόν μοι κατὰ πάντα παρέχων ἑαυτόν.” | |
8.18.1 | “Ἐπεὶ δὲ ἐνικήσαμεν τὸν πόλεμον ἐπιφανείᾳ τῶν θεῶν, ὑποστρέψαντες εἰς τὸ Βυζάντιον, εὐφημοῦντες τὸν Ἡρακλέα καὶ τὴν Ἄρτεμιν, ἐχειροτονήθημεν, ἐγὼ μὲν ἐνταῦθα τῇ Ἀρτέμιδι, ὁ δὲ εἰς Τύρον Ἡρακλεῖ, λαβόμενός μου τῆς δεξιᾶς ὁ Καλλισθένης | |
5 | διηγεῖται πρῶτον τὰ πεπραγμένα αὐτῷ περὶ τὴν Καλλιγόνην. | |
8.18.2 | ‘Ἀλλὰ ἅπερ ἐποιήσαμεν, πάτερ,‘ εἶπε, ‘τὰ μὲν νεότητος φύσει πέπρακται βίᾳ, τὰ δὲ μετὰ ταῦτα προαιρέσει. παρθένον γὰρ τὴν κόρην μέχρι τούτου τετήρηκα, καὶ ταῦτα πολέμοις ὁμιλῶν, ἐν οἷς οὐδεὶς ἀναβάλ‐ | 160 |
5 | λεται τὰς ἡδονάς. | |
8.18.3 | νῦν οὖν εἰς τὴν Τύρον αὐτὴν ἀπαγαγεῖν ἔγνωκα πρὸς τὸν πατέρα καὶ νόμῳ παρ’ ἐκείνου λαβεῖν τὸν γάμον. ἂν μὲν οὖν ἐθελήσῃ μοι δοῦναι τὴν κόρην, ἀγαθῇ τύχῃ δέξομαι· ἂν δὲ σκαιὸς γένηται καὶ δύσκολος, παρθένον αὐτὴν ἀπολήψεται. | |
8.18.4 | ἐγὼ γὰρ προῖκα ἐπιδιδοὺς οὐκ εὐκαταφρόνητον ἀγαπητῶς ἂν λάβοιμι τὸν γάμον.‘ ἀνα‐ γνώσομαι δέ σοι καὶ τὸ συμβόλαιον, ὃ φθάνω πρὸ τοῦ πολέμου γρά‐ ψας, δεόμενος συνοικίσαι τῷ Καλλισθένει τὴν κόρην, τό τε γένος | |
5 | αὐτοῦ καταλέγων καὶ τὸ ἀξίωμα καὶ τὰς ἐν τοῖς πολέμοις ἀριστείας. τοῦτο γάρ ἐστιν ἡμῖν τὸ συγκείμενον. | |
8.18.5 | ἐγὼ δέ, ἢν τὴν ἔφεσιν ἀγω‐ νισώμεθα, διέγνωκα πρῶτον μὲν εἰς τὸ Βυζάντιον διαπλεῦσαι, μετὰ ταῦτα δὲ εἰς τὴν Τύρον.” καὶ ταῦτα διαμυθολογήσαντες ἐκοιμήθημεν τὸν αὐτὸν τρόπον. | |
8.19.1 | Τῇ δ’ ὑστεραίᾳ παραγενόμενος ὁ Κλεινίας ἔφη Θέρσανδρον διὰ τῆς νυκτὸς ἀποδεδρακέναι· τὴν γὰρ ἔφεσιν οὐχ ὡς ἀγωνιούμενον πεποιῆσθαι, βουλόμενον δὲ μετὰ προφάσεως ἐπισχεθῆναι τὸν ἔλεγχον ὧν ἐτόλμησε. | |
8.19.2 | μείναντες οὖν τῶν ἑξῆς τριῶν ἡμερῶν, ὅσων ἦν ἡ προθεσμία, προσελθόντες τῷ προέδρῳ καὶ τοὺς νόμους ἀναγνόντες, καθ’ οὓς οὐδεὶς ἔτι τῷ Θερσάνδρῳ λόγος πρὸς ἡμᾶς ἦν, νεὼς ἐπι‐ βάντες καὶ οὐρίῳ χρησάμενοι πνεύματι κατήραμεν εἰς τὸ Βυζάντιον, | |
5 | κἀκεῖ τοὺς πολυεύκτους ἐπιτελέσαντες γάμους ἀπεδημήσαμεν εἰς τὴν Τύρον. | |
8.19.3 | δύο δὲ ὕστερον ἡμερῶν τοῦ Καλλισθένους ἐλθόντες εὕρο‐ μεν τὸν πατέρα μέλλοντα θύειν τοὺς γάμους τῆς ἀδελφῆς εἰς τὴν ὑστε‐ ραίαν. παρῆμεν οὖν ὡς καὶ συνθύσοντες αὐτῷ καὶ εὐξόμενοι τοῖς θεοῖς τούς τε ἐμοὺς καὶ τοὺς ἐκείνου γάμους σὺν ἀγαθαῖς φυλαχθῆναι | |
5 | τύχαις. καὶ διεγνώκαμεν ἐν τῇ Τύρῳ παραχειμάσαντες διελθεῖν εἰς | |
τὸ Βυζάντιον. | 161 |